Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Ἐπιστολὴ πρὸς τὸν βασιλέα Θεόδωρον Δούκαν Λάσκαριν περὶ διαφόρων δογματικῶν ζητημάτων

Νικηφόρος Βλεμμύδης

Η μεσιτεία του Υιού και το αδιαίρετο της Τριάδος

Ανάπτυξη της διδασκαλίας για την πρόοδο του Πνεύματος από τον Πατέρα διά του Υιού, εξήγηση της θείας ενότητας και αναφορά στις πλάνες των αρχαίων φιλοσόφων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 4 από 5

Τί οὖν ἡμεῖς πρὸς ταῦτα φαμέν; Πρῶτον μὲν οὖν ὅτι τὸ Πνεῦμα τὸ ἅγιον οὐκ ἐκ τοῦ Υἱοῦ καθάπερ ἐκ πρώτης ἀρχῆς δογματίζομεν, ἀλλὰ διὰ τοῦ Υἱοῦ παρὰ τοῦ Πατρός. Ἔπειτα καθὼς οὐ δύναται παρ’ ἑαυτοῦ ἐκπορεύεσθαι πάντως, οὐδ’ ἀποστέλλεσθαι παρ’ ἑαυτοῦ δύναιτ’ ἄν, ἵνα μὴ τὸ αὐτὸ καὶ ἀποστέλλον εἴη κατὰ ταὐτὸν καὶ ἀποστελλόμενον. Ἐπεὶ δὲ καὶ παρὰ τοῦ Πατρὸς ἀποστέλλεται καὶ παρὰ τοῦ Υἱοῦ, καθὼς αὐτὸς ὁ τοῦ Πατρὸς Υἱὸς ἐν εὐαγγελίοις ἐδίδαξεν, ἔγνωμεν ἰδοὺ τὴν τοῦ Πνεύματος ἀποστολὴν μέσην φυσικῆς τε καὶ ὑποστατικῆς ἰδιότητος. Ὅθεν ὁ τῆς ἐνστάσεως θέμεθλος διασέσεισται καὶ σεσάθρωται. Τί δ’ ἂν φαῖεν καὶ κατ’ αὐτὸ τὸ τοῦ Πνεύματος ὄνομα τοῦ ἀγνώστου μέσου γινωσκομένου;

Πνεῦμα γὰρ Πατρὸς καὶ Πνεῦμα Υἱοῦ τὸ ἅγιον Πνεῦμα καὶ λέγεται καὶ ἐστίν, ἑαυτοῦ δὲ πνεῦμα οὔτ’ ἔστιν οὔτε λέγεται, καθὼς οὐδὲ Πατὴρ ἑαυτοῦ πατήρ, ἢ Υἱὸς ἑαυτοῦ υἱός. Ἀλλ’ ἐξεταστέον λοιπόν, εἴπερ ὀρθῶς τε καὶ ἀσφαλῶς τὸ τοῦ σοφοῦ Γρηγορίου ῥητὸν παρενήνεκται λέγοντος, ὡς αὐτοί φασι, τὸν Δαβὶδ τούτου χάριν εἰρηκέναι τὸ Πνεῦμα στόματος Πνεῦμα, καὶ μὴ τὸν Λόγον στόματος Λόγον, ἵνα τὴν ἐκπορευτικὴν ἰδιότητα τῷ Πατρὶ μόνῳ προσοῦσαν πιστώσηται.

Πῶς οὖν, εἰ τὸν Λόγον εἰρήκει στόματος Λόγον, καί τινι μετὰ τοῦ Πατρὸς ἑτέρῳ τὴν τοιαύτην ἂν ἰδιότητα τὴν ἐκπορευτικὴν ἐκοινώσατο; Ποίαν ἔχει τὴν ἀνάγκην ὁ λόγος; Ἀλλ’ ὡς ἔοικεν, ἡ παροδικὴ τῶν γραφῶν διεξέλευσις, οὐχ ἧττον ἢ τὸ τοῦ τρόπου φίλερι καὶ τὸ ἐντεῦθεν κακοῦργον, τὰς τοιαύτας ἀτοπίας εἰσήνεγκε· τρισὶ γὰρ στοιχείοις μετ’ ἐπιθέσεως κεραίας Πνεύματι λέξεως διαχαραττομένης συγκοπτικῶς, κατὰ ταὐτὰ δὲ καὶ Πατρί, τοῦ μέσου μόνου γε διενηνοχότος, ἡ τοῦ μέσου παραφθορά τε καὶ μεταποίησις— καὶ γὰρ εὐχερής—τὴν ἀπάτην τοῖς μὴ ἐπεσκεμμένοις προυξένησε τὸ τοῦ Πνεύματος ἴδιον τῷ Πατρὶ προσαρμόσασιν.

Ἀλλ’ ἐχρῆν ἐννοῆσαι τὸ ἐκπορεύεσθαι παθητικῶς μὲν ἐσχηματισμένον, φέρον δὲ δήλωσιν ἐνεργητικήν, ὡς εἶναι μᾶλλον ἐκπορευτικὸν τὸ Πνεῦμα τὸ ἅγιον ἤπερ ἐκπορευτόν· ἐνεργεῖν γάρ, ἀλλ’ οὐχὶ πάσχειν ἐστὶ τὸ πορεύεσθαί τε καὶ ἐκπορεύεσθαι. Διὸ καὶ ὁ σοφὸς οὗτος ἀνὴρ καιρίως ἀπαγγέλλων φησί· Τοῦ δ’ ἕνεκα Πνεῦμα στόματος, ἀλλ’ οὐχὶ Λόγον στόματος εἴρηκεν ὁ Δαβίδ, ἵνα τὴν ἐκπορευτικὴν ἰδιότητα τῷ Πνεύματι μόνῳ προσοῦσαν πιστώσηται, μὴ μέντοι δηλαδὴ καὶ τῷ Λόγῳ, καὶ γὰρ ἐπεὶ τὰ τοῦ στόματος ῥήματα ἐκπορευόμενα λέγεται· Τὰ γὰρ ἐκπορευόμενα, φησί, διὰ τῶν χειλέων μου, οὐ μὴ ἀθετήσω. Τούτου χάριν εἴρηκεν ὁ προφήτης· Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, ἀλλ’ οὐχὶ τῷ Λόγῳ τοῦ στόματος Κυρίου, ἵνα μὴ διὰ τοῦ εἰπεῖν τοῦ στόματος, προσμαρτυρήσῃ τῷ Υἱῷ καὶ Λόγῳ τὸ ἐκπορευτικόν. Ἐπήγαγε δέ· καὶ τῷ Πνεύματι τοῦ στόματος αὐτοῦ, ὡς ἂν ἐντεῦθεν τῷ Πνεύματι καὶ μόνῳ πιστώσηται τὸ ἐκπορευτικόν. Ὅτι δὲ τὴν ἐκπορευτικὴν ἰδιότητα χαρακτηριστικὴν οἶδε τοῦ Πνεύματος ὁ τῶν Νυσσαέων καὶ τῆς οἰκουμένης φωστήρ, ἀριδήλως ἐξ ὧν ἐπιφέρει παρίστησι.

Λέγει γὰρ οὕτως· Ἵνα διὰ μὲν τοῦ Λόγον εἰπεῖν, τὴν ὡς ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς ἀπαθεστάτην καὶ ἄρρητον τοῦ Υἱοῦ παραδεξώμεθα γέννησιν, διὰ δὲ τοῦ εἰρηκέναι Πνεῦμα στόματος τὴν ἁγιαστικὴν καὶ οὐσιώδη δύναμιν, καὶ ζωαρχικὴν τοῦ Πνεύματος ὑπόστασιν ὑπολάβωμεν, τῷ τῆς ἐκπορευτικῆς ἰδιότητος ὀνόματι δηλονότι χαρακτηριζομένην.

Καὶ ὁ ἐν ἁγίοις δὲ πατὴρ Ἀναστάσιος, ἰδίωμα τοῦ Πνεύματος γινώσκει τὸ ἐκπορευτικόν. Ἐν γὰρ ἕκτῳ καὶ δεκάτῳ κεφαλαίῳ τῆς αὐτοῦ βίβλου τῆς Ὁδηγοῦ κεκλημένης, οὕτω φησίν· Οὐ γὰρ τὸ ἀγέννητον τοῦ Πατρὸς πρόσωπον ἐσαρκώθη, οὔτε μὴν ἡ ἐκπορευτικὴ τοῦ ἁγίου Πνεύματος ὑπόστασις.

Τοῦ δέ γε παρὰ τῆς πατρικῆς ὑποστάσεως τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι, κωλυτικὸν οὐκ ἔστιν οὐδαμῶς τὸ διὰ τοῦ Υἱοῦ, καθὼς καὶ ὁ σοφὸς οὗτος ἱεράρχης περὶ τῆς ἁγίας Τριάδος πρὸς Ἀβλάβιον οὕτω θεολογῶν, διαρρήδην βοᾷ·

Τὸ ἀπαράλλακτον, λέγων, τῆς φύσεως ὁμολογοῦντες, τὴν κατὰ τὸ αἴτιον καὶ αἰτιατὸν διαφορὰν οὐκ ἀρνούμεθα· ἐν ᾧ μόνῳ διακρίνεσθαι τὸ ἕτερον τοῦ ἑτέρου καταλαμβάνομεν, τῷ τὸ μὲν αἴτιον πιστεύειν εἶναι, τὸ δὲ ἐκ τοῦ αἰτίου. Καὶ τοῦ ἐξ αἰτίου ὄντος πάλιν ἄλλην διαφορὰν ἐννοοῦμεν· τὸ μὲν γὰρ προσεχῶς ἐκ τοῦ πρώτου, τὸ δὲ διὰ τοῦ προσεχῶς ἐκ τοῦ πρώτου· ὥστε καὶ τὸ μονογενὲς ἀναμφίβολον ἐπὶ τοῦ Υἱοῦ μένειν, καὶ τὸ ἐκ τοῦ Πατρὸς εἶναι τὸ Πνεῦμα μὴ ἀμφιβάλλειν, τῆς τοῦ Υἱοῦ μεσιτείας καὶ ἑαυτῷ τὸ μονογενὲς φυλαττούσης, καὶ τὸ Πνεῦμα τῆς φυσικῆς πρὸς τὸν Πατέρα σχέσεως μὴ ἀπειργούσης. Ὁ αὐτός, περὶ τοῦ ἁγίου Πνεύματος διαλαμβάνων καὶ κατὰ Μακεδονίου φερόμενος, οὕτω διατυποῖ καὶ τὴν τοῦ Υἱοῦ γέννησιν καὶ τὴν τοῦ Πνεύματος πρόοδον· Ἐφ’ ὧν ἡ κατὰ τὸ ἀγαθὸν ἐνέργεια, φάσκων, οὐδεμίαν ἐλάττωσιν ἢ παραλλαγὴν ἔχει, πῶς ἔστιν εὔλογον τὴν κατὰ τὸν ἀριθμὸν τάξιν ἐλαττώσεώς τινος, ἢ τῆς κατὰ φύσιν παραλλαγῆς οἴεσθαι σημεῖον εἶναι;

Ὥσπερ ἂν εἴ τις ἐν τρισὶ λαμπάσι διῃρημένην βλέπων τὴν φλόγα—αἰτίαν δὲ τοῦ τρίτου φωτὸς ὑποθώμεθα εἶναι τὴν πρώτην φλόγα ἐκ διαδόσεως διὰ τοῦ μέσου τὸ ἄκρον ἐξάψασαν—, ἔπειτα κατασκευάζοι πλεονάζειν ἐν τῇ πρώτῃ φλογὶ τὴν θερμασίαν, τῇ δ’ ἐφεξῆς ὑποβεβηκέναι καὶ πρὸς τὸ ἔλαττον ἔχειν τὴν παραλλαγήν, τὴν δὲ τρίτην μηδὲ πῦρ ἔτι λογίζεσθαι, κἂν παραπλησίως καίῃ καὶ φαίνῃ καὶ πάντα τὰ τοῦ πυρὸς ἐργάζηται.

Πάλιν ὁ αὐτὸς ἐν τῷ πρώτῳ τῶν Ἀντιρρητικῶν τάδε φησίν· Οὐκ ἀνάγκη πάσῃ τῇ εἰκόνι δουλεύοντας δοῦναι τοῖς συκοφάνταις λαβὴν ἐν τῇ τοῦ ὑποδείγματος ἀτονίᾳ. Οὐχὶ ἀκτῖνα ἐξ ἡλίου νοήσομεν, ἀλλ’ ἐξ ἀγεννήτου ἡλίου ἄλλον ἥλιον, ὁμοῦ τῇ τοῦ πρώτου ἐπινοίᾳ γεννητῶς αὐτῷ συνεκλάμποντα, καὶ κατὰ πάντα ὡσαύτως ἔχοντα κάλλει, δυνάμει, καὶ λαμπηδόνι, μεγέθει, φαιδρότητι, καὶ πᾶσιν ἁπλῶς τοῖς περὶ τὸν ἥλιον θεωρουμένοις. Καὶ πάλιν ἕτερον τοιοῦτον φῶς κατὰ τὸν αὐτὸν τρόπον οὐ χρονικῷ τινι διαστήματι τοῦ γεννητοῦ φωτὸς ἀποτεμνόμενον, ἀλλὰ δι’ αὐτοῦ μὲν ἐκλάμπον, τὴν δὲ τῆς ὑποστάσεως αἰτίαν ἔχον ἐκ τοῦ πρωτοτύπου φωτός. Ἐκλάμποντα εἴρηκε τὸν Υἱόν, ἐκλάμπον εἴρηκε καὶ τὸ Πνεῦμα τὸ ἅγιον· διὰ τοῦ ἐκλάμπειν ἐδήλωσε τὴν ὕπαρξιν τοῦ Υἱοῦ, διὰ τοῦ ἐκλάμπειν ἐδήλωσε καὶ τὴν τοῦ Πνεύματος ὕπαρξιν, τὸ ἀπαθὲς καὶ ἄχρονον καὶ τῆς τοῦ Υἱοῦ γεννήσεως καὶ τῆς τοῦ Πνεύματος ἐκπορεύσεως σημηνάμενος δι’ οἰκειοτάτου ὀνόματος τοῖς πράγμασιν οἷς ἐχρήσατο κατὰ τὸ ὑπόδειγμα, τῷ ἡλίῳ καὶ τῷ φωτί. Προσμαρτυρήσας δέ γε τῷ διὰ τοῦ γεννητοῦ Φωτὸς ἐκλάμποντι τὴν αἰτίαν τῆς ὑποστάσεως ἐκ τοῦ πρωτοτύπου Φωτός, ἐδήλωσε καθαρῶς καὶ εἰλικρινῶς, ὅτι δι’ Υἱοῦ τὸ Πνεῦμα παρὰ Πατρός. Τοιούτῳ χρᾶται τῷ ὑποδείγματι περὶ τῶν αὐτῶν καὶ ὁ τοῦδε τοῦ πατρὸς ὁμώνυμος καὶ τῆς θεολογίας ἐπώνυμος, ἐν οἷς δογματίζει περὶ τοῦ Πνεύματος·

Ἀμέριστος γάρ, φησίν, ἐν μεριστοῖς, εἰ δεῖ συντόμως εἰπεῖν, ἡ θεότης· καὶ οἷον ἐν ἡλίοις τρισὶν ἐχομένοις ἀλλήλων, μία τοῦ φωτὸς σύγκρασις. Οὐκ εἶπεν ἁπτομένοις ἀλλ’ ἐχομένοις. Οὕτω δ’ ἂν ἔχοιεν οἱ ἥλιοι τὸ εἶναι καὶ φαίνειν, ὁ μὲν ἀρχικῶς, οἱ δ’ ἀχρόνως ἐκ τῆς ἀρχῆς—οὔ φημι μετὰ τὴν ἀρχὴν οὐδαμῶς—, καὶ ὁ μὲν αὐτῶν ἀμέσως ἐκ τῆς ἀρχῆς, ὁ δὲ διὰ τοῦ μέσου παρ’ αὐτῆς τῆς ἀρχῆς. Οὕτως ἐστὶν ἐννοεῖσθαι τὸ συμφυὲς τοῖς ἡλίοις καὶ ἄπειρον. Οὕτω τριῶν ἀπείρων ἄπειρος συμφυΐα θεωρηθήσεται.

Μὴ γὰρ διὰ Λόγου παρὰ Πατρὸς ἐκπορευομένου τοῦ Πνεύματος, μέσος ἂν εἴη ὁ Πατήρ, παρ’ ἑκάτερα φέρων Λόγον καὶ Πνεῦμα. Ὡμολόγηται δὲ καὶ ἀρχή, καὶ εἴπερ ὡς ἐξ ἀρχῆς τοῦ Πατρὸς Λόγος καὶ Πνεῦμα, μὴ διὰ θατέρου θάτερον, διαίρεσις εἰσάγηται τῆς Θεότητος. Ἀπείη δὲ καὶ τὸ ἀντιδιῃρημένα εἶναι Λόγον καὶ Πνεῦμα. Πῶς γὰρ ἑνὰς ἡ Τριάς; Εἰ μὴ τοῦτο δέ, πῶς ἀπερίγραπτος; Τίνα δὲ τρόπον μετὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα, καθάπερ ὁ Υἱὸς μετὰ τοῦ Πατρός, κατὰ τὸν αὐτὸν θεολόγον· Πάντα ὅσα ὁ Πατὴρ τοῦ Υἱοῦ, δογματίζοντα, πλὴν ἀγεννησίας· πάντα ὅσα ὁ Υἱός, τοῦ Πνεύματος, πλὴν γεννήσεως, καί· Οὐκ ἔπρεπεν ἐλλείπειν ποτὲ ἢ Υἱὸν Πατρὶ ἢ Πνεῦμα Υἱῷ, καί· Μίαν μὲν δόξαν Πατρὸς γινώσκομεν, τὴν ὁμοτιμίαν τοῦ Μονογενοῦς· μίαν δὲ Υἱοῦ, τὴν τοῦ Πνεύματος, καί· Οὐκ ἀνέχεται Πατὴρ Υἱὸν ζημιούμενος, οὐδὲ Υἱὸς τὸ Πνεῦμα τὸ ἅγιον; Καὶ πῶς κατὰ τὸν μέγαν Βασίλειον· Ὡς ὁ Υἱὸς πρὸς τὸν Πατέρα ἔχει, οὕτως τὸ Πνεῦμα πρὸς τὸν Υἱόν, καὶ κατὰ τὸν τὰ θεῖα πολὺν Ἀθανάσιον· Τὴν αὐτὴν ἑνότητα ἔχει τὸ Πνεῦμα τὸ ἅγιον πρὸς τὸν Υἱόν, ἣν ὁ Υἱὸς ἔχει πρὸς τὸν Πατέρα;

Τί δὲ καὶ τὸ ἀπεῖργον λέγεσθαί πη κατὰ ἀντίστροφα; Πάντως οὐθέν. Ἀλλὰ τοῦ Υἱοῦ γεννωμένου παρὰ Πατρός, τοῦ δὲ Πνεύματος ἐκπορευομένου δι’ Υἱοῦ παρ’ αὐτοῦ τοῦ Πατρός, πᾶν ἄτοπον, πᾶν ἀδύνατον ἀπελήλαται. Δείκνυται γὰρ ἀρχὴ καὶ μέσον καὶ τέλος ὁ Θεός, δι’ ἑαυτοῦ καὶ τῶν ἐξ αὐτοῦ, καὶ ἀναγκαίως ἡ Θεότης τριάς· ἓν γὰρ μέσον οἶδεν ὁ λόγος, πλειόνων δ’ ὑποτιθεμένων, οὐδὲν τὸ μέσον ὄντως ἐστί.

Διὰ τοῦτο μονὰς εἰς δυάδα κινηθεῖσα μέχρι τριάδος ἔστη. Οὕτως οὖν καὶ ἡ ἀρχὴ κυρίως ἀρχή, καὶ τὰ ἐκ τῆς ἀρχῆς, ἔν τε τῇ ἀρχῇ καὶ ἐν ἀλλήλοις, ἄκραν καὶ τὴν ἕνωσιν, ἄκραν καὶ τὴν συμφυΐαν αὐχοῦντα καὶ πρὸς ἄλληλα καὶ πρὸς τὴν ἀρχὴν ἓν κράτος ἀδιαίρετον παριστῶντα, καὶ ἄπειρον. Ὅπου γὰρ τὸ μέσον ὄντως μέσον, ἐκεῖ καὶ τὸ ἓν καὶ ὄντως ἕν, καὶ ὅπου ἕνωσις, κατὰ τὴν μετοχὴν γίνεται τοῦ ἑνός· κατὰ τοσοῦτον γὰρ ἑνοῦνται τὰ ἡνωμένα, καθόσον μετέχει τοῦ ὄντως ἑνός.

Τοῦτο καὶ οἱ θύραθεν ἀμυδρῶς ἐφαντάσθησαν. Ὅθεν καὶ τὰ τρία πάντα καὶ τὸ τρὶς πάντη κατὰ τὴν ἄκραν ἀλληλουχίαν ἐφιλοσόφησαν. Ἐντεῦθεν ἄπειρον ὑπειληφέναι τινὲς τὸ πᾶν ἐπλανήθησαν, μὴ διακρίναντες οὐσίαν κτίσεως καὶ Θεότητος, μηδὲ συνιδόντες τί τὸ φύσει, καὶ τί τὸ μεθέξει, καὶ πόσον τὸ παρηγμένον τῆς παρακτικῆς αἰτίας καὶ ἀρχῆς ἀπολείπεται.