Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Ἐπιστολὴ πρὸς τὸν βασιλέα Θεόδωρον Δούκαν Λάσκαριν περὶ διαφόρων δογματικῶν ζητημάτων

Νικηφόρος Βλεμμύδης

Προοίμιο της επιστολής προς τον αυτοκράτορα

Εισαγωγικό τμήμα στο οποίο εξαίρεται η σύνεση του αυτοκράτορα Θεοδώρου Λάσκαρη και αιτιολογείται η συγγραφή του έργου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 1 από 5

Τοῦ ἐν μονοτρόποις ἁγιωτάτου καὶ φιλοσοφωτάτου κυροῦ Νικηφόρου πρεσβυτέρου τοῦ Βλεμμύδου, πρὸς τὸν εὐσεβῆ βασιλέα Θεόδωρον Δοῦκαν τὸν Λάσκαριν, περί τινων δογματικῶν συζητήσεων. Ὁ αἰτῶν ἐν οὐ καιρῷ καὶ λαμβάνων ἐν καιρῷ παρίστησι τεκμηριωδῶς τὴν αἴτησιν εὔκαιρον, εἴ γε προηγουμένῳ τῷ μὴ κατὰ καιρὸν ἕποιτ’ ἂν τὸ κατὰ καιρόν. Εἰ δέ τις τῇ τοῦ παρέχοντος ἐπιγράφοιτο προμηθείᾳ τὸ ἀποτέλεσμα, κἀντεῦθεν οὐχ ἧττον τὸ τοῦ κατάρξαντος δείκνυται νουνεχές, ὅτι τε καλῶς ᾔδει καὶ λίαν ἐπιστημόνως, ᾗ προκαταβάλλοι τὰ σπέρματα, καὶ ὅτι τότε πάντως ἐχρῆν, ἵν’ ὅτε δέοι μεταλήψαιτο τοῦ καρποῦ, προϋποτεθειμένης τῆς τοῦ ἐφίεσθαι συνετίσεως.

Οὕτω καὶ γεωργός, οὕτω καὶ φυτουργός, κἂν μὴ παρὰ πόδας αὐτοῖς ἡ ἀπόλαυσις, προμοχθοῦσιν ὅμως διὰ τὴν ἔκβασιν, τῷ κρείττονι τῆς ἐλπίδος νευρούμενοι, τοὐναντίον ἀποσειόμενοι καὶ ὡς ἐπ’ ἔλαττον οἷα μηδέποτ’ ἐσόμενον λογιζόμενοι.

Τῷ τοι καὶ σὺ Σοφίας μαίευμα καὶ τιθήνημα μήπω κεκινημένης ἐνταυθοῖ τῆς ἤδη συνερρηγμένης δογματικῆς συζητήσεως, φθάνεις ἐξῃτημένος λόγους περὶ ταύτης, ἐξ ὧν τεθάρρηκας ἑτέροις ἐνασχολουμένων τηνικαῦτα σπουδάσμασι, καὶ ἦν ἡ αἴτησις οὐ τόσον ἑαυτῇ συνεπαγομένη τὸ φορτικὸν ὅσον δὴ τὸ προοπτικόν, κἀν τῇ κεφαλῇ τοῦ σοφοῦ—τοῖς γε ξυνιέναι δυναμένοις—τοὺς ὀφθαλμοὺς αὐτοῦ καταγγέλλουσα, τὰ μήπω ὄντα προορωμένου πλέον ἢ τὴν τῶν ὄντων ὑπόστασιν, οἱ κατανοεῖν ᾑρημένοι μόνα τὰ ἐν ποσίν. Ἐπεὶ δὲ νῦν τῇ φύσει τῶν πραγμάτων, οὐκ ἂν φαίημεν ὅτι κεκλήμεθα, μᾶλλον μὲν οὖν ἀλλ’ ἠπείγμεθα, καίτοι τὸ σῶμα νοσηλευόμενοι, πρὸς τὴν τοῦ αἰτήματος εἴσπραξιν καὶ ἀπότισιν οἷά τινος ὡρισμένου φόρου καὶ ἱκανῶς ἀφωσιωμένου ὀφλήματος, ἔχεις τοῦ προκαταβεβλημένου τὴν ἐπικαρπίαν κατὰ καιρόν, ἔχεις δ’ ὁπόσην ἡ ἐν ἡμῖν ἀσθένεια τῆς σαρκὸς ἅμα καὶ τῆς διανοίας παραχωρεῖ.