Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Ἐπιτομὴ φυσικῆς

Νικηφόρος Βλεμμύδης

Φυσικές αρχές, αίτια, ύλη, είδος και στέρηση

Εισαγωγή στη μελέτη της φυσικής φιλοσοφίας. Ανάλυση των φυσικών αρχών, της πρώτης ύλης, του είδους, της στέρησης, καθώς και των διαφόρων ειδών αιτίων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 1 από 12

ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΒΛΕΜΜΙΔΟΥ ΕΙΣΑΓΩΓΙΚΗΣ ΕΠΙΤΟΜΗΣ ΒΙΒΛΙΟΝ Β ΠΕΡΙ ΦΥΣΙΚΗΣ ΑΚΡΟΑΣΕΩΣ ΚΕΦΑΛ. Α Περὶ τῶν φυσικῶν ἀρχῶν καὶ αἰτίων. αʹ. Πᾶν τὸ αἴτιον καὶ ἀρχή· οὐ πᾶσα δὲ ἀρχὴ ἤδη καὶ αἴτιον. Ῥητέον δὲ πρότερον περὶ τῆς ἰσαχῶς τῷ αἰτίῳ λεγομένης ἀρχῆς. Λέγεται τοίνυν ἀρχὴ τὸ ἐξ οὗ, ὡς ἡ ὕλη· ἐξ οὗ πρώτως ἐνυπάρχοντος γίνεταί τι· οἷον λίθοι καὶ ξύλα οἰκίας ἀρχαί. Τὸ καθ’ ὅ, ὡς ἡ μορφὴ καὶ τὸ σχῆμα καὶ ὅλως τὸ εἶδος. Τὸ ὑφ’ οὗ, ὡς ἡ φύσις τῶν φυσικῶν ἀρχή, καὶ ἡ τέχνη τῶν τεχνητῶν. Τὸ δι’ ὅ, ἤτοι τὸ οὗ ἕνεκα· ὡς ἡ νίκη, ἀρχὴ τῆς ἀθλήσεως· ἕνεκα γὰρ τῆς νίκης τελεῖται ἡ ἄθλησις. Ἀρχὴ δὲ κατὰ Πλάτωνα καὶ τὸ δι’ οὗ, ὡς τὸ ὄργανον· καὶ τὸ πρὸς ὅ, ὡς τὸ παράδειγμα.

Ὡσαύτως δὲ λέγεται καὶ αἴτιον τὸ ἐξ οὗ, οἷον τὸ ὑλικόν· τὸ καθ’ ὅ, οἷον τὸ εἰδικόν· τὸ ὑφ’ οὗ, οἷον τὸ ποιητικόν· τὸ δι’ ὅ, οἷον τὸ τελικόν· τὸ δι’ οὗ, οἷον τὸ ὀργανικόν· τὸ πρὸς ὅ, οἷον τὸ παραδειγματικόν.

Κατὰ γοῦν τὰ τοιαῦτα τοῦ αἰτίου καὶ τῆς ἀρχῆς σημαινόμενα, τῷ μὲν ὑποκειμένῳ ταυτόν ἐστιν ἀρχή τε καὶ αἴτιον· τῇ ἐπινοίᾳ δὲ διαφέρουσιν. Ἡ μὲν γὰρ ἀρχὴ ἐπινοεῖται καθὸ προηγεῖται· τὸ δ’ αἴτιον καθ’ ὃ ποιεῖ τι καὶ ἀποτελεῖ τὸ μετ’ αὐτό, ὄντος καὶ τοῦ αἰτίου δυνάμει ἀρχικοῦ· καὶ τῆς ἀρχῆς δυνάμει τελεστικῆς.

βʹ. Τῶν δ’ ἀπηριθμημένων αἰτίων τὰ μὲν κυρίως αἴτια λέγεται· τὰ δὲ συναίτια· αἴτια μέν, τὸ ποιητικόν, τὸ τελικόν, τὸ παραδειγματικόν· συναίτια δὲ τὸ ὑλικόν, τὸ εἰδικὸν καὶ τὸ ὀργανικόν. Διαφέρει δὲ κυρίως αἴτιον καὶ συναίτιον· τὸ μὲν κυρίως αἴτιον τῷ χωριστὸν εἶναι τοῦ ἀποτελουμένου καὶ ἐξῃρημένον παντάπασι· τὸ δὲ συναίτιον ἐν τῷ ἀποτελουμένῳ πράγματι θεωρεῖσθαι.

γʹ. Ὅθεν ποιητικὸν αἴτιον καὶ κυρίως καὶ πρώτως ὁ θεῖός ἐστι νοῦς· καὶ τελικὸν ἡ αὐτοῦ ἀγαθότης, δι’ ἣν πᾶσαν κτίσιν ἐδημιούργησεν, ἵνα γνωρίζηται καὶ κηρύττηται. Προσεχῶς δὲ ποιητικὸν αἴτιον ἡ φύσις λέγεται· ἣν καλῶς ὁ Πλάτων ὀργανικὸν μᾶλλον αἴτιον τίθεται, ὡς κινουμένην μὲν ὑφ’ ἑτέρου τοῦ θείου νοῦ, τοῦ ἀκινήτου κατὰ πᾶσαν μεταβολὴν, κινοῦσαν δ’ ἕτερα, τὰ φυσικὰ σώματα δηλαδὴ ὧν καὶ ἀχώριστος οὖσα, συναίτιον μᾶλλον εὐλόγως λέγοιτ’ ἄν, ἀλλ’ οὐ κυρίως αἴτιον. Παραδειγματικὸν δ’ αἴτιον, ὥσπερ δὴ καὶ ἀρχὴν παραδειγματικήν, τοὺς ἐν τῷ δημιουργῷ νῷ προϋφεστῶτας ἑνιαίως οὐσιοποιοὺς λόγους τῶν ὄντων ἐδιδάχθημεν εἶναι. Πρὸς οὓς ὡς πρὸς ἀρχέτυπα προαιώνια σύμπασα κτίσις ἀπηκριβώθη τῷ παντουργικῷ καὶ θείῳ βουλήματι. Ἔτι λέγεται ἀρχή, τὸ ἀφ’ οὗ· τουτέστιν, ὅθεν ἡ πρώτη κίνησις· ᾧ δὴ σημαινομένῳ τῆς ἀρχῆς ἀντίκειται ἡ τελευτή. Κατὰ γοῦν τὸ τοιοῦτον σημαινόμενον τῆς ἀρχῆς, τουτέστι, τὸ ἀφ’ οὗ ἀρχὴ μὲν ὁδοῦ λέγεται, τὸ πρῶτον βῆμα· ἀρχὴ δὲ νηὸς τρόπις· οἰκίας θεμέλιος· λόγου προοίμιον· φυτοῦ τε ῥίζα, καὶ ζώου καρδία. Ἀλλὰ ταῦτα μὲν ὡς μέρη προηγούμενα καλοῦνται ἀρχαί· μὴ ὡς μέρη δέ· ἀρχὴ μὲν γραμμῆς στιγμή. Γραμμὴ δ’ ὁμοίως ἐπιφανείας ἀρχή· καὶ σώματος ἐπιφάνεια.

Χρόνου δὲ πάλιν ἀρχὴ τοιαύτη τὸ νῦν· ὁμοίως δὲ κινήσεως ἀρχὴ τὸ καλούμενον κίνημα. Ἔοικε δ’ ἀρχὴ παντὸς συνεχοῦς ὑπάρχειν διττή· γραμμῆς δηλονότι καὶ ἐπιφανείας καὶ σώματος, χρόνου τε καὶ κινήσεως. Ἔστι μὲν γὰρ ἀρχὴ καὶ τὸ προηγούμενον μέρος τοῦ συνεχοῦς, ὅπερ καὶ ἀόριστόν ἐστι, διὰ τὸ ἐπ’ ἄπειρον εἶναι δυνάμει διαιρετόν.

Ἔστι δὲ πάλιν ἀρχὴ καὶ ἡ μὴ ὡς μέρος, μηδ’ ὁμοία τῷ ὅλῳ, καθάπερ προείρηται. Ὁποία δ’ ἡ ἀρχὴ τοῦ συνεχοῦς, τοιοῦτον χρὴ καὶ τὸ πέρας καταλλήλως λαμβάνεσθαι· οἷον ἡ τῆς γραμμῆς ἀρχὴ σημεῖον· καὶ τὸ πέρας σημεῖον. Εἰ δὲ τὸ προηγούμενον μέρος τῆς γραμμῆς ὡς ἀρχὴ ταύτης λαμβάνοιτο, καὶ τὸ τελευταῖον μέρος τῆς γραμμῆς ὡς πέρας ταύτης λαμβάνοιτ’ ἄν. Τὸν αὐτὸν δὲ τρόπον κἀπὶ παντὸς συνεχοῦς.

δʹ. Ἔτι λέγεται τῆς κατὰ χρόνον ἑκάστου γενέσεως ἀρχὴ αὐτὸς ὁ χρόνος ἐν ᾧ τὸ πρᾶγμα πρώτως ἤρξατο· ὃν οὐδ’ ὁρίσαι ῥᾴδιον διὰ τὸ ἐπ’ ἄπειρον διαιρεῖσθαι δυνάμει πᾶν μέρος παντὸς συνεχοῦς. εʹ. Τούτων οὕτω διακεκριμένων, ζητητέον ἤδη τὰς ἀρχὰς καὶ τὰ αἴτια τῶν φυσικῶν σωμάτων, ἐξ ὧν πρώτως γεγόνασι, καὶ εἰς ἃ ἐσχάτως αὐτὰ πάλιν διαλύονται. Ἐπεὶ τοίνυν τὸ γινόμενον οὐκ ἐκ τοῦ τυχόντος, ἀλλ’ ἐκ τοῦ ἐναντίου γίνεται, καὶ οὐκ εἰς τὸ τυχόν, ἀλλ’ εἰς τοὐναντίον φθείρεται οἷον ἐκ τοῦ ἀμούσου γίνεται τὸ μουσικόν, καὶ πάλιν εἰς τὸ ἄμουσον φθείρεται· τὰ πρῶτα καὶ ἀνωτάτω τῶν ἐναντίων ἐπινοούμενα εἶεν ἂν τῶν ὑπὸ γένεσιν σωμάτων πρῶται ἀρχαί· πρῶτα δὲ καὶ ἀνωτάτω ἐναντίων ἁπάντων ἐπινοεῖται τὸ εἶδος καὶ ἡ στέρησις. Ἀρχαὶ ἄρα πρῶται ταῦτα τῶν φυσικῶν. Ἀλλ’ ἐπεὶ τἀναντία τῶν ἐν ὑποκειμένῳ γινώσκεται, καὶ καθ’ ἑαυτὰ μὲν ὄντα πάσχειν ὑπ’ ἀλλήλων οὐ δύναται δεῖ μὲν γὰρ τὸ πάσχον ὑπομένον πάσχειν. Τἀναντία δ’ οὐχ ὑπομένουσιν ἄλληλα· ἐν ὑποκειμένῳ δὲ δρᾷν εἰς ἄλληλα δύναται. Τὸ γὰρ ἄμουσον καὶ τὸ μουσικὸν οὐ δύναται πάσχειν ὑπ’ ἀλλήλων ὄντα καθ’ αὐτά, εἰ μὴ ἐν ὑποκειμένῳ εἴη τῷ Σωκράτει τυχὸν ἢ τῷ Πλάτωνι· δεῖ καὶ τῷ εἴδει καὶ τῇ στερήσει πάντως ὑποκειμένου τινὸς ἐν ᾧ καὶ δρᾷν εἰς ἄλληλα ταῦτα δύναιντο. Μὴ ὂν γὰρ ἀντικείμενον τὸ ὑποκείμενον, ἑκάτερον τῶν ἀντικειμένων ὑπομενεῖ.

Τοῦτο δ’ ἂν εἴη τὸ ὑποκείμενον, ἡ ἀνείδεος ὕλη καὶ ἄποιος, πρῶτον ὑποκείμενον τὰς πρώτας ἀντικειμένοις κατάλληλον, τρεῖς ἄρα τῶν φυσικῶν αἱ τῆς γενέσεως πρῶται ἀρχαί· τὸ εἶδος, ἡ στέρησις καὶ ἡ ὕλη.

Ἀλλὰ τὸ μὲν εἶδος καὶ ἡ ὕλη καθ’ αὑτὰ νοοῦνται ἀρχαί, διὰ τὸ τὴν ὕλην ὑποκεῖσθαι τῷ εἴδει, καὶ ἀντικεῖσθαι αὐτῷ. Διὸ καὶ ὑπομένει προσιὸν αὐτό, καὶ ἐφίεται μᾶλλον αὐτοῦ. Ἡ δὲ στέρησις, ἀντικειμένη καὶ ἀσύνακτος οὖσα πρὸς τὸ εἶδος, ἐξίσταται ἐσιόντος αὐτοῦ. Ὅθεν καὶ κατὰ συμβεβηκὸς ἀρχὴ νοεῖται ἡ στέρησις, ὡς μόνον προϋπάρχουσα τῆς γενέσεως.

Οὗ γὰρ ἂν ἔσοιτο γένεσις μὴ οὔσης στερήσεως· ἐπεὶ τὸ γινόμενον ἐκ μὴ τοσούτου πεφυκότος γίνεται. Μὴ κατὰ συμβεβηκὸς δ’ οὔσης ἀρχῆς τῆς στερήσεως, ἀλλὰ καθ’ αὑτό, φθείροιτ’ ἂν τὸ ὑποκείμενον ἐν τῇ ταύτης ἀποβολῇ, εἴπερ τὸ εἶναι αὐτῷ σὺν τῷ ἐστερῆσθαι ἦν. Ἐστερημένη γὰρ τοῦ εἴδους ἡ ὕλη ἐτύγχανεν οὖσα. Ὥστε πῶς μὲν τρεῖς ἀρχαὶ θεωροῦνται τῶν φυσικῶν· πῶς δὲ δύο τῆς στερήσεως οὔσης ἀρχῆς κατὰ συμβεβηκός, ἀλλ’ οὐ καθ’ αὐτό.

ϛʹ. Ἄλλη δέ ἐστιν ἡ ἐν ταῖς κατηγορίαις ἀντικειμένη τῇ ἕξει στέρησις, ὡς ἡ τυφλότης τῇ ὄψει, ἥτις οὐδ’ ἀνακάμπτει πρὸς τὴν ἕξιν μετέχουσά πως τῆς ποιότητος καὶ αὐτὴ καὶ παρακεχρωσμένη τῷ εἴδει οὗ λέγεται στέρησις. Ἄλλη δὲ πάλιν αὕτη ἡ στέρησις ἀνακάμπτουσα πρὸς τὸ εἶδος καὶ ἀντικειμένη αὐτῷ, οὐχ ὡς στέρησις ἕξει κἂν στέρησις ὀνομάζηται, ἀλλ’ ὡς ἡ ἠρεμία τῇ κινήσει καὶ ἁπλῶς, ὡς τἀναντία. Τὰ γὰρ ἐναντία ἢ εἴδη καὶ ἄμφω ἐστίν, ὡς ψυχρὸν καὶ θερμόν· ἢ θάτερον ἐσχάτη θατέρου ἀπόπτωσις ὡς ἡ ἀδικία καὶ ἡ δειλία, πεφυκὸς μέντοι πρὸς τὸ εἶδος ἀνακάμπτειν. Ὅτε δὲ μὴ πέφυκεν ἀνακάμπτειν, τότ’ ἐστὶν ὄντως στέρησις. Αὕτη δὲ ἡ τῷ εἴδει ἀντικειμένη στέρησις μετὰ τῆς πρὸς τὸ εἶδος ἐπιτηδειότητος θεωρεῖται, καθάπερ καὶ ἡ ἠρεμία μετὰ τῆς πρὸς τὴν κίνησιν ἐπιτηδειότητος.

Ἠρεμία τε γάρ ἐστιν ἡ τοῦ πεφυκότος κινεῖσθαι ἀκινησία· καὶ στέρησις ἀπουσία ἐν τῷ πεφυκότι. Τοίνυν κατὰ τὴν τῶν ἐναντίων ἀντίθεσιν, ἡ στέρησις καὶ τὸ εἶδος ἀντίκειται. Ὥστε κατὰ τὴν εἰς ἄλληλα τούτων μεταβολὴν τὴν γένεσιν ἐπιτελεῖσθαι καὶ τὴν φθοράν.

ζʹ. Ἀλλ’ εἰ τἀναντία ὑπὸ τὸ αὐτὸ γένος εἰσί, τὸ δὲ εἶδος καὶ ἡ στέρησις ἐναντία, πότερον ὑπὸ τὸ αὐτὸ γένος εἰσίν; ἢ πάντως ἐκεῖνα τῶν ἐναντίων ὑπὸ τὸ αὐτὸ γένος ἐστίν, ὅσα εἴδη καὶ ἄμφω, καθὼς τὸ ψυχρὸν καὶ τὸ θερμόν· ὧν δὲ θάτερον ἐσχάτη ἀπόπτωσις τοῦ λοιποῦ, ταῦτ’ οὐκ ἀνάγκη τῷ αὐτῷ γένει συνάγεσθαι· ὥσπερ οὐδ’ ἁπλῶς τὴν ἀνυπαρξίαν καὶ τὴν ὕπαρξιν. Τὸ μὲν γὰρ οὐκ ἔστι, τὸ δ’ ἔστι.

Τοῦ μὴ ὄντος δὲ καὶ τοῦ ὄντος πῶς ἂν εἴη γένος κοινόν; Οὐκ ἤδη τοίνυν, εἴπερ οὐσία τις τὸ εἶδός ἐστιν, ἔσοιτ’ ἂν καὶ ἡ στέρησις ὄλως οὐσία. Τὸ μὲν γὰρ εἶδος ἐπεὶ μετὰ τῆς ὕλης τὴν σύνθετον οὐσίαν συνίστησιν, εἴη ἂν καὶ οὑσία τις· ἡ δέ γε στέρησις τὴν σύνθετον οὐσίαν διαλύουσά τε καὶ φθείρουσα, πῶς ἂν εἴη ὅλως οὐσία; Εἴη δ’ ἂν τὸ εἶδος οὐσία μᾶλλον καὶ οὐ συμβεβηκός, καὶ ἐν ὑποκειμένῳ τῇ ὕλῃ γινώσκεται, διὰ τὸ μετὰ τῆς ὕλης τὴν σύνθετον οὐσίαν ἀποτελεῖν, μέρος ταύτης γινόμενον, ὥσπερ δὴ καὶ ἡ ὕλη. Καὶ τούτῳ διαφέροιεν ἂν ἀλλήλων τὸ εἶδος καὶ τὸ συμβεβηκός, κἂν ἄμφω ἐν ὑποκειμένῳ λέγοιντο εἶναι, ὅτι τὸ μὲν συμβεβηκὸς τῇ οὐσίᾳ συνελθὸν οὐ δύναταί τι ποιῆσαι σύνθετον μετ’ αὐτῆς· ὥσπερ δὴ καὶ ἡ στέρησις μὴ δυναμένη μετὰ τῆς ὕλης σύνθετόν τι ποιῆσαι, συμβεβηκός ἐστι τῇ ὕλῃ·

Τὸ δ’ εἶδος τὴν σύνθετον οὐσίαν μετὰ τῆς ὕλης ποιεῖ, κἀντεῦθεν οὐκ ἔστι συμβεβηκός. ηʹ. Εἰ δὲ τῇ οὐσίᾳ ἐναντίον οὐδέν· τῷ δὲ εἴδει ἐναντία ἡ στέρησις· ἀλλ’ ἐκείνῃ τῇ οὐσίᾳ ἐναντίον οὐδὲν τῇ μὴ ἐν ὑποκειμένῳ θεωρουμένῃ ποτέ. Τὸ δὲ εἶδος καθ’ ὃ ἐν ὑποκειμένῳ τῇ ὕλῃ γινώσκεται, κατὰ τοῦτο καὶ ἐναντίον ἔχει τὴν στέρησιν. Ἔπειτα οὐδὲ κυρίως οὐσία τὸ τοιοῦτον εἶδός ἐστιν, ὥσπερ οὐδὲ ἡ ὕλη· εἰ γὰρ ἕτερα τὰ στοιχεῖα τῶν στοιχειωτῶν οὐδὲ γὰρ τῆς σαρκὸς τὰ στοιχεῖα σάρκες εἰσὶν, εὔδηλον, ὡς οὐδὲ τὰ τῆς οὐσίας στοιχεῖα ταῦτα δὲ τὸ εἶδος καὶ ἡ ὕλη κυρίως ἂν εἶεν οὐσίαι· ὁποία ἡ ἐξ αὐτῶν. Ἀλλ’ ἐπείπερ ἡ οὐσία κατὰ τὸ μᾶλλον λέγεται καὶ τὸ ἧττον, ἔσοιντό πως καὶ ταῦτα οὐσίαι· χείρους μέντοι τῆς συνθέτου, καὶ οἷον εἰπεῖν οὐσιώδη καὶ οὐκ οὐσίαι. Διότι καὶ σωματικά, ἀλλ’ οὐ σώματα.

Τούτων δ’ οὕτως ἐχόντων, πῶς μὲν τὸ εἶδος μᾶλλον οὐσία δοκεῖ, πῶς δὲ ἡ ὕλη; Κατὰ μὲν γὰρ τὸ μόνιμον καὶ τὸ ὑποκεῖσθαι μᾶλλον τοῦ εἴδους οὐσία ἡ ὕλη νομίζεται· καθόσον δ’ ἑκάστῳ τῶν ὄντων κατὰ τὸ εἶδος τὸ εἶναί ἐστι καθ’ ὃ καὶ διαφέρον τῶν ἄλλων ἐπ’ οἰκείας καθέστηκε φύσεως, κατὰ τοῦτο μᾶλλον οὐσία τὸ εἶδος ὑπολαμβάνεται.

θʹ. Ἄλλο δέ ἐστιν ἀρχὰς τῶν φυσικῶν σωμάτων ζητεῖν, ἐξ ὧν γέγονέ τι μὴ κατὰ συμβεβηκός, ἀλλὰ καθ’ αὑτό, καὶ ἄλλο μεταβολῆς ἁπλῶς ἀρχὰς ἐρευνᾷν. Κατὰ μὲν οὖν τὸ πρῶτον ἡ στέρησις ἂν εἴη ἀρχή τε καὶ αἴτιον κατὰ συμβεβηκός, ὡς μὴ ἐνυπάρχον τῷ γινομένῳ, ἀλλὰ καὶ κεχωρισμένον αὐτοῦ.

Ἡ ὕλη γὰρ καὶ τὸ εἶδος ἐνυπάρχουσι τῷ γινομένῳ, καὶ διὰ τοῦτο καὶ στοιχειώδεις ἀρχαὶ τῶν ὑπὸ γένεσιν λέγονται. Ἐνυπάρχειν γὰρ ἀναγκαῖον τὰ στοιχεῖα τῷ στοιχειωτῷ. Κατὰ δὲ τὸ δεύτερον οὐκ ἂν εἴη μόνον κατὰ συμβεβηκὸς ἀρχὴ καὶ αἴτιον ἡ στέρησις· ἀλλ’ ἤδη καὶ καθ’ αὐτό. Ὡς γὰρ τῆς εἰς τὸ εἶναι μεταβολῆς αἴτιον τὸ εἶδος· οὕτω τῆς εἰς τὸ μὴ εἶναι ἡ στέρησις. Δῆλον οὖν ἐντεῦθεν, ὅτι τὸ αὐτὸ καὶ ἓν ἐναντίως διακείμενον τῶν ἐναντίων αἴτιον γίνεται. Τῇ μὲν γὰρ παρουσίᾳ τὸ εἶδος αἴτιόν ἐστι τῆς γενέσεως καθ’ αὐτό· τῇ δ’ ἀπουσίᾳ αἴτιον τῆς φθορᾶς κατὰ συμβεβηκός. Ἡ στέρησις δ’ ἔμπαλιν· τῇ μὲν παρουσίᾳ τῆς φθορᾶς αἴτιον καθ’ αὐτό· τῇ δ’ ἀπουσίᾳ τῆς γενέσεως αἴτιον κατὰ συμβεβηκός.

Ἢ μᾶλλον κατὰ τὴν παρουσίαν καὶ κατὰ τὴν ἀπουσίαν εἴη ἂν ἡ στέρησις αἴτιον κατὰ συμβεβηκὸς τῆς γενέσεως· κατὰ μὲν τὴν παρουσίαν, ὅτι ἐκ μὴ τοιούτου δεῖ γενέσθαι τὸ γινόμενον· κατὰ δὲ τὴν ἀπουσίαν, ὅτι ἀπογινομένης αὐτῆς τὸ εἶδος ἐγγίνεται.

ΚΕΦΑΛ. Βʹ. Περὶ τῆς ὕλης καὶ τοῦ εἴδους καὶ τῆς στερήσεως. αʹ. Τῶν κυρίως γινομένων τὰ μὲν ὡς ἁπλᾶ γίνεται, τὰ δ’ ὡς σύνθετα. Τὰ μὲν οὖν σύνθετα συνθέσει, ὡς ἡ οἰκία· τῶν δ’ ἁπλῶν τὰ μὲν ὡς διὰ βάθους, τὰ δ’ ὡς ἐπιπολῆς. Καὶ τὰ μὲν ἐπιπολῆς μετασχηματίσει· ὡς ὅταν ἐκ σφαίρας ἀνδριὰς γίνηται, ἢ ἁπλῶς ἐκ χαλκοῦ· τῶν δὲ διὰ βάθους τὰ μὲν καθόλου· ὡς ὁ ἄνθρωπος ἐκ σπέρματος ἀλλοιουμένου· τὰ δὲ κατὰ μέρος· καὶ τούτων τὰ μὲν προσθέσει, ὡς τὰ αὐξανόμενα, τὰ δ’ ἀφαιρέσει, ὡς τὰ μειούμενα. Τοίνυν εἰ πάντα τὰ κυρίως γινόμενα κατά τινα γίνεται τούτων τῶν τρόπων· τὰ δὲ κατὰ τούτους γινόμενα τοὺς τρόπους ἐξ ὑποκειμένου γίνεται καὶ γάρ ἐστί τι τὸ μετασχηματιζόμενον, καὶ τὸ ἀλλοιούμενον, καὶ ἐπὶ τοῦ προσθέσει γινομένου ἔστι τι ᾧ προστίθεται, καὶ ἐπὶ τοῦ ἀφαιρέσει οὗ ἀφαιρεῖται· ἔστι δὲ καὶ ἐπὶ τῆς συνθέσεως τὰ συντιθέμενα, δῆλον ὅτι πάντα τὰ κυρίως γινόμενα ἐξ ὑποκειμένου γίνεται. Εἰ οὖν καὶ ὑποκείμενόν τί ἐστιν ἐν πάσῃ γενέσει, καὶ τὸ τῷ ὑποκειμένῳ ἐπιγινόμενον· δῆλον ὅτι πᾶν τὸ γινόμενον σύνθετόν ἐστιν ἔκ τε τοῦ ὃ γίνεται, τουτέστι τοῦ εἴδους, καὶ ἐκ τοῦ γινομένου. Διττὸν δὲ τοῦτο· τό τε ὑποκείμενον, ἤγουν ἡ ὕλη, καὶ τὸ ἀντικείμενον τῷ εἴδει, ἤγουν ἡ στέρησις.

Γίνεται γὰρ τὸ εἶδος, οἷον ἡ οἰκία, ἔκ τε τῶν ὑποκειμένων λίθων καὶ ξύλων, κἀκ τῆς στερήσεως, ἤτοι τοῦ μὴ εἶναι οἰκία· κἀπὶ τῶν ἄλλων ὁμοίως. Τρεῖς ἄρα τῆς τῶν φυσικῶν γενέσεως πρῶται ἀρχαί· τὸ ὑποκείμενον, ἤγουν ἡ ὕλη, καὶ τὰ δύο ἀντικείμενα, τὸ εἶδος δηλαδὴ καὶ ἡ στέρησις. Ἀλλὰ πῶς μὲν τρεῖς, πῶς δὲ δύο, τῆς φυσικῆς τῶν σωμάτων γενέσεως αἱ πρῶται ἀρχαί; Λέγεται πρότερον, ὅτι καθ’ αὐτὰ μὲν ἡ ὕλη καὶ τὸ εἶδος ἀρχαί· κατὰ συμβεβηκὸς δὲ ἡ στέρησις.

βʹ. Ταύτην τὴν στέρησίν τινες τῶν ἀρχαιοτέρων μὴ ἐννοήσαντες, τὴν φυσικὴν ἀνεῖλον γένεσιν· ὡσαύτως καὶ φθοράν, ἔλεγον γάρ· Εἰ πᾶν ὃ γίνεται ἢ ἐξ ὄντος ἢ ἐκ μὴ ὄντος ἀνάγκη γίνεσθαι· οὔτε δ’ ἐξ ὄντος τὸ ὂν γίνεται ἤδη γὰρ ἔστι πρὸ τοῦ γινέσθαι τὸ ὃν, οὔτ’ αὖ ἐκ μὴ ὄντος δεῖ γὰρ εἶναί τι τὸ ἐξ οὗ γένοιτ’ ἄν· καὶ ὅλως τὸ μὴ ὂν οὐδέν ἐστιν, οὔτε γένεσις ἂν εἴη, οὔτε δὲ φθορά. Εἰς τί γὰρ ἀναλυθήσεται τὸ μὴ ἔκ τινος γεγονός; ὥστε μίξις ἐστὶ μόνον, καὶ τῶν μιγέντων διάλλαξις. Ταῦτα διηπόρουν τὸ αὐτὸ τῷ γινομένῳ μόνον ἐννοοῦντες ὄν· μὴ ὂν δὲ τὸ πάντη μὴ ὄν.

γʹ. Ἐχρῆν δ’ ἐπιστῆναι ὅτι διχῶς λέγεται τὸ ὂν καὶ τὸ μὴ ὄν· τὸ μὲν καθ’ αὑτό, τὸ δὲ κατὰ συμβεβηκός. Οὕτως οὖν ἡ μὲν ὕλη κατὰ συμβεβηκὸς λέγεται μὴ ὄν, τῷ μετέχειν τῆς στερήσεως· ἥτις στέρησις καθ’ αὐτὸ καλεῖται μὴ ὄν. Ἀπουσίᾳ γὰρ μόνον τοῦ εἴδους γινώσκεται καὶ οὐδὲν ἕτερον. Καὶ πάλιν ἡ μὲν ὕλη καθ’ αὐτὸ ὄν, ὡς ὑποκείμενον, ἡ δὲ στέρησις κατὰ συμβεβηκὸς ὄν, ὅτι τῷ ὄντι, τουτέστι τῇ ὕλῃ, συμβέβηκε· καὶ ἔτι τὸ ὂν τό τε δυνάμει δηλοῖ καὶ τὸ ἐνεργείᾳ. Οὕτως οὖν ἡ ὕλη δυνάμει μὲν ἔστιν ὅπερ γίνεται, ἐνεργείᾳ δ’ οὔ. Αἰτία δὲ τῇ ὕλῃ τῆς τοιαύτης φύσεως ἡ στέρησίς ἐστιν, ἀπουσία οὖσα ἐν τῷ πεφυκότι· καὶ διὰ μὲν τὸ ἀπουσία εἶναι, ποιοῦσα τὴν ὕλην μὴ εἶναι ἐνεργείᾳ ὃ γίνεται· διὰ δὲ τὸ ἐν τῷ πεφυκότι δυνάμει τὴν ὕλην εἶναι, πᾶν ὃ γίνεται, παράγουσα. Ὥστε ὃ γίνεται, ἐκ τοῦ πῆ μὲν ὄντος, πῆ δὲ μὴ ὄντος γίνεται· καὶ φθείρεται πάλιν εἰς τὸ πῆ μὲν ὄν, πῆ δὲ μὴ ὄν. Οὐδὲ γὰρ μοναχῶς λέγεται τὸ ὃν καὶ τὸ μὴ ὄν, καθὼς ᾤοντο οἱ τὴν γένεσιν ἀναιροῦντες καὶ τὴν φθοράν· ἀλλὰ δυνατὸν τὸ αὐτὸ καὶ ἓν ὄν τε καὶ μὴ ὂν εἶναι. Καὶ οὐκ ἂν εἴη συναληθεύουσα ἡ ἀντίφασις. Κατ’ ἄλλο μὲν γὰρ ἔσται ὄν, κατ’ ἄλλο δὲ μὴ ὄν. Οὐ γὰρ ἡ ὕλη καὶ ἡ στέρησις μόνα καὶ ὄντα καὶ μὴ ὄντα εἰσίν, ὥσπερ εἴρηται· ἀλλὰ δὴ καὶ τῶν τελείων εἰδῶν ἕκαστον καὶ ὄν ἐστι καὶ μὴ ὄν· τί μὲν ὄν, τί δὲ μὴ ὄν.

Οἷον ὁ ἄνθρωπος ὂν μὲν ἔστιν, ἐπεὶ ἄνθρωπος· μὴ ὂν δέ, διότι οὐχ ἵππος.

Διὰ γὰρ τὸ πλῆθος καὶ αὐτοῖς τοῖς τελείοις εἴδεσιν ἐπεισάγεται τὸ μὴ ὄν. δʹ. Γινώσκεται δ’ ἡ ὕλη φυσικῶς μὲν ἐξ ἀναλογίας τῆς πρὸς τἄλλα. Καὶ γὰρ ὡς πρὸς ἀνδριάντα χαλκός, ἢ πρὸς κλίνην ξύλον, ἢ πρὸς ἄλλο τι τῶν ἐχόντων μορφὴν τεχνητῶν τὸ ἄμορφον ἔχει πρὶν λαβεῖν τὴν μορφήν· οὕτως ἔχει ἡ πρώτη ὕλη πρὸς τὰ φυσικά. Τοῦτον μὲν οὖν τὸν τρόπον φυσικῶς ἐκ τῆς ἀναλογίας τῆς πρὸς τἄλλα τὴν ὕλην καταλαμβάνομεν· ἐκ δὲ τῆς ἀποφάσεως τῶν εἰδῶν τελεώτερον.

Τὰ τελευταῖα γὰρ εἴδη θεασάμενοι πρὸς ἄλληλα μεταβάλλοντα, καὶ διὰ τοῦτό τινος ὑποκειμένου δεόμενα, πεφυκότος δέχεσθαι παρὰ μέρος τῶν ἀντικειμένων ἑκάτερον· ἐπὶ τὴν ἔννοιαν τῆς ὕλης ἐρχόμεθα κατ’ ἀπόφασιν τῶν εἰδῶν, τὴν εἰς τὸ δεκτικὸν ἀπάγουσαν ὑποκείμενον.

εʹ. Ταύτην τὴν ὕλην μέγα καὶ μικρὸν ὁ Πλάτων ὠνόμασεν, ἐκ μιᾶς ἀντιθέσεως πάσας αὐτῇ τὰς ἀντιθέσεις προσεῖναι μαρτυρῶν, καὶ δυάδα δ’ ἀόριστον καὶ ἀσυμμετρίαν αὐτὴν ἐκάλεσεν· ἧς μέρη ὑπερβολή τε καὶ ἔλλειψις, καὶ τὸ πολὺ καὶ ὀλίγον, καὶ ἡ ἀνισότης, πάντα τῇ ὕλῃ προσήκοντα, ἅπερ ἴσως διὰ τοῦ μεγάλου καὶ τοῦ μικροῦ αὐτὸς ἐνεδείξατο· ὡς τῆς ὕλης, ἀσωμάτου μὲν καὶ ἀμεγέθους οὔσης, καὶ διὰ τοῦτο μικρᾶς ἂν λεγομένης· παντὸς δ’ ὄγκου καὶ πάσης διαστάσεως αἰτίας, καὶ διὰ τοῦτο μεγάλης.

ϛʹ. Ταύτην δὴ τὴν ὕλην τινὲς μὲν ἀσώματον ἔφασαν· ἄλλοι δὲ σῶμα κεκλήκασιν ἄποιον· οἱ μὲν διὰ τὸ εἶναι παντελῶς ἀμεγέθη τε καὶ ἀδιάστατον, οἱ δὲ διὰ τὸ οἷον πάρεσιν ὑπάρχειν καὶ ἔκστασιν, καὶ ἀοριστίαν τῆς ἀσωμάτου καὶ ἀμερίστου καὶ νοητῆς φύσεως. Ὅθεν καὶ σῶμα ταύτην ἐκάλεσαν, οὐ τὸ κατ’ εἶδος καὶ λόγον ὑφεστώς, καὶ τρισὶ διαστάσεσιν ὡρισμένον εἰδητικῶς· ἀλλὰ τὸ πάντη παρειμένον τε καὶ ἐκλελυμένον, καὶ πανταχόθεν ἀπὸ τοῦ ὄντος ἀποῤῥέον εἰς τὸ μὴ ὄν.

ζʹ. Ταύτην τὴν ὕλην καὶ ἄφθαρτον φαντάζονται καὶ ἀγέννητον. Τὸ μὲν γὰρ εἶδος καὶ τὴν στέρησιν ὡς ἐναντία γίνεσθαί τε καὶ φθείρεσθαι λέγουσι· καὶ τοῦ μὲν εἴδους παρόντος ἀπεῖναι τὴν στέρησιν, τῆς δὲ στερήσεως παρούσης ἀπεῖναι τὸ εἶδος, καὶ οὕτω τὴν γέννησιν ἐπιτελεῖσθαι καὶ τὴν φθοράν· τὴν ὕλην δ’ οὖσαν ὑποκείμενον καὶ κατὰ τὸ δυνάμει οὐσιωμένην, καὶ μετὰ τῆς στερήσεως εἶναι, καὶ τοῦ εἴδους ἐνεργείᾳ παρόντος μένειν, καὶ διασώζειν τὸ δυνάμει αὐτῆς ἀναλλοίωτον, ὅθεν μηδὲ μεταβάλλειν ταύτην ἀπὸ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ ποτέ· ἀλλὰ μένουσαν ὅπερ ἐστί, δέχεσθαι τὸ εἶδος· καὶ τοῦ εἴδους ὑποχωροῦντος μένειν πάλιν ὅπερ πρότερον ἦν, καὶ οὕτω μήτε γίνεσθαι μήτε φθείρεσθαι. Ἴσως δὲ πῶς μὲν ἀγέννητος ἔσται ἡ ὕλη καὶ ἄφθαρτος, πῶς δὲ γεννητὴ καὶ κατὰ φύσιν φθαρτή. Ἀγέννητος μὲν οὖν ἔσται, διὰ τὸ μὴ ἔκ τινος ὑποκειμένου πρώτου καθ’ αὐτὸ ἐνυπάρχοντος γίνεσθαι· αὕτη γὰρ πρῶτόν ἐστιν ὑποκείμενον, ἐνυπάρχον καθ’ αὑτό, καὶ ἄφθαρτος πάλιν κατὰ τὸν αὐτὸν λόγον, διὰ τὸ μὴ εἶναί τινα στοιχειώδη ταύτης ἀρχήν, εἰς ἣν καὶ ἀναλυθήσεται, εἴ γε τὸ φθειρόμενον φυσικῶς, οὐ τῷ ἀναλύεσθαι εἰς τὸ μὴ ὂν φθείρεσθαι λέγεται, ἀλλὰ τῷ ἀναλύεσθαι εἰς ἐκεῖνο ἐξ οὗ πρώτως ἐνυπάρχοντος καὶ μὴ κατὰ συμβεβηκός, ἐγεγόνει.

Γεννητὴ δέ ἐστιν ἡ ὕλη κατὰ τὸ ἔχειν αἴτιον ποιητικόν τι καὶ τελικόν, ἐκ τοῦ μηδαμῆ μηδαμῶς ὄντος ὑπὸ Θεοῦ παραχθεῖσα εἰς δεῖγμα καὶ μεγαλωσύνην τῆς ἀγαθότητος αὐτοῦ καὶ δυνάμεως. Ἐπεὶ γοῦν ἡ ὕλη μὴ οὖσα παρῆκται, πάντως ὑπόκειται καὶ φθορᾷ παντελεῖ· κἂν ὁ πανάγαθος Θεὸς οὐκ εἰς τὸ μὴ εἶναι, μᾶλλον μὲν οὖν εἰς τὸ κρειττόνως εἶναι μετασκευάσοι τὴν δημιουργίαν αὐτοῦ.

ηʹ. Ἔτι τὴν ὕλην οἱ μὲν Πλατωνικοὶ λέγουσιν ἀναλλοίωτον, οἱ δὲ Περιπατητικοὶ ὅλην δι’ ὅλης ἀλλοιωτήν. Ἀλλ’ οἱ μὲν περὶ τῆς ἀποίου λέγοντες ὕλης τῆς πρώτης οὐ συγχωροῦσιν ἀλλοιοῦσθαι αὐτήν. Ἀλλοιοῦται γὰρ τὸ πεποιωμένον, ἄλλην μὲν ἀποβάλλον, ἄλλην δὲ προσλαμβάνον ποιότητα· τὸ δ’ ἄποιον, πῶς ἂν ἀλλοιωθείη; Διὰ τοῦτο καὶ τὴν σύνθετον οὐσίαν εἶδος ἐν ὕλῃ φασίν· ἀλλ’ οὐκ ἐξ εἴδους καὶ ὕλης, ὡς μὴ συναλλοιουμένων ἀλλήλοις. Οἱ δ’ ἀπὸ τοῦ περιπάτου τὴν προσεχῆ λαμβάνοντες ὕλην, ὡς τὰ τέσσαρα στοιχεῖα, εἰκότως καὶ ἀλλοιοῦσθαι λέγουσι ταύτην ὡς πεποιωμένην, καὶ ἐξ ὕλης καὶ εἴδους τὸ σύνθετον εἶναι, εἰς εἶδος ἕτερον μεταβαλλούσης τῆς τοιαύτης ὕλης καὶ ὑλουμένου τοῦ εἴδους ἐκείνου.

ΚΕΦΑΛ. Γʹ. Περὶ αἰτιατῶν, ἐν ᾧ καὶ περὶ τύχης καὶ αὐτομάτου. αʹ. Τῶν αἰτίων τὰ μὲν ἔστι καθ’ αὑτά, τὰ δὲ κατὰ συμβεβηκός. Ὡσαύτως καὶ τῶν ὧν εἰσιν αἴτια, τουτέστι τῶν αἰτιατῶν, τὰ μὲν καθ’ αὑτά, τὰ δὲ κατὰ συμβεβηκός. Οἷον ποιητικὸν αἴτιον τοῦ ἀνδριάντος καθ’ αὐτὸ μὲν ὁ ἀνδριαντοποιός, κατὰ συμβεβηκὸς δὲ ὁ Πολύκλειτος, ἢ ὁ λευκός, ἢ ὁ μουσικός. Συνέβη γὰρ τῷ ἀνδριαντοποιῷ Πολυκλείτῳ καλεῖσθαι τυχὸν καὶ λευκῷ εἶναι ἢ μουσικῷ. Ὀμοίως δὲ καὶ ἀνδριαντοποιοῦ αἰτιατὸν καθ’ αὑτὸ μὲν ὁ ἀνδριάς, κατὰ συμβεβηκὸς δὲ ὁ Μαρκίων ἴσως, ἢ ὁ τρίπηχυς ἢ ὁ ἐρυθρός. Συνέβη γὰρ τῷ ἀνδριάντι ἀνεστηλῶσθαι διὰ Μαρκίωνα καὶ καλεῖσθαι Μαρκίωνι, καὶ τριπήχει εἶναι ἢ ἐρυθρῷ.

βʹ. Τῶν αἰτίων δὲ καὶ τῶν αἰτιατῶν ὁμοῦ, τῶν τε καθ’ ἑαυτά, καὶ κατὰ συμβεβηκός, τὰ μὲν ἔστι προσεχῆ, τὰ δὲ πόῤῥω· οἷον, προσεχὲς αἴτιον καθ’ αὐτὸ τοῦδε τοῦ ἀνδριάντος ὅδε ὁ ἀνδριαντοποιός· καὶ ἔτι πόῤῥω ὁ τεχνίτης. Προσεχὲς αἰτιατὸν καθ’ αὐτὸ τοῦδε τοῦ ἀνδριαντοποιοῦ ὅδε ὁ ἀνδριάς· πόῤῥω δὲ ὁ ἁπλῶς ἀνδριάς, καὶ ἔτι ἡ εἰκών. Προσεχὲς αἴτιον κατὰ συμβεβηκὸς ὁ Πολύκλειτος· πόῤῥω δὲ ὁ ἄνθρωπος· καὶ ἔτι τὸ ζῶον, ἢ ὁ λευκός· καὶ ἔτι ὁ κεχρωματισμένος. Καὶ τὸ μὲν λευκόν, καὶ ὅλως τὸ κεχρωματισμένον, κατὰ συμβεβηκὸς ὑπάρχει τῷ Πολυκλείτῳ· ὁ δ’ ἄνθρωπος καὶ ὅλως τὸ ζῶον καθ’ αὐτό. Τῷ ἀνδριάντι οὐ μόνον ὁ λευκὸς καὶ ὁ κεχρωματισμένος, ἀλλὰ καὶ ὁ ἄνθρωπος καὶ τὸ ζῶον, κατὰ συμβεβηκός εἰσιν αἴτια. Εἰ γὰρ ὁ Πολύκλειτος αἴτιος κατὰ συμβεβηκὸς τοῦ ἀνδριάντος ἐστί, τῷ Πολυκλείτῳ δὲ καθ’ αὐτὸ ὑπάρχει ὁ ἄνθρωπος καὶ τὸ ζῶον· καὶ ὁ ἄνθρωπος ἄρα καὶ τὸ ζῶον κατὰ συμβεβηκός εἰσιν αἴτια τοῦ ἀνδριάντος. Προσεχὲς αἰτιατὸν κατὰ συμβεβηκὸς ὁ Μαρκίων· πόῤῥω δὲ ὁ ὠνομασμένος. Καὶ πάλιν προσεχὲς αἰτιατὸν τόδε τὸ τρίπηχυ· πόῤῥω δὲ ὁ ἁπλῶς τρίπηχυς καὶ ἔτι ὁ μεμεγεθισμένος· ἀλλὰ τὸ μὲν τρίπηχυ καὶ τὸ μεμεγεθισμένον κατὰ συμβεβηκὸς τῷ Μαρκίωνι, τὸ ὠνομασμένον δὲ καθ’ αὑτό.

Πάντα δ’ ὁμοῦ ταῦτα καὶ τὰ τοιαῦτα κατὰ συμβεβηκὸς αἰτιατὰ τοῦ ἀνδριαντοποιοῦ· τὰ καθ’ αὑτὸ δὲ καὶ τὰ κατὰ συμβεβηκὸς αἴτια μὴ μόνον ἀπολελυμένως, ἀλλὰ καὶ συμπεπλεγμένως δύναται λέγεσθαι· οἷον αἴτιον τοῦ ἀνδριάντος οὐ μόνον ὁ ἀνδριαντοποιὸς ῥηθείη ἂν ἰδικῶς, καὶ πάλιν ἰδικῶς ὁ Πολύκλειτος, ἀλλὰ καὶ κατὰ συμπλοκὴν ὁ Πολύκλειτος ἀνδριαντοποιὸς Ὡσαύτως δὲ καὶ τὰ αἰτιατά.

γʹ. Πάντων δὲ τῶν εἰρημένων αἰτίων καὶ αἰτιατῶν, τῶν τε καθ’ αὑτὸ καὶ τῶν κατὰ συμβεβηκός, τῶν τε προσεχῶν καὶ τῶν πόῤῥω, τὰ μὲν δυνάμει λέγεται, τὰ δὲ ἐνεργείᾳ, Τὸ δυνάμει δὲ νῦν οὐ τὸ οἶόν τε γίνεσθαι δηλοῖ, ἀλλ’ ἁπλῶς τὸ μὴ ἐνεργοῦν, μήτ’ αὖ ἐνεργούμενον. Οὐκ ἐνεργεῖ δὲ καὶ τὰ οἷά τε ἐνεργῆσαι καὶ τὰ πεπαυμένα τοῦ ἐνεργεῖν· ὥσπερ πάλιν οὐκ ἐνεργεῖται. καὶ τὰ οἷά τε ἐνεργηθῆναι καὶ τὰ πεπαυμένα τοῦ ἐνεργεῖσθαι. Τὰ μὲν οὖν ἐνεργείᾳ αἴτια καὶ τὰ αἰτιατά, ἅμα τε ἔστι καὶ πάλιν ἅμα οὐκ ἔστιν· ἤγουν συνεισφέρει τε ἄλληλα καὶ συναναιρεῖ. Ἅμα γάρ ἐστιν ὁ οἰκοδομῶν οἰκοδόμος, καὶ τὸ οἰκοδομούμενον οἴκημα· καὶ μὴ ὄντος τοῦ οἰκοδομοῦντος, οὐδὲ τὸ οἰκοδομούμενόν ἐστιν.

Ὡσαύτως καὶ τοῦ οἰκοδομουμένου μὴ ὄντος, οὐκ ἔστιν οὐδ’ ὁ οἰκοδομῶν. Τὰ δὲ δυνάμει οὐκ ἀεὶ ἅμα ἔστι καὶ ἅμα οὐκ ἔστι. Δυνατὸν γὰρ ἢ τὴν οἰκίαν διαμένειν, τὸν δ’ οἰκοδόμον θανεῖν· ἢ τοῦτον μὲν ζῇν ἔτι, τὴν δ’ οἰκίαν καταπεσεῖν.

δʹ. Χρὴ δ’ ἀεὶ τὸ ἀκρότατον, εἴτουν τὸ κυριώτατον αἴτιον ἑκάστου τῶν πραγμάτων ζητεῖν· οἷον, ὁ ἄνθρωπος οἰκοδομεῖ, διότι οἰκοδόμος· οἰκοδομεῖ δ’ ὁ οἰκοδόμος κατὰ τὴν οἰκοδομικήν· ἡ ἄρα οἰκοδομικὴ πρότερον καὶ κυριώτερον αἴτιον. Ἔτι καταλλήλως τοῖς αἰτιατοῖς ἀποδοτέον τὰ αἴτια· οἷον τοῖς προσεχέσι τὰ προσεχῆ, καὶ τοῖς πόῤῥω τὰ πόῤῥω· καὶ τὰ μὲν κατὰ τὸ ἐνεργείᾳ τοῖς κατὰ τὸ ἐνεργείᾳ, τὰ δὲ κατὰ τὸ δυνάμει τοῖς κατὰ τὸ δυνάμει. ε. Οὐκ ἄλλοις δὲ τῶν αἰτιατῶν ἄλλα τῶν αἰτίων ἐνθεωροῦνται· οἷον ἄλλῳ μὲν αἰτιατῷ ποιητικὸν αἴτιον, ἄλλῳ δὲ τελικόν, καὶ ἑτέρῳ αὖ ἕτερον· ἀλλὰ πολλὰ τῷ ἑνί, μᾶλλον δ’ ἑκάστῳ τὰ πάντα· κἄν ποτε συνέβη τινὰ τῶν αἰτίων εἰς ἕν. Ἐπὶ μὲν γὰρ τῆς οἰκίας αἴτιον ὁ οἰκοδόμος ποιητικόν, ἢ μᾶλλον ἡ οἰκοδομική. Τελικὸν δὲ ἡ ἀπαλέξησις τῶν ὄμβρων, τῶν ἀνέμων καὶ τῶν καυμάτων. Καὶ ὑλικὸν μὲν οἱ λίθοι, τὰ ξύλα καὶ ὁ πηλός, εἰδικὸν δὲ τὸ σχῆμα καὶ ἡ μορφή, καὶ ὅλως τὸ εἶδος καθ’ ὃ γίνεται. Εἰ δέ τις ζητοίη καὶ ὀργανικόν, εὑρήσει τὸν πρίονα, τὸ σκέπαρνον, τὴν κάθετον, καὶ ἄλλα τινά. Εἰ δὲ καὶ παραδειγματικόν, ἔστιν ἡ προδιατύπωσις τῆς οἰκίας καὶ προδιαμόρφωσις. Ἐπὶ δέ τινων αἰτιατῶν τινα τῶν αἰτίων ἀλλήλοις συνέρχονται εἰς ταυτό.

Τὸ αὐτὸ γὰρ ἐν φυσικοῖς καὶ εἶδός ἐστι καὶ τέλος· ἐπείπερ ἡ φύσις ἕνεκα τοῦ εἴδους μηχανᾶται πάντα τὰ προηγούμενα. Καὶ ἔστι τὸ εἶδος καὶ τὸ τέλος δύο μὲν κατὰ τὸν λόγον· ἓν δὲ κατ’ ἀριθμὸν καὶ τὸ ὑποκείμενον.

Ὥστε εἰς ἓν ἔρχεσθαι δύναταί ποτε τὸ εἰδικὸν αἴτιον καὶ τὸ τελικόν. Ἐνίοτε δὲ ταυτὸ γίνεται τούτοις καὶ τὸ ποιητικόν, εἰ καὶ μὴ τῷ ὑποκειμένῳ, μηδὲ τῷ ἀριθμῷ· τέως δ’ οὖν τῷ εἴδει. Ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ· καὶ ἔστι τῷ γεννωμένῳ ποιητικόν πως αἴτιον ὁ πατήρ, ταυτὸν ὢν αὐτῷ κατὰ τὸ εἶδος καὶ τὸν λόγον τῆς οὐσίας. Τινὰ δὲ καὶ κατὰ τὸν αὐτὸν τρόπον ἀλλήλων ἐστὶν αἴτια· ὡς τὸ πονεῖν τῆς εὐεξίας, ἡ εὐεξία τε τοῦ πονεῖν· οὐ μόνον γὰρ τὸ μὲν πονεῖν αἴτιόν ἐστι τῆς εὐεξίας ποιητικόν, ἡ δ’ εὐεξία τελικὸν αἴτιον τοῦ πονεῖν, ἐπείπερ ἕνεκα τῆς εὐεξίας παραλαμβάνεται τὸ πονεῖν· ἀλλὰ δὴ καὶ ἡ εὐεξία ποιητικὸν αἴτιον γινώσκεται τοῦ πονεῖν· εἴγε τοῦ εὐεκτοῦντός ἐστι τὸ δύνασθαι πονεῖν τε καὶ ἐνεργεῖν. Ὥστε τὸ αὐτὸ καὶ ἓν δύναται πλεοναχῶς τε αἴτιον λέγεσθαι καὶ κατὰ τὸν αὐτὸν τρόπον εὑρίσκεσθαί που καὶ αἴτιον ὁμοῦ καὶ αἰτιατόν.

ϛʹ. Λέγουσι δὲ καὶ τὴν τύχην καὶ τὸ αὐτόματον αἴτιά τινα οἱονεὶ ποιητικά, πλὴν κατὰ συμβεβηκός. Τύχη γὰρ καὶ αὐτόματον αἴτιά τινα κατὰ συμβεβηκὸς ἐν τοῖς ἕνεκά του γινομένοις, καὶ τούτων ἐν τοῖς ἐπ’ ἔλαττον. Τοῦ γὰρ ἐνδεχομένου διαιρουμένου τριχῶς, εἴς τε τὸ ἐπὶ πολύ, καὶ τὸ ἐπίσης, καὶ τὸ ἐπ’ ἔλαττον· ἡ τύχη καὶ τὸ αὐτόματον ἐν τοῖς ἐπ’ ἔλαττον φαίνονται.

ζʹ. Καὶ ἡ μὲν τύχη ἐν τοῖς κατὰ προαίρεσιν· οἷον, εἴ τις ἐπὶ τῷ καταβαλεῖν θεμέλιον σκάπτων ἐνέτυχε θησαυρῷ· τὸ δ’ αὐτόματον ἐν τοῖς κατὰ φύσιν· οἷον εἴ ποθεν λίθος μή τινος ῥίψαντος αὐτὸν μόνος κατενεχθεὶς ἐπάταξεν ἄνθρωπον, ἤ τινος ἵππος ὑπὸ τῶν πολεμίων ληφθεὶς καὶ τὰς προτέρας νομὰς φαντασθεὶς εἰς τὸν οἰκεῖον δεσπότην ἦλθε τοὺς πολεμίους φυγών· φύσις γὰρ καὶ πᾶσα ἡ ἄλογος καλεῖται ζωή. Ὅθεν τὰ μὲν ἐπισυμβαίνοντα ταῖς ἀλόγοις ἐνεργείαις καὶ φυσικαῖς ἀπὸ ταυτομάτου φασί· καὶ τὸ προηγησάμενον αἴτιον λέγουσιν αὐτόματον.

Ὅσα δὲ ταῖς κατὰ προαίρεσιν ἐνεργείαις ἐπισυμβαίνει, ταῦτ’ ἀπὸ τύχης· καὶ τύχην, τὴν παρυφισταμένην αἰτίαν τῇ προαιρέσει καὶ τοῖς κατὰ προαίρεσιν. ηʹ. Ἀλλ’ ἀγαθὴν μὲν τύχην, ὅταν τι ἀγαθὸν ἀποβῇ· φαύλην δ’, ὅταν φαῦλον. Ὁπόταν δὲ τὰ ἀποβαίνοντα μέγεθος ἔχωσιν, εὐτυχίαν καὶ δυστυχίαν φασί. Τὸ δ’ εὐτυχεῖν καὶ τὸ δυστυχεῖν ἐν τοῖς δυναμένοις πράττειν γνωρίζεται. Καὶ γὰρ εὐπραγεῖν ἐστι καὶ δυσπραγεῖν. Ὅθεν οὐδὲν ἄψυχον ἢ θηρίον ἢ παιδίον εὐτυχεῖν λέγεται κυρίως ἢ δυστυχεῖν, εἰ μὴ καθ’ ὁμοιότητα· καθὼς ἔφη Πρώταρχος εὐτυχεῖς εἶναι τοὺς λίθους ἐξ ὧν οἱ βωμοί, ὅτι τιμῶνται· οἱ δ’ ὁμόζυγες αὐτῶν καταπατοῦνται.

θʹ. Συνάγεται δὲ καὶ ἡ τύχη καὶ τὸ αὐτόματον εἰς τὸ γενικῶς ὠνομασμένον αὐτόματον. Τοῦτο δὲ τὸ κοινῶς αὐτόματον οὕτω κέκληται ὡς αὐτὸ μάτην ὅσον ἐπὶ τῷ ἀκολουθοῦντι ἀποτελέσματι προσγινόμενον· ὅσον γὰρ ἐπὶ τῇ εὑρέσει τοῦ θησαυροῦ μάτην ἡ σκάψις προγέγονεν, ἐπεὶ διὰ τὴν τοῦ θεμελίου καταβολὴν καὶ ἡ τοῦ λίθου καταφορά, καὶ ἡ τοῦ ἵππου ἐκ τῶν πολεμίων φυγή, μάτην ὅσον ἐπὶ τοῖς παρηκολουθηκόσιν ἀποτελέσμασι προγεγόνασιν.

Οὔτε γὰρ ὁ λίθος ἕνεκα τοῦ πατάξαι κατήνεκται· οὔθ’ ὁ ἵππος τοὺς πολεμίους ἐκπέφευγεν, ἕνεκα τοῦ πρὸς τὸν ἴδιον δεσπότην ἐλθεῖν· ἀλλ’ ὁ μὲν ἵνα τὸν οἰκεῖον καταλάβῃ τόπον, τὸ κάτω καὶ μέσον, ἤγουν ὁ λίθος πάντα γὰρ τὰ βάρη αὐτοφυῶς ἐπὶ τὸ κέντρον ὁρμᾷ· ὁ δ’ ἵππος ἵνα πρὸς τὰς συνήθεις ἔλθῃ νομάς.

ιʹ. Αἴτιον δὲ ὅμως τὸ πᾶν αὐτόματον λέγεται· διότι μὴ προηγησαμένου τοῦδε οὐκ ἂν τὸ τοιοῦτον τέλος ἐπηκολούθησεν. Αἴτιον μέντοι τοῦ τοιούτου τέλους κατὰ συμβεβηκός, ἀλλ’ οὐ καθ’ αὐτό· οἷον ἡ σκάψις αἴτιον μὲν ἦν καθ’ αὐτὸ τῆς τοῦ θεμελίου καταβολῆς· συνέβη δὲ γενέσθαι καὶ τῆς τοῦ θησαυροῦ εὑρέσεως αἴτιον, γενομένη μάτην ὅσον ἐπὶ τῇ εὑρέσει τοῦ θησαυροῦ. ια. Μάτην γὰρ λέγεται πᾶν τὸ μὴ κατὰ τὸν προηγησάμενον τῆς ἐνεργείας σκοπόν. Τοῦτο δὲ διαιρεῖται τριχῶς. Ἢ γὰρ ὅταν οὐδ’ ὁτιοῦν τέλος ἐπακολουθήσῃ τῇ πράξει μάτην πεπρᾶχθαι ταύτην φαμέν· ὡς εἴγε καθάρσεως ἕνεκα πιών τις καθάρσιον μὴ καθαρθείη· ἢ ὅταν ἄλλο τι τέλος ἀκολουθήσῃ παρὰ τὸ σκοπούμενον, καὶ οὗ ὁ πράττων στοχάζεται· ὡς εἴ τις ἀφικόμενος ὠνήσασθαί τι ἐν ἀγορᾷ φίλῳ περιτύχῃ καὶ διημερεύσῃ μετ’ αὐτοῦ· ἢ ὅταν γένηται μὲν καὶ τὸ τέλος οὗ ἕνεκεν ἡ πρᾶξις, προσεπιγένηται δέ τι καὶ ἕτερον· ὡς εἴ τις ἐπὶ τῷ λούσασθαι πορευθείς, ἐπὶ τὸ βαλανεῖόν τε χρεωφειλέτην εὑρών, λουσάμενος ἀπέλαβε καὶ τὸ δάνειον. Ὅσον γὰρ ἐπὶ τῷ ἀπολαβεῖν τὸ δάνειον, μάτην εἰς τὸ βαλανεῖον ἀφίκετο. Καὶ γὰρ οὐκ ἦν ὁ σκοπὸς τῆς εἰς τὸ βαλανεῖον ἀφίξεως ἡ τοῦ χρέους ἀπόληψις.

ιβʹ. Ἀλλ’ ἐπείπερ αἴτιον τοῦ υἱοῦ ποιητικόν πως εἶναι τὸν πατέρα, φθάσας ὁ λόγος ἀνωτέρω διέλαβεν· ἰστέον ὡς ἐπὶ ὑλικῆς γεννήσεως αἴτιον ἴσως ἂν λεχθείη ποιητικὸν ὁ πατήρ, εἰ καὶ μὴ κυρίως· ὀργανικὸν γὰρ μᾶλλόν ἐστι καὶ συναίτιον, μὴ παιδοποιῶν ὅτε βούλεται, μόνον δ’ ὁπόταν κινῇ τὸ παντουργὸν ἄνωθεν βούλημα. Ἐπὶ μέντοι τῆς παντάπασιν ἀΰλου γεννήσεως, ἡ θεία δ’ αὕτη ἐστίν, οὐχ ὡς ποιητικὸν αἴτιον ὁ πατὴρ τοῦ υἱοῦ, ἀλλ’ οὐσιῶδες εἰλικρινῶς. Ἐκεῖ γὰρ τὸ ποιοῦν ἔνθα καὶ τὸ ποιούμενον, ἤτοι τὸ πάσχον, ὅπερ ἐστὶν ἡ ὕλη. Ὄπου δὲ τὸ ποιούμενον οὐκ ἔστι, πῶς ἐκεῖ τὸ ποιοῦν; εἴ γε τὸ ποιοῦν ποιούμενον ποιεῖ· καὶ τὸ ποιούμενον ὑπὸ ποιοῦντος ποιεῖται· τῶν πρός τι καὶ γὰρ ταῦτα, καὶ συνεισφέρει ἄλληλα, καὶ ἀλλήλοις συναιρεῖται.

Κυρίως δὲ ποιητικὸν αἴτιον ἁπάσης κτίσεως, αἰσθητῆς τε καὶ νοητῆς, ὁ Θεός. Καὶ αὐτοὶ γὰρ οἱ ἄγγελοι πρὸς τὰ ὑπὸ τὴν αἴσθησιν συγκρινόμενοι, λέγονται ἄϋλοι· ἐπεὶ μόνον τὸ Θεῖον ἄϋλον ὄντως, καὶ διὰ τοῦτο καὶ μόνον ἀγένητον.