Πρῶτον μὲν οὖν ἴσθι τὴν ἐκπόρευσιν ἐπὶ τοῦ ἁγίου Πνεύματος τρόπον ὑπάρξεως, ὑποστατικὴν ἰδιότητα, καθώς ἐστιν ἡ γέννησις ἐπὶ τοῦ Υἱοῦ, καὶ ἡ ἀγεννησία ἐπὶ τοῦ Πατρός. Αὐτὸ γὰρ τὸ μὴ γεγεννῆσθαι καὶ τὸ γεγεννῆσθαι καὶ τὸ ἐκπορεύεσθαι, τὸν μὲν Πατέρα, τὸν δὲ Υἱόν, τὸ δὲ τοῦθ’ ὅπερ λέγεται Πνεῦμα ἅγιον, προσηγόρευσεν, ὥς φησιν ὁ πολὺς ἐν θεολογίᾳ Γρηγόριος. Οἱ δ’ ὁμώνυμον ἐπὶ τοῦ ἁγίου Πνεύματος τιθέντες τὸ ἐκπορεύεσθαι, δότωσαν ἑτέραν φωνὴν τῆς τοῦ ἁγίου Πνεύματος ὑπάρξεως ἰδίως σημαντικήν, ἢ μὴν καὶ τὴν ἀγεννησίαν καὶ τὴν γέννησιν ἐπὶ τῶν ἄλλων τῆς Θεότητος ὑποστάσεων μετὰ τῆς αὐτῆς παραπληξίας ὁμωνυμούτωσαν. Μεθ’ ἑτέρων μὲν γὰρ πραγμάτων τὸ ἐκπορεύεσθαι συνταττόμενον, οἷς ἂν συντάττοιτο, δηλώσειε τὸ κατάλληλον, ὡς τὸ ποταμὸς ἐξ Ἐδὲμ ἐκπορεύεται καὶ ἐξεπορεύετο ἔξω καὶ ἐλάλει ἐπὶ τὸ αὐτό. Μετὰ δὲ τοῦ Πνεύματος εὑρισκόμενον, αὐτὴν καὶ μόνην σημαίνει τὴν τοῦ ἁγίου Πνεύματος ὕπαρξιν, καθὼς ἐν εὐαγγελίοις ὁ μόνος Σοφὸς παραδέδωκε. Τὸ δέ γε προέρχεσθαι, καὶ τὸ ἐκλάμπειν, καὶ εἴ τι τοιοῦτον, ἄλλοις μὲν καὶ αὐτὰ συντιθέμενα πράγμασιν, ἄλλας ἐννοίας εἰσάγουσιν, ὡς τὸ προέρχεται ὁ βασιλεύς, καὶ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος· ἐν θεολογίᾳ δὲ παραλαμβανόμενα, τῇ μὲν περὶ τοῦ Πνεύματος τὴν τοῦ Πνεύματος σημαίνουσιν ὕπαρξιν, τῇ δὲ περὶ τοῦ Υἱοῦ, τὴν τοῦ Υἱοῦ.