Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Ἐπιστολὴ πρὸς τὸν βασιλέα Θεόδωρον Δούκαν Λάσκαριν περὶ διαφόρων δογματικῶν ζητημάτων

Νικηφόρος Βλεμμύδης

Πατερική τεκμηρίωση και αναίρεση ενστάσεων

Παράθεση χωρίων εκ των Πατέρων της Εκκλησίας, ερμηνεία της καθόδου του Πνεύματος στο βάπτισμα και ανασκευή της πολεμικής περί υιότητος του Πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 3 από 5

Ζητεῖς μαρτυρίας ὧν ἀρτίως εἰρήκαμεν; Πλείστας ἔναγχός σοι προκεκομίκαμεν, τόμον ὅλον ἐγκεχειρικότες τοιούτων μεστόν· ὅμως ἂν ἐξ ἐκείνων κἀνταῦθα βραχείας τινὰς παραθήσομεν. Ὁ τοίνυν τὰ θεῖα πολὺς Ἀθανάσιος ἐν μὲν τῷ κατὰ Ἀρειανῶν πρώτῳ τάδε φησίν· Ὁ δὲ Σωτὴρ τὸ ἔμπαλιν Θεὸς ὤν, καὶ τῇ βασιλείᾳ τοῦ Πατρὸς ἀεὶ βασιλεύων, τοῦ τε Πνεύματος τοῦ ἁγίου αὐτὸς ὢν χορηγὸς μόνος. Καὶ πάλιν· Οὐ γὰρ ἀφ’ ἑαυτοῦ τὸ Πνεῦμα λαλεῖ, ἀλλ’ ὁ Λόγος ἐστὶν ὁ τοῦτο διδοὺς τοῖς ἀξίοις. Καὶ αὖθις·

Ἀμέλει ὥσπερ πρὸ τῆς ἐνανθρωπήσεως Λόγος ὢν ἐχορήγει τοῖς ἁγίοις ὡς ἴδιον τὸ Πνεῦμα, οὕτω καὶ ἄνθρωπος γενόμενος, ἁγιάζει τοὺς πάντας τῷ Πνεύματι. Ἐν τῷ τρίτῳ δὲ τῶν αὐτῶν· Εἰ τὸ Πνεῦμα οἶδε, πολλῷ μᾶλλον ὁ Λόγος, ᾗ Λόγος ἐστίν, οἶδε, παρ’ οὗ καὶ τὸ Πνεῦμα λαμβάνει. Καὶ αὖθις· Καὶ ὅσα ἔχει τὸ Πνεῦμα, ταῦτα παρὰ τοῦ Λόγου ἔχει. Τὸ δ’ ὃς ἂν εἴπῃ κατὰ τοῦ Υἱοῦ τοῦ ἀνθρώπου, ἀφεθήσεται αὐτῷ διερμηνεύων, φησὶ περὶ τοῦ Χριστοῦ ὅτι αὐτὸς Λόγος ὢν τοῦ Θεοῦ, αὐτὸς διὰ τοῦ Πνεύματος ἐνεργεῖ τὰ πάντα. Πρὸς Σεραπίωνα δὲ τὸν ἐπίσκοπον·

Εἰκὼν τοῦ Υἱοῦ λέγεται καὶ ἔστι τὸ Πνεῦμα, καὶ πάλιν· Ὁ μὲν Υἱὸς παρὰ τοῦ Πατρὸς ἀποστέλλεται, αὐτὸς δὲ τὸ Πνεῦμα ἀποστέλλει. Καὶ ὁ μὲν Υἱὸς τὸν Πατέρα δοξάζει, λέγων· Πάτερ, ἐγώ σε ἐδόξασα, τὸ δὲ Πνεῦμα δοξάζει τὸν Υἱόν. Ἐκεῖνος γάρ φησιν· ἐμὲ δοξάσει· καὶ ὁ μὲν Υἱὸς φησίν· ἃ ἤκουσα παρὰ τοῦ Πατρός, ταῦτα καὶ λαλῶ εἰς τὸν κόσμον, τὸ δὲ Πνεῦμα ἐκ τοῦ Υἱοῦ λαμβάνει· ἐκ τοῦ ἐμοῦ, γάρ φησι, λήψεται καὶ ἀναγγελεῖ ὑμῖν. Καὶ ὁ μὲν Υἱὸς ἐν τῷ ὀνόματι τοῦ Πατρὸς ἦλθε, τὸ δὲ Πνεῦμα τὸ ἅγιον, φησίν, ὃ πέμψει ὁ Πατὴρ ἐν τῷ ὀνόματί μου. Τοιαύτην δὲ τάξιν καὶ φύσιν ἔχοντος τοῦ Πνεύματος πρὸς τὸν Υἱόν, οἵαν ὁ Υἱὸς ἔχει πρὸς τὸν Πατέρα, πῶς ὁ τοῦτο κτίσμα λέγων, οὐ τὸ αὐτὸ καὶ περὶ τοῦ Υἱοῦ ἐξ ἀνάγκης φρονήσει; Εἰ γάρ ἐστι τὸ Πνεῦμα τοῦ Υἱοῦ κτίσμα, ἀκόλουθον ἂν λέγειν αὐτοὺς καὶ τὸν Λόγον τοῦ Πατρὸς εἶναι κτίσμα. Ὁ μέγας ἐν θεωρίᾳ καὶ πράξει Βασίλειος περὶ τῆς πίστεως διαλαμβάνων ἐν τοῖς Ἀσκητικοῖς· Τοῦ μὲν Πατρὸς πέμποντος τὸν Υἱόν, τοῦ δὲ Υἱοῦ πέμποντος τὸ ἅγιον Πνεῦμα. Καὶ πάλιν· Τὸ Πνεῦμα τὸ ἅγιον, τὸ διδάσκον καὶ ὑπομιμνῆσκον πάντα, ὅσα ἂν ἀκούοι παρὰ τοῦ Υἱοῦ. Ἐπιστέλλων δὲ πρὸς Ἀμφιλόχιον·

Ἓν δὲ καὶ τὸ ἅγιον Πνεῦμα, φησί, καὶ αὐτὸ μοναδικῶς ἐξαγγελλόμενον, καὶ δι’ ἑνὸς Υἱοῦ τῷ ἑνὶ Πατρὶ συναπτόμενον. Πρὸς δὲ τὸν ἀδελφὸν αὐτοῦ τὸν σοφὸν ἐν ἁγίοις Γρηγόριον, περὶ διαφορᾶς οὐσίας καὶ ὑποστάσεως· Ὥσπερ, φησίν, ἐξ ἁλύσεως, ὁ τοῦ ἑνὸς ἄκρου ἁψάμενος, καὶ τὸ ἕτερον ἄκρον συνεπεσπάσατο, οὕτως ὁ τὸ Πνεῦμα ἑλκύσας δι’ αὐτοῦ καὶ τὸν Πατέρα καὶ τὸν Υἱὸν συνεφειλκύσατο, καὶ εἰ τὸν Υἱὸν ἀληθῶς τις λάβοι, ἕξει αὐτὸν ἑκατέρωθεν, πῂ μὲν τὸν ἑαυτοῦ Πατέρα, πῂ δὲ τὸ ἀΐδιον Πνεῦμα συνεπαγόμενον. Οὔτε γὰρ τοῦ Πατρὸς ὁ ἀεὶ ὢν ἐν τῷ Πατρὶ ἀποτμηθῆναι δύναται, οὔτε τοῦ Πνεύματος ποτὲ διαζευχθήσεται τοῦ ἰδίου ὁ πάντα ἐν αὐτῷ ἐνεργῶν. Ἐν δὲ τοῖς Ἀντιρρητικοῖς· Ἑνὸς ὄντος τοῦ Θεοῦ, Θεὸς ὁ Υἱός, πατρικῇ φύσει καὶ πατρικῷ ὀνόματι.

Καὶ ἑνὸς ὄντος κυρίου τοῦ Υἱοῦ, κύριος ὁ Πατήρ, τῷ τῆς εἰκόνος ὀνόματι καλούμενος, ὡς πρωτότυπος αὐτῆς καὶ γεννήτωρ. Οὕτω καὶ τὸ Πνεῦμα κύριος ἀπὸ τοῦ Κυρίου τὴν ἐπωνυμίαν ἔχει, ἀφ’ οὗ καὶ μεταδίδοται, καὶ ὁ Κύριος ἀπὸ τῆς εἰκόνος Πνεῦμα, ἐπεὶ καὶ ὁ Θεὸς πνεῦμα ἀπ’ αὐτοῦ προσηγόρευται. Ὁ σοφώτατος Κύριλλος πρὸς τὸν βασιλέα Θεοδόσιον περὶ τοῦ Χριστοῦ· Ἀπολύων γὰρ ἁμαρτίας τὸν αὐτῷ προσκείμενον, τῷ ἰδίῳ λοιπὸν καταχρίει Πνεύματι, ὅπερ ἐνίησι μὲν αὐτὸς ὡς ἐκ Θεοῦ Πατρὸς Λόγος, καὶ ἐξ ἰδίας ἡμῖν ἀναπηγάζων φύσεως, κοινὸν δὲ ὥσπερ τὸ χρῆμα τιθεὶς τῇ μετὰ σαρκὸς οἰκονομίᾳ διὰ τὴν ἕνωσιν, καὶ ὡς ἄνθρωπος ἐνέπνει σωματικῶς. Ἐν δευτέρῳ βιβλίῳ τῶν Θησαυρῶν·

Ἀνάγκη τὸ Πνεῦμα τῆς οὐσίας ὑπάρχειν ὁμολογεῖν τοῦ Υἱοῦ. Ὡς γὰρ ἐξ αὐτοῦ κατὰ φύσιν ὑπάρχον, καὶ ἐπὶ τὴν κτίσιν παρ’ αὐτοῦ πεμπόμενον, τὸν ἀνακαινισμὸν ἐργάζεται. Καὶ πάλιν· Οὐκ ἀλλότριον τῆς οὐσίας τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλ’ ἐν αὐτῷ καὶ ἐξ αὐτοῦ καὶ ὥσπερ ἐνέργειά τις φυσική. Πρὸς δὲ Νεστόριον περὶ τοῦ Χριστοῦ· Πάλιν αὐτὸς ἐνεργῶν διὰ τοῦ ἁγίου Πνεύματος, ἔφασκεν ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν. Ἀλλ’ ἐκ τούτων μὲν φανερόν, ὅτι δι’ Υἱοῦ τὸ Πνεῦμα παρὰ Πατρός.

Ἤδη δὲ καί τινας ἐνστάσεις τῶν ἀντιφερομένων τάς γε βιαιοτέρας ἐπισκεπτέον, ὅπως ἂν ἐξεταζομένων αὐτῶν ἡ τῆς ἀληθείας σύστασις ἐπὶ πλέον ἰσχυροτέρα φανείη τῇ τῶν τῆς ἀπάτης συστροφῶν διαλύσει συντρέχουσα, καὶ τὸ δι’ Υἱοῦ τὸ Πνεῦμα πεφηνέναι παρὰ Πατρὸς ἐκφαίνουσα τρανότερον καὶ κρατύνουσα. Πῶς οὖν εἰκών ἐστι τοῦ Υἱοῦ τὸ Πνεῦμα; φασίν. Εἰ τοῦτο ἐστί, τῷ Υἱῷ κατὰ πάντα περ ἰσωθήσεται, καὶ ἕξει παρ’ ἑαυτῷ τὰ τῆς τοῦ Υἱοῦ γνωριστικὰ ὑποστάσεως.

Πῶς οὖν οὐκ ἔσται γέννημα τοῦ Πατρός, ἀλλὰ πρόβλημα; Ἢ πῶς οὐ τοῦ Υἱοῦ μὲν Υἱός, ἔγγονος δὲ τοῦ Πατρός, εἴπερ εἰς τὸν Υἱὸν ὡς εἰς ἀρχέτυπον ἀναφέρεται; Πρὸς ταῦτα—κἂν μὴ πρὸς ἡμᾶς ἡ μάχη, πρὸς γὰρ τοὺς εἰρηκότας εἰκόνα τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον—, ἀλλ’ ἡμεῖς μὲν οὕτω φαμέν. Πᾶσα εἰκὼν ἐξ ἀνάγκης διαφέρει κατά τι πρὸς τὸ ἀρχέτυπον. Διαφορᾶς γὰρ οὐκ οὔσης τινὸς ἐν αὐτοῖς, εἶεν ἂν αἱ εἰκόνες ἀρχέτυπα. Διὸ καθάπερ ὁ Υἱὸς εἰκὼν ὑπάρχων Πατρὸς διενήνοχε τοῦ ἀρχετύπου τῷ ἰδιώματι—Υἱὸς γὰρ οὐ Πατήρ, γεννητὸς οὐκ ἀγέννητος—, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον, εἰκὼν τοῦ Υἱοῦ καὶ ὂν καὶ λεγόμενον, πνεῦμά ἐστιν, οὐχ υἱός, προβλητὸν ἀλλ’ οὐ γεννητόν. Ἡ γὰρ ἰδιότης ἀκίνητός ἐστιν ἐκ τοῦ ταύτην ἔχοντος. Ἢ πῶς ἂν ἰδιότης μένοι κοινουμένη, καὶ ἀφ’ ἑτέρου πρὸς ἕτερον μεταπίπτουσα; Τὸ γὰρ ἐν δυσὶν ἢ πολλοῖς θεωρούμενον, κοινότης, ἀλλ’ οὐκ ἰδιότης ἐστίν.

Ὅθεν οὐδὲ υἱὸς ὅλως ἐκλήθη τὸ Πνεῦμα τὸ ἅγιον, ὡς ἂν εἴη μόνος υἱὸς ὁ Υἱός, καὶ μόνον υἱός, οὐ μὴν καὶ πατήρ, καὶ τὸ Πνεῦμα τὸ ἅγιον πνεῦμα ἅγιον μόνον, ἀλλ’ οὐχὶ καὶ υἱός, καθὼς καὶ ὁ Πατὴρ μόνον πατήρ. Διὸ καὶ ὁ μέγας ἐν θεωρίᾳ καὶ πράξει Βασίλειος οὕτω φησὶ πρὸς Εὐνόμιον ἀποροῦντα·

Διὰ τί μὴ καὶ τὸ Πνεῦμα υἱὸς τοῦ Υἱοῦ;· Ὅτι οὐ διὰ τὸ μὴ εἶναι ἐκ Θεοῦ δι’ Υἱοῦ, ἀλλ’ ἵνα ἡ Τριὰς μὴ νομισθῇ πλῆθος ἄπειρον, υἱοὺς ἐξ υἱῶν, ὡς καὶ ἐν ἀνθρώποις ἔχειν ὑποπτευθεῖσα. Ἀλλὰ λέγεις· Εἰ Θεοῦ μὲν εἰκὼν ὁ Υἱός, Υἱοῦ δὲ τὸ Πνεῦμα, καὶ εἰ Θεοῦ μὲν Λόγος ὁ Υἱός, ῥῆμα δὲ Υἱοῦ τὸ Πνεῦμα, διὰ τί μὴ υἱὸς Υἱοῦ τὸ Πνεῦμα εἴρηται; Τούτῳ γὰρ ἰσχυροτάτῳ πρὸς τὴν ἀσέβειαν ἐχρήσω.

Ἢ γὰρ υἱὸν ἢ κτίσμα κελεύεις νοεῖν. Καὶ ὅτι μὴ υἱὸς ὠνόμασται, διὰ τοῦτο κτίσμα εἶναι βλασφημεῖς τὸ τῆς κτίσεως αἴτιον, τὸ τῆς κτίσεως ἁγιαστικὸν καὶ θεοποιόν, τὸ Κυρίου καὶ Θεοῦ δοξαζόμενον ὀνόματι, τὸ τῶν θείων ἐνεργειῶν πληρωτικόν. Ἐπεὶ οὖν ἀνάξιόν σοι φαίνεται τῆς τοῦ Υἱοῦ προσηγορίας ὡς ἀλλότριον Υἱοῦ καὶ Πατρός, σκέψαι πῶς υἱοὺς ἀπεργάζεται τοὺς ἁγιαζομένους. Εἰ δὲ σὺ διὰ τοῦ Πνεύματος υἱὸς Θεοῦ, πῶς τὸ Πνεῦμα ξένον υἱότητος; Καὶ αὖθις· Λέγομεν οὖν ὅτι τὸ εἰπεῖν υἱὸν ἐξ Υἱοῦ, τὴν τριάδα τῆς Θεότητος εἰς πλήθους ὑποψίαν προσῆγεν ἀνθρώποις ἀκούσασιν· ἕτοιμον γὰρ ἦν ὑπολαβεῖν ὡς, εἴπερ υἱὸς ἐξ υἱοῦ γεγέννηται, καὶ ἐκ τούτου πάλιν ἕτερος ἂν εἴη γεγεννημένος, καὶ πάλιν ἄλλος, καὶ ἐπὶ πλῆθος ἑξῆς. Διὰ δὴ τοῦτο τὸ μὲν ἐκ Θεοῦ τὸ Πνεῦμα εἶναι, τρανῶς ἀνεκήρυξεν ὁ ἀπόστολος, λέγων ὅτι τὸ Πνεῦμα τὸ ἐκ τοῦ Θεοῦ ἐλάβομεν. Καὶ τὸ δι’ Υἱοῦ πεφηνέναι σαφὲς πεποίηκεν, Υἱοῦ Πνεῦμα ὀνομάσας αὐτὸ καθάπερ Θεοῦ, καὶ νοῦν Χριστοῦ προσειπών, καθάπερ καὶ Θεοῦ Πνεῦμα ὡς τοῦ ἀνθρώπου· υἱὸν δὲ τοῦ Υἱοῦ προσειπεῖν ἐφυλάξατο, ἵνα εἷς μὲν Πατὴρ καὶ Θεός, ὁ ἀεὶ Πατὴρ διαμένων, καὶ ὢν ἀϊδίως ὅ ἐστιν, εἷς δὲ Υἱός, ἀϊδίῳ γεννήσει γεγεννημένος, ὁ ἄναρχος σὺν τῷ Πατρί, Υἱὸς ἀληθινὸς Θεοῦ, ἀεὶ ὢν ὅ ἐστι, Θεὸς Λόγος καὶ Κύριος, ἓν δὲ καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἀληθῶς ἅγιον πνεῦμα.

Καὶ ἵνα τί, φησί, τὸ Πνεῦμα κατῆλθεν ἐπὶ τὸν Υἱὸν ἐν εἴδει περιστερᾶς, εἴπερ ἦν ὅλως ἐκ τοῦ Υἱοῦ; Πάντως ὁ οὕτω φρονῶν, εἰς δύο διαιρεῖ τὸν ἕνα Χριστόν, ἵνα ἐκ τοῦ Υἱοῦ τοῦ Θεοῦ καταβαῖνον εἴπῃ τὸ Πνεῦμα ἐπὶ τὸν Υἱὸν τοῦ ἀνθρώπου.

Λέγομεν οὖν ὡς οὐκ ἄλλοθεν ἐχρῆν κατιέναι τὸ Πνεῦμα ἐπὶ τὸν Κύριον ἢ ἐκ τῶν οὐρανῶν, ὅθεν καὶ ἡ φωνὴ τοῦ Πατρός, ὡς ἂν οὐράνιον πιστώσηται καὶ υἱὸν ὄντως Θεοῦ τὸν ἐπὶ γῆς βαπτιζόμενον. Ἔπειτα καὶ ὡς εἰς ἄνθρωπον, διὰ τὴν οἰκονομίαν, ἐπὶ τὸν Υἱὸν τὸ Πνεῦμα κατέρχεται. Τοῦτο καὶ ὁ σοφώτατος ἐδίδαξε Κύριλλος, τὸν προφήτην Ἰωὴλ ἐξηγούμενος·

Ἧι μὲν γάρ, εἰπών, ἐστι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὁ Υἱός—γεγέννηται γὰρ ἀληθῶς ἐκ τοῦ Θεοῦ καὶ Πατρός—, ἴδιον αὐτοῦ τε καὶ ἐν αὐτῷ καὶ ἐξ αὐτοῦ τὸ Πνεῦμά ἐστι, καθάπερ ἀμέλει καὶ ἐπ’ αὐτοῦ νοεῖται τοῦ Θεοῦ καὶ Πατρός.

Ἧι δὲ γέγονεν ἄνθρωπος καὶ πέφηνε καθ’ ἡμᾶς, ἐπακτὸν εἶναι τὸ Πνεῦμα λέγεται. Καταπεφοίτηκε γὰρ καὶ ἐπ’ αὐτὸν ἐν εἴδει περιστερᾶς, ὅτε καθ’ ἡμᾶς γεγονώς, ὡς ἔφην, ὡς εἷς ἐξ ἡμῶν οἰκονομικῶς ἐβαπτίζετο. Τότε καὶ τὸ ἴδιον αὐτοῦ Πνεῦμα δοτὸν αὐτῷ λέγεται διὰ τὸ ἀνθρώπινον, καὶ τοῦτό ἐστιν ἡ κένωσις. Ἐπεὶ γοῦν ὡς ἄνθρωπος, διὰ τὴν οἰκονομίαν, ἐδέχετο τὸ Πνεῦμα αὐτοῦ, πόθεν ἔδει τοῦτο δέχεσθαι, εἰ μὴ ἀπὸ τῶν οὐρανῶν εἰς δόξαν αὐτοῦ; Μετὰ δὲ τὸ πάθος καὶ τὴν ἀνάστασιν, ἤδη τῆς οἰκονομίας τετελεσμένης, οὐ δέχεται τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ δίδωσι καὶ ἀφ’ ἑαυτοῦ προΐησι δι’ ἐμφυσήσεως, πρακτικῶς ἐκδιδάσκων ὅτι δι’ αὐτοῦ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται. Τέως δ’ οὖν ἐπεὶ ἀπερίγραπτος ὁ Λόγος, καὶ ἐν τῷ Ἰορδάνῃ μετὰ σώματος ἦν, οὗ προσείληφε, καὶ ἀσωμάτως ἐν οὐρανῷ καθὼς καὶ ἁπανταχοῦ.

Αὐτὸς οὖν ἀπὸ τῶν οὐρανῶν ὡς Θεὸς πέμπει τὸ Πνεῦμα αὐτοῦ εἰς ἑαυτὸν ὡς εἰς ἄνθρωπον. Διὸ καὶ ὁ τὰ θεῖα πολὺς Ἀθανάσιος, ἐν οἷς Περὶ τῆς ἐνανθρωπήσεως τοῦ μονογενοῦς Λόγου διέξεισιν, εἰπὼν ὅτι ὡς περιστερὰ ὤφθη τὸ Πνεῦμα τὸ ἅγιον καταβαῖνον καὶ μένον ἐπὶ τὸν Κύριον, ἐπάγει λοιπόν·

Αὐτὸς γὰρ αὐτὸ ἄνωθεν ἔπεμπεν ὡς Θεός, καὶ αὐτὸς αὐτὸ κάτωθεν ὑπεδέχετο ὡς ἄνθρωπος. Ἐξ αὐτοῦ οὖν εἰς αὐτὸν κατῄει, ἐκ τῆς θεότητος αὐτοῦ εἰς τὴν ἀνθρωπότητα αὐτοῦ. Πάλιν ἐνίστανται γενναιότερον οὕτω προτείνοντες. Πᾶν ὅπερ περὶ Θεοῦ λέγεται, ἢ κοινόν ἐστι τῆς Τριάδος, ἢ μιᾶς ὑποστάσεως ἴδιον· ὥστε καὶ τὸ ἐκπορευτικόν, ἢ καὶ τῶν τριῶν εἴη ἂν ὑποστάσεων, ἢ μιᾶς ἐξ αὐτῶν· μέσον γάρ τι φυσικοῦ καὶ ὑποστατικοῦ ἰδιώματος οὐ γινώσκομεν. Ἐπεὶ δὲ παρὰ τοῦ Πατρὸς ὁμολογουμένως ἐκπορεύεται τὸ Πνεῦμα, παρ’ ἑαυτοῦ δὲ ἀδύνατον ἐκπορεύεσθαι, οὐδὲ παρὰ τοῦ Υἱοῦ ἐκπορεύεται, καὶ ἔσται τῆς πατρικῆς ὑποστάσεως ἴδιον τὸ ἐκπορευτικόν. Οὕτω γὰρ καὶ Γρηγόριος, ἐν βίβλῳ τῇ Θεογνωσίᾳ, διδάσκει τῶν Νυσσαέων ὁ πρόεδρος· Πνεῦμα, λέγων, τὸ τῆς πατρικῆς ὑποστάσεως ἐκπορευόμενον· τοῦ δ’ ἕνεκα γὰρ καὶ Πνεῦμα Στόματος, ἀλλ’ οὐχὶ Λόγον Στόματος εἴρηκεν ὁ Δαβίδ, ἵνα τὴν ἐκπορευτικὴν ἰδιότητα τῷ Πατρὶ μόνῳ προσοῦσαν πιστώσηται.