Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Ἐπιτομὴ φυσικῆς

Νικηφόρος Βλεμμύδης

Θεωρία περί του κενού, βιβλικές ερμηνείες και επίλογος

Ανασκευή της θεωρίας περί ύπαρξης κενού. Ερμηνείες ουρανίων και κοσμολογικών φαινομένων σε συσχετισμό με τον όγδοο ψαλμό, και καταληκτικές παρατηρήσεις.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 12 από 12

ΚΕΦΑΛ. ΛΑʹ. Περὶ κενοῦ. αʹ. Ἔνθα μὴ ἔστιν ὅλως τι τῶν σωμάτων, δύναταί σε γενέσθαι σώματος τόπος, ἐκεῖνο κενὸν ὀνομάζουσιν οἱ φυσικοί. Τόπον γὰρ ἐστερημένον σώματος οἴδασι τὸ κενόν. βʹ. Τινὲς μὲν οὖν ὄνομα μόνον κενόν τε καὶ ἀνύπαρκτον λέγουσι τὸ κενόν· τινὲς δὲ τὸ ἔξω τῆς κυρτῆς ἐπιφανείας τοῦ πρώτου καὶ κατ’ ἀλήθειαν ἀπλανοῦς οὐρανοῦ κενὸν ἀποφαίνονται· κενὸν σώματος, οὐ Θεοῦ· τὸ πᾶν γάρ, ἤτοι τὸν κόσμον, καὶ τὸ ὑπὲρ πᾶν, ἤτοι τὸ ὑπερκόσμιον πληροῖ ὁ Θεός.

Τοῦτο δὴ τὸ ὑπερκόσμιον ἔφασαν τὸ κενόν· ὃ μάλιστα καὶ τόπον ἰδίως εἶπον εἶναι μόνου Θεοῦ· ἀπείρου ἄπειρον, καὶ ἀσωμάτου ἀσώματον, καὶ αἰωνίου αἰώνιον. γʹ. Τοιοῦτον μὲν οὖν οὐκ ἔστιν ἐν τῷ κόσμῳ κενόν.

Σωμάτων καὶ γὰρ συμφυῶν ἀλλήλοις ἅπας ὁ κόσμος πεπλήρωται, Τοῦτο γὰρ ὁ κόσμος ἐστί, τὸ ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν μέσῳ, πυρός, ἀέρος καὶ ὕδατος σύστημά τε καὶ σύγκριμα, συμφυὲς καὶ εὐάρμοστον, καὶ ἄξιον ὑπὸ τοιούτου παραχθῆναι πανσόφου καὶ παντοδυνάμου δημιουργοῦ· ὑφ’ οὗ κἀκ τοῦ μηδαμῶς ὄντος ἔκτισται καὶ διακεκόσμηται.

Κενὸν οὖν κατὰ τὸν κόσμον οὐκ ἔστι τὸ οἱονοῦν. δʹ. Εἰ γὰρ ἦν ὅλως ἐν τῷ κόσμῳ κενόν, οὔτ’ ἂν συμπάθειά τις ἐφαίνετο τῶν τοῦ κόσμου μερῶν πρὸς ἄλληλα, ταύτην τοῦ κενοῦ διακόπτοντος· οὔτ’ αὖ ταῖς αἰσθήσεσι καὶ μᾶλλον τῇ ὁράσει τοσαύτη τις ἦν ἡ ἐνέργεια. Πῶς γὰρ ἦν δυνατὸν ἐξικνεῖσθαι τὴν ὄψιν μέχρι τοῦ στερεώματος, μὴ τοῦ ἀέρος ὄντος διόλου συνεχοῦς ἑαυτῷ καὶ ἡνωμένου τῷ ὑπεκκαύματι, καὶ δι’ αὐτοῦ τῷ αἰθέρι, κατὰ συμφυΐαν ἀδιάστατον; Ὄντων γὰρ ἐν τῷ μεταξύ τινων κενωμάτων, ἤγουν ἂν αἱ αἰσθήσεις κατεναρκοῦντο ἐμποδιζόμεναι τοῖς κενώμασι.

εʹ. Τά τε στενόστομα τῶν σκευῶν περιτρεπόμενα ἐν τοῖς ὕδασιν ἐπίπλαντο πάντως, παρεμπίπτοντος διὰ τῶν κενωμάτων τοῦ ὕδατος Νῦν δ’ οὐ γίνεται τοῦτο. διὰ τὸ εἶναι ταῦτα πλήρη ἀέρος καὶ τοῦτον ἐκβληθῆναι μὴ δύνασθαι, τῶν στομάτων αὐτῶν περιεχομένων ὑπὸ τοῦ ὕδατος.

ϛʹ. Ἀπὸ δὲ τῆς κλεψύδρας ἐναργέστερον μαρτυρεῖται μὴ κατὰ κόσμον εἶναί τι κενὸν Ἔστι δ’ ἡ κλεψύδρα σκεῦος κωνοειδές, μικραῖς τισιν ὀπαῖς τὴν βάσιν ἔχον διάτρητον· τὸ δὲ στόμιον ἐστενωμένον κατ’ αὐτὴν φέρον τὴν κορυφήν. Τοῦτο τὸ σκεῦος πληρούμενον ὕδατος καὶ μετεωριζόμενον ἐπιπωματιζομένου τοῦ στομίου διὰ τοῦ ἀντίχειρος, ἢ ἄλλως πως ἀσφαλῶς, ὥστε μὴ ἔχειν ἐντεῦθεν τὸν ἀέρα παρείσδυσιν, στέγει τὸ ὕδωρ, ὅτι μηδ’ ἐκ τῶν κατὰ τὴν βάσιν πόρων ὅλων δύναται παρεισδῦναί τις ἀὴρ προκαταληφθέντων τῷ τοῦ ὕδατος σώματι, καὶ οἱονεὶ ἀποφραγέντων καὶ τὴν διέξοδον ἀποκλεισάντων τῷ πνεύματι. Μένει τοιγαροῦν τὸ ὕδωρ ἐντός, διὰ τὸ μὴ πεφυκέναι κατὰ κόσμον εὑρεθῆναί που κενὸν μηδὲ πρὸς βραχύ. Καταῤῥέοντος γὰρ ἂν τοῦ ὕδατος καὶ τὰς ἐν τῇ βάσει τοῦ ἄγγους ὀπὰς οὐκ ἀπολιμπάνοντος τῇ συνεχείᾳ τῆς ῥεύσεως, οὐκ εἶχέ ποθεν ὁ ἀὴρ εἰσδῦναι, καὶ τὴν χώραν ἐκείνην καταλαβεῖν, ἣν προκατέχον τὸ καταῤῥέον ὕδωρ ἀπέλιπε· καὶ ἦν ἂν ἐξ ἀνάγκης ἐντὸς τοῦ ἄγγους τις τόπος κενός. Ὅτι δ’ οὐ πέφυκε τοῦτο. μένει τὸ ὕδωρ ὅλον ἀμείωτον. Ἐπὰν δ’ ἐκ τοῦ στομίου λάβῃ τινὰ παρείσδυσιν ὁ ἀήρ, τότε καταῤῥεῖ τοσοῦτον τοῦ ὕδατος ὅσον τοῦ ἀέρος εἰσέρχεται· καὶ τοῦ στομίου πάλιν φραττομένου, διακοπτομένη παρευθὺ τοῦ ὕδατος ἡ κατάῤῥευσις παύεται· καὶ μένει τὸ τοῦ ὕδατος, ἐναπολειφθὲν τῇ κλεψύδρᾳ, καθὰ τὸ ὅλον ὕδωρ ἔμενε πρότερον.

Φανερὸν οὖν ὡς οὐκ ἔστιν ἐν τῷ κόσμῳ τι κενόν.

ζʹ. Ἔξω δὲ τοῦ κόσμου τὸ τοιοῦτον κενὸν ὑπονοεῖται διήκειν εἰς ἄπειρον. Ἐπεὶ γὰρ πᾶν τὸ περιεχόμενον ἑτέρῳ τινὶ περιέχεται, καθὼς ἐπὶ τῶν μερικῶν σωμάτων ἐκφαίνεται τὰ μὲν γὰρ αὐτῶν ἀέρι, τὰ δ’ ὕδατι, τὰ δ’ ἄλλῳ τινὶ περιέχεται, καὶ ὁ κόσμος πάντως πεπερασμένος ὑπάρχων ὑφ’ ἑτέρου τινὸς ἂν περιέχοιτο. Σῶμα δ’ οὐκ ἔστιν ἐκτὸς τοῦ κόσμου. Καὶ γὰρ οὗτός ἐστιν ἡ σύλληψις παντὸς σώματος καὶ περίληψις καί, οἷον εἰπεῖν, ὁλότης σωματική. Τοιγαροῦν ἀσώματον ἔσται τὸ τὸν κόσμον περιέχον. Εἰ γὰρ σῶμα καὶ τοῦτο, περιληφθήσεται πάντως ὑπ’ ἄλλου τινός. Σῶμα γὰρ ἄπειρον οὐκ ἔστιν ἐπινοῆσαι. Διόπερ ἀναγκαίως ἀσώματον ἂν εἴη τὸ περιέχον ἐσχάτως τὴν σύμπασαν ἐγκόσμιον σύστασιν.

Ὡς δ’ ἁπάντων ἔσχατον, ἔσται δὲ ἄπειρον. Τὴν ὑστάτην οὖν τῶν ὄντων περιοχὴν τὴν ἀσώματόν τε καὶ ἄπειρον κενὸν ὀνομάζουσιν· ὡς μήτι τῶν σωμάτων ἔχουσαν ὅλως ἐν ἑαυτῇ.

ΕΦΑΛ. ΛΒʹ. Ἐκ τῆς εἰς τὸν ὄγδοον ψαλμὸν ἐξηγήσεως. αʹ. Εἰπὼν ὁ Προφήτης πρὸς τὸν Θεόν· Ὅτι ὄψομαι τοὺς οὐρανούς, ἔργα τῶν δακτύλων σου, καὶ τῶν οὐρανῶν καὶ ἀμφοτέρων μνησθείς, δημιουργὸν ἀπάσης τῆς κτίσεως ἐκήρυξε τὸν Χριστόν, τῇ περιοχῇ τὰ περιεχόμενα συμπεριλαβών. Ὁ γὰρ κατ’ ἀρχὰς γεγονὼς οὐρανός, ὁ φύσει πρῶτος καὶ ἄναστρος, περιοχή ἐστιν ἁπάσης κτίσεως αἰσθητῆς τε καὶ νοητῆς. Καὶ αὐτοὶ γὰρ οἱ νόες τῷ τοιούτῳ περιέχονται σύμπαντες οὐρανῷ· μόνον δὲ τὸ Θεῖον ἀπεριόριστον· ὄψομαι δέ φησιν ἀντὶ τοῦ γνώσομαι, Νοῦς γὰρ ὀφθαλμὸς ψυχῆς ὢν κρεῖττον ὁρᾷ τῶν σωματικῶν ὀφθαλμῶν. Γνώσομαι τοὺς οὐρανοὺς ἔργα σὰ μεταφορικῶς τε καὶ περιφραστικῶς, γνώσομαι διὰ παντός, οὔποτε τῆς τοιαύτης ἐκστήσομαι γνώσεως ὅτι σὺ δημουργὸς εἶ τοῦ παντός. Διηγηματικὸν δὲ τὸ ὅτι καὶ βεβαιωτικόν, οὐκ αἰτιολογικόν.

Ἀπὸ κοινοῦ γνώσομαι τὴν σελήνην καὶ τοὺς ἀστέρας. ἔργα τῶν δακτύλων σου, ἅτινα σὺ τεθεμελιωμένα καὶ μόνιμα καὶ τὴν αὐτὴν φυλάττοντα τάξιν πεποίηκας, εἰς ὃ διαμένειν ἐθέλοις τὸ πᾶν. βʹ. Διαλαβὼν δὲ περὶ σελήνης καὶ ἀστέρων, οὐ παρῆκε τὸν ἥλιον ἅμα μὲν μετὰ τῶν ἀστέρων τάξας ὡς ἀστέρα καὶ αὐτὸν ἐξοχώτατον καὶ βασιλικώτατον καὶ λαμπρότατον καὶ ἀστεράρχην ὠνομασμένον ὑπό τινων προσφυῶς· ἅμα δ’ ὡς τῇ σελήνῃ συνεξακουόμενόν τε καὶ συννοούμενον, εἴγε ταύτῃ τὸ φῶς ἐξ αὐτοῦ καθὸ φαίνει καὶ οὐκ ἐκ φύσεως.

γʹ. Ἰδίᾳ δὲ περὶ τῆς σελήνης εἴρηκε, καὶ μὴ συνεκφωνήσας ταύτην τοῖς ἄστρασι, δι’ ἃ πρὸς τοὺς ἀστέρας ἀκοινώνητα φέρει πολλά· τὰς τοῦ φωτὸς αὐξήσεις καὶ μειώσεις, ἀποκρύψεις τε καὶ πληρώσεις, καὶ τοὺς ποικίλους σχηματισμούς, καὶ ἔτιπερ οὐδεὶς τῶν ἀστέρων ἔξωθεν ἔχει τὸ φῶς, ὡς αὕτη κατ’ ἐπεισαγωγήν· ἀλλ’ οἴκοθεν ἔχουσιν αὐτὸ πάντες καὶ ἀναπόβλητον, εἰ καὶ μεθ’ ἡμέραν ὁρῶνται, τῆς ἡλιακῆς αὐτοὺς ἀποκρυπτούσης πλησμίου φωτοχυσίας καὶ ὑπερβαλλούσης λαμπρότητος.

δʹ. Ὁ μὲν οὖν ἥλιος ὑψηλότερός ἐστι τῆς σελήνης ἐπιπλέον ἢ ὅσον ἀφέστηκεν αὕτη τῆς γῆς καὶ πολλαχῶς ἐπιπλέον· ἡ δὲ χθαμαλωτάτη παντὸς ἀστέρος γινώσκεται. Τῶν γὰρ ἀστέρων οἱ μὲν ἀπλανεῖς, οἱ δὲ πλάνητες λέγονται. Καὶ οἱ μὲν ἀπλανεῖς ὁμοτίμως ὑψηλότατοι πάντες καὶ πάμπολλοι· τὸ χύμα λέγω τῶν ἀστέρων αὐτὸ τὸ πολυπληθές. Οἱ δὲ πλάνητες μετὰ καὶ τῆς σελήνης ἑπτά, καὶ ἄλλου ἄλλος χθαμαλώτερός τε καὶ προσγειότερος.

εʹ. Τοῦ στερεώματος δὲ κυκλικῶς κινουμένου κίνησιν ὀξυτάτην καὶ ἄληκτον, ἐξ ἀνατολῶν εἰς δυσμάς, ὡς πρὸς αἴσθησιν, συμπεριφέρονται καὶ πάντες ἀστέρες αὐτῷ, καὶ σύμπας αἰθήρ. ϛʹ. Πολὺ δὲ πάνυ καὶ μυρίον τὸ τοῦ αἰθέρος διάστημα τὸ ἐκ τοῦ στερεώματος ἕως τοῦ ὑπεκκαύματος· ὅπερ ὑπέκκαυμα τὸ πῦρ ἐστι, τὸ στοιχεῖον αὐτό. Τὸ γὰρ ἡμῖν γινωσκόμενον πῦρ ἔξαψίς ἐστι τοῦ τοιούτου στοιχειώδους πυρός, ὑπερβολὴν ἔχον τῆς πυρώδους θερμότητος, ὥσπερ ὁ κρύσταλλος τῆς ἐν ὕδατι θεωρουμένης ψυχρότητος.

ζʹ. Οἱ μὲν οὖν ἀπλανεῖς ἀστέρες πεπήγασιν ἐν τῷ στερεώματι καὶ σὺν αὐτῷ μόνῳ φέρονται, μηδεμίαν ἰδίαν κατὰ τόπον ποιούμενοι κίνησιν· οἱ δὲ πλάνητες οὐ πεπήγασιν ἐν τῷ στερεώματι· κατωτέρω δὲ τούτου κατά τινας βαθμίδας ἐν τῷ αἰθέρι μετέωροι φέρονται, καὶ τοῦ στερεώματος φερομένου μετὰ τῆς τῶν ἀπλανῶν παμπληθείας ἐξ ἀνατολῶν εἰς δυσμάς, ὡς ἡ αἴσθησις, αὐτοὶ τοὐναντίον ἐκ δυσμῶν εἰς ἀνατολὰς ἰδίαν σχολαιοτέραν κινοῦνται κίνησιν. Ὅθεν καὶ πλάνητες ὠνομάσθησαν· ὡς δῆθεν ἀποπλανηθέντες τῆς τοῦ στερεώματος πορείας, καὶ τοῦ τοσούτου τῶν ἀστέρων ἐσμοῦ, καὶ τὴν ἐναντίαν βαδίζοντες.

ηʹ. Ταῦτα δὲ λέγω πρὸς τὸ φαινόμενον· ἐπεί τοί γε μόνος ὁ πρῶτος οὐρανὸς ἐξ ἀνατολῶν εἰς δυσμὰς φερόμενος ἔγνωσται συμπεριάγων ἑαυτῷ καὶ τὸν δεύτερον, τὸ στερέωμα. Τὸ γὰρ στερέωμα καὶ αὐτὸ πρὸς δυσμὰς ἐξ ἀνατολῶν μετὰ τῶν λεγομένων ἀπλανῶν ἀστέρων φέρεται φυσικῶς· διὰ δὲ τὸ βραδύτατον τῆς τοιαύτης πλανητικῆς κινήσεως διαλανθάνει τὴν αἴσθησιν. Εἰς μοίρας γὰρ ἑξήκοντα καὶ τριακοσίας τοῦ παντὸς κύκλου διαιρουμένου, μίαν μοῖραν καθ’ ἕκαστον ἔτος τετήρηται διέρχεσθαι πλανητικῶς τὸ στερέωμα· κατά τινας δ’ οὐ μοῖραν, ἀλλὰ τμῆμα μοίρας ὀλίγιστον. Διὸ δὴ κἀκ τῆς τοιαύτης ἰδίας καὶ φυσικῆς κινήσεως τοῦ στερεώματος, ὁ πρῶτος οὐρανὸς ὁ μὴ ὁρώμενος ἑώραται νοερῶς τοῖς τὴν ἐξέτασιν ταύτην φιλοπόνως ποιησαμένοις.

θʹ. Τὴν μὲν οὖν ἰδίαν κίνησιν οἱ πλάνητες ποιοῦνται τοιαύτην, οἵαν εἰρήκαμεν· συμπεριάγονται δὲ καὶ τῷ οὐρανῷ τῇ ῥύμῃ τῆς αὐτοῦ φορᾶς ἐκνικώμενοι. Κἀντεῦθεν ὁ ἥλιος δι’ ἐνιαυτοῦ τὴν ἰδίαν κίνησιν ἐκπληρῶν, τὴν πλανητικήν, τὴν ἐκ δυσμῶν εἰς ἀνατολάς, ἐν ἡμέρᾳ μιᾷ καὶ νυκτί, διὰ τῆς ἐναντίας ἐκ τοῦ αὐτοῦ εἰς τὸ αὐτὸ καί τι πλέον ἀποκαθίσταται, ὑπὸ τῆς οὐρανοῦ ῥύμης ἑλκόμενος καὶ περιαγόμενος. Διὰ μὲν οὖν τῆς σὺν οὐρανῷ περιαγωγῆς αἴτιος γίνεται τῶν ἡμερῶν τε καὶ τῶν νυκτῶν, ὑπέργειος φερόμενος τῶν ἡμερῶν, ὑπόγειος τῶν νυκτῶν· διὰ δὲ τῆς οἰκείας κινήσεως τῆς πλανητικῆς τῶν τεσσάρων ὡρῶν.

ιʹ. Ἔχων γὰρ τὸν τῆς τοιαύτης αὑτοῦ κινήσεως κύκλον, ὑπὸ τὸ στερέωμα βεβλημένον λοξῶς, τῶν μὲν δύο μερῶν αὐτοῦ τῶν κατὰ διάμετρον, ἀντικρὺ τεταγμένων τοῖς μέσοις τοῦ στερεώματος μέρεσι, τῶν ἑτέρων δ’ αὖ δύο μερῶν, κατὰ διάμετρον καὶ αὐτῶν, τοῦ μὲν ὑπονεύοντος πρὸς τοῖς βορειοτέροις τοῦ στερεώματος, τοῦ δὲ πρὸς τοῖς νοτιωτέροις· ὅτε μὲν διέρχεται τὰ ὑπὸ τὰ μέσα τοῦ στερεώματος, τὰς ἰσημερίας ποιεῖ· τὴν ἐαρινήν, ἀπὸ τῶν νοτίων ἐρχόμενος· ὑποστρέφων ἐκ τῶν βορέων, τὴν φθινοπωρινήν· ὅτε δὲ τὸ τοῦ οἰκείου κύκλου τμῆμα τὸ βορειότατον δίεισι, τότε τὴν θερινὴν ὥραν ἀποτελεῖ· τὴν χειμερινὴν πάλιν, ὅτε τὸ νοτιώτερον.

ιαʹ. Ἀφέστηκε δὲ πρῶτος τοῦ στερεώματος πλάνης ἀστὴρ Κρόνος, ὁ καὶ Φαίνων καλούμενος, τὸν οἰκεῖον κύκλον δι’ ἐτῶν τριάκοντα διερχόμενος. Κατωτέρω τούτου Ζεύς, ὁ καὶ Φαέθων, δωδεκαετίᾳ τὴν αὐτοῦ πλανητικὴν ἀπαρτίζων περίοδον. Μετ’ αὐτόν τε καὶ ὑπ’ αὐτὸν Ἄρης ὁ καὶ Πυρόεις ἔτεσι δύο καὶ μησὶ πέντε καὶ πρὸς τὴν ἰδίαν περιστροφὴν ἐκπληρῶν. Εἶτα τέταρτος καὶ κατὰ τὸ τοῦ αἰθέρος μεσαίτατον ἥλιος δι’ ἐνιαυτοῦ περαιῶν τὴν αὐτοῦ περιέλευσιν· ἤγουν διὰ νυχθημέρων τριακοσίων ἑξήκοντα πέντε καὶ τετάρτου. Μετ’ αὐτὸν Ἀφροδίτη, καὶ ὑπ’ αὐτὴν Ἑωσφόρος ὁ ἀστὴρ οὗτος. Ἀλλὰ καὶ Ἕσπερος· τὸ μὲν γάρ ἐστι καὶ καλεῖται τῆς ἡλίου προανίσχων ἐπιτολῆς· τὸ δ’ αὐτοῦ καταδυομένου φαινόμενος πρὸς δυσμαῖς. Περὶ τῆς αὐτοῦ φυσικῆς κινήσεως οἱ ἀστρολογήσαντες διεφώνησαν· καὶ οἱ μὲν ἔφασαν αὐτὸν ἰσοδρομεῖν τῷ ἡλίῳ· τοῖς δὲ μησὶν ὀκτὼ περιτρέχειν τὸν ἴδιον κύκλον ἔδοξεν οὗτος.

Ἕκτος ὁ Ἑρμῆς, ὁ καὶ Στίλβων ἐν ἓξ μησὶ καὶ ἡμέραις ἕξ, τὴν ὅλην αὐτοῦ ποιούμενος περιπόρευσιν. Τισὶ δὲ τῶν ἀστρολόγων ἐνιαυσιαῖον καὶ οὗτος ποιεῖσθαι τὸν δρόμον ὑπείληπται, καθάπερ ὁ ἥλιος. Ἀκριβέστεροι δὲ μᾶλλον δοκοῦσιν οἱ ἐλάττω τοῦ ἐνιαυτοῦ τοῖς εἰρημένοις δυσὶ πλάνησι τὸν τῆς φυσικῆς κινήσεως χρόνον ἀποφηνάμενοι, κατὰ τὴν τάξιν τῆς πρὸς τοὺς ἄλλους πλάνητας ὑποβάσεως.

Μετὰ πάντας ἀστέρας ἡ σελήνη τέτακται κατωτάτω· πρὸς δὴ τὸ πέρας αὐτὸ τοῦ αἰθέρος τό γε τεθολωμένον, ὡς τῷ ὑπεκκαύματι συμμιγές. Αὕτη σμικρότατον ἔχουσα ὡς χθαμαλωτάτη καὶ προσγειοτάτη συντόμως αὐτὸν ἀνύει· δι’ ἡμερῶν γὰρ ἑπτά τε καὶ εἴκοσι καί τινος ἡμίσους μάλιστά πως ἡμέρας μιᾶς.

Διὸ καὶ πολλάκις τοῦ ἐνιαυτοῦ καὶ φθάνει καὶ παραμείβει τὸν ἥλιον. ιβʹ. Οὖσα δὲ κατωτάτω τοῦ αἰθέρος καὶ κατὰ τὰς αὐτοῦ πρὸς τὸ ὑπέκκαυμα συναφὰς καὶ συμμίξεις, ὡς εἴρηται, ζοφερὸν ἔχει τὸ σῶμα καὶ φύσει ἀλαμπές· ἐκ δὲ τῶν ἡλιακῶν ἀκτίνων ἐπείσακτον κατ’ ἰδιότητα πέφυκε δέχεσθαι τὸ φῶς. Διὸ καὶ σελήνη κατονομάζεται διὰ τὸ σέλας νέον ἔχειν ἀεί, καὶ οὔποτε παλαιόν, ἄλλοτε ἄλλων μερῶν φωτιζομένων αὐτῆς.

ιγʹ. Οὖσα γὰρ καὶ αὕτη σφαιροειδὴς ὡς ὁ ἥλιος καὶ πᾶς ἄλλος ἀστήρ, ὅτε μὲν κατὰ διάμετρον ἔχει τὸν ἥλιον, ἀφεστηκυῖα τὴν πλείστην αὐτοῦ καὶ μεγίστην ἀπόστασιν, ὅλα δὴ τότε καταλάμπεται τὰ κάτω μέρη καὶ πρὸς ἡμᾶς, καὶ γίνεται παμφαής· ὅσῳ δὲ τῷ ἡλίῳ πελάζει, τοσούτῳ φαίνεται τὰ πρὸς ἡμᾶς ἀλαμπής· ἐκ τῶν ὁρωμένων ταύτης μερῶν εἰς τὰ μὴ ὁρώμενα μεταβιβαζομένων τῶν ἡλιακῶν αὐγασμῶν. Ὅτε δὲ συνέλθῃ τῷ ἡλίῳ πρὸς τὸν αὐτὸν ὥστε συνοδεύειν αὐτῷ. τότε τὰ ὑψηλότερα μέρη πάντα φωτιζομένη τὰ πρὸς τὸν οὐρανόν, ἀφώτιστος εὑρίσκεται διόλου τὰ κάτω καὶ πρὸς ἡμᾶς· ὅτε δ’ αὖ παραμείψῃ τὸν ἥλιον, ἄρχεται τὰ κάτω φωτίζεσθαι, πρὸς λόγον τῆς παραμείψεως γινομένης ἀεὶ τῆς φαύσεως.

ιδʹ. Ἔστι δὴ μέσον τοῦ στερεώματος πλάτος πολὺ κυκλικὸν καὶ λοξόν· ὑφ’ ὃ ποιοῦνται τὴν κίνησιν πάντες οἱ πλάνητες. Οὐδὲ γὰρ τὸ στερέωμα πᾶν ὑποτρέχουσι. Τὸ τοιοῦτον πλατύτατον κύκλωμα τὸ λοξὸν ἄστρα φέρει πολλά, σκιαγραφοῦντά πως ζῶά τινα. Κὰκ τῆς τοιαύτης σκιαγραφίας τῆς συγκεχυμένης καὶ ἀμυδρᾶς ζῶα κεκλήκασιν οἱ τῶν ἀστρολόγων ἀρχαιότεροι τὰ σκιαγραφήματα· καὶ τὴν περιοχὴν αὐτῶν πᾶσαν κύκλον ζωδιακόν, καὶ λίαν καταχρησάμενοι τοῖς ὀνόμασιν.

ιεʹ. Ὑπὸ τὸ τοῦ ζωδιακοῦ τὸ μεσαίτατον ὁμαλῶς ὁ ἥλιος κινεῖται διηνεκῶς τὴν ἀπὸ δυσμῶν εἰς ἀνατολάς· οἱ δ’ ἄλλοι πλάνητες ἑλικοειδῶς φερόμενοι τὸ ὑπὸ τὸν ζωδιακὸν πλάτος πᾶν ἐξαλλάττουσι· καὶ ποτὲ μὲν ἐπὶ τὰ βόρεια γίνονται τούτου, ποτὲ δ’ ἐπὶ τὰ νότια, ποτὲ δὲ καὶ πρὸς τὸ μέσον εὑρίσκονται.

Μάλιστα δὲ τῶν ἄλλων ἡ σελήνη ποιουμένη τὴν τοιαύτην ἐξαλλαγήν, ποτὲ μὲν ἄνεισιν ὡς πρὸς βόρεια, ποτὲ δὲ κάτεισιν ὡς πρὸς νότια· ποτὲ δὲ καὶ τὸν μέσον ὁδεύει τὸν ὑπὸ τὸν ἡλιακόν. ιϛʹ. Κατὰ γοῦν τὴν αὐτῆς πρὸς τὸν ἥλιον σύνοδον βορειοτέρα μὲν οὖσα καὶ νοτιωτέρα, τὸν ἥλιον ὑποσκιάσαι καὶ κρύψαι οὐ δύναται. Κατὰ δὲ τὸν μέσον εὑρισκομένη καὶ τῷ ἡλίῳ γινομένη τότε δὴ καὶ κατὰ κάθετον, φραγμὸν ἑαυτὴν καὶ διατείχισμα τίθησι μέσον ἡλίου καὶ ἡμῶν, καὶ οὕτως ἀποκρύπτει τὸν ἥλιον ἀφ’ ἡμῶν· καὶ οὔτ’ αὐτοῦ τὰς ἀκτῖνας ἐᾷ διικνεῖσθαι πρὸς τὸν καθ’ ἡμᾶς ἀέρα καὶ φωτίζειν αὐτόν, οὔθ’ ἡμᾶς τὸν ἥλιον καθ’ ὅπερ ἂν ὑποδράμοι μέρος αὐτὸν καθορᾷν.

ιζʹ. Καὶ τὴν τοιαύτην σύμπτωσιν ἔκλειψιν ἡλίου προσηγορεύκασιν, οὐ ταῖς ἀληθείαις τοῦ φωστῆρος ἐκλείποντος, ἀλλὰ δοκοῦντος ἐκλείπειν, ἐκ τοῦ μήτ’ αὐγάζειν μήθ’ ὁρᾶσθαι, τοῦ τῆς σελήνης διείργοντος σώματος.

ιηʹ. Ἐν δὲ ταῖς τοιαύταις γίνεται τῆς σελήνης ὑποδρομαῖς ὁ ἥλιος ἡμῖν ἀφανὴς ἐνίοτε μὲν ὅλος, τὰ πολλὰ δὲ κατά τι μέρος αὐτοῦ πρὸς λόγον τῆς ὑποκρύψεως. Ὅσον γὰρ ὑποβέβηκεν ἡ σελήνη, τοσοῦτον καὶ ἡμῖν ἀκαθόρατον· τοῦτο καὶ πρὸς ἡμᾶς οὐκ ἐκπέμπει τὸ φῶς.

ιθʹ—καʹ. Ἀλλ’ ἡ μὲν λεγομένη κατὰ τὸν ἥλιον ἔκλειψις οὐκ ἔστι πάθος αὐτοῦ. Πάντη γὰρ ἀμείωτον ὁ ἥλιος ἔχει τὸ φῶς ἀεὶ καὶ εἰλικρινές. Ἡ δὲ τῆς σελήνης ἔκλειψις αὐτῆς τῆς σελήνης πάθος ἐστί· καὶ κατ’ ἀλήθειαν, ἀλλ’ οὐ κατὰ δόκησιν ἔκλειψις.

Ὅτε γὰρ ἡ σελήνη τῷ ἡλίῳ κατὰ διάμετρον γίνεται, πρὸς μὲν τοῖς ὑπὸ τὸν ζωδιακὸν εὑρισκομένη βορείοις καὶ νοτίοις. μένει μηδὲν πάσχουσα παμφαής. Ἐν τῷ μέσῳ δὲ τυχοῦσα καὶ τὸν ἡλιακὸν ὑποτείνουσα, τότε τῆς γῆς διατειχιζούσης, οὐ δέχεται τὰ ἐξ ἠλίου αὐγάς· καὶ καθ’ ὃ μέρος οὐ δέχεται ταύτας, οὐδὲ φωτίζεται· καὶ ὅπερ αὕτη κατὰ τὴν λεγομένην ἡλιακὴν ἔκλειψιν ἐν συνόδῳ ποιεῖ, διαφράττουσα τὸν ἥλιον ἐξ ἡμῶν, τοῦτ’ ἐν διαμέτρῳ πάσχει παρὰ τῆς γῆς, Ἡλίου γὰρ καὶ σελήνης εὑρισκομένη τηνικαῦτα μέσον ἡ γῆ, κατὰ μίαν εὐθεῖαν, κωλύει τὴν σελήνην ταῖς ἐξ ἡλίου λαμπηδόσιν αὐγάζεσθαι.

Καὶ ὅσον αὐτῆς μέρος ταῖς ἡλιακαῖς ἀκτῖσιν οὐ καταλάμπεται, μένει τοῦτο πάμπαν ἀφώτιστον. Ἐνίοτε δὲ καὶ πᾶσα ζοφοῦται, καὶ τὸ φῶς ὅλον ἀπόλλυσιν, ὡς καὶ δοκεῖν ἠφαντῶσθαι καὶ μηδὲ τὸν τόπον ἐν ᾧπερ ἦν ὅλως διαγινώσκεσθαι, τῷ μηδὲ σκιὰν αὐτῆς κἂν γοῦν ἀμυδράν τινα περισώζεσθαι. Τοιαύτης καὶ ἡμεῖς σεληνιακῆς ἐκλείψεως αὐτόπται γεγόναμεν.

κβʹ. Ὁ μὲν οὖν ἥλιος ἐκ τῶν φαινομένων περὶ τὰς τῆς σελήνης ἐκλείψεις μείζων τῆς γῆς ἀνενδοιάστως γινώσκεται· καὶ διὰ τοῦτο γινόμενος ὑπὸ γῆν, οὐ κωλύεται παρ’ αὐτῆς εἰς τὸ τοῦ αἰθέρος ὕψος τὰς οἰκείας ἐκπέμπειν αὐγάς. Περιεχομένης γὰρ ὑπὸ τοῦ ἡλίου τῆς γῆς διὰ τὴν ταύτης σμικρότητα, πῶς ἂν κωλυθεῖεν αἱ ἀκτῖνες ἐκ τῶν ἄκρων αὐτῆς εἰς τὸ τοῦ αἰθέρος ὕψος διαβιβάζεσθαι; Διὸ καὶ καταλάμπεται τὰ ὑψηλότερα τοῦ κόσμου κἀν τῷ ὑπὸ γῆν εἶναι τὸν ἥλιον· ἐν νυκτὶ δέ εἰσι τότε τὰ χθαμαλώτερά τε καὶ προσγειότερα. Νὺξ γὰρ οὐδὲν ἕτερον ἢ τῆς γῆς ἡ σκιά.

κγʹ. Τῆς τοιαύτης οὖν σκιᾶς διὰ τὸ μέγεθος τοῦ ἡλίου γινομένης κωνοειδοῦς, καὶ τὴν μὲν βάσιν ἐχούσης πλατεῖαν συμπαρεκτεταμένην τῷ μέρει τῆς γῆς ὅσον οὐ καταλάμπει ὁ ἥλιος. τὴν δὲ κορυφὴν εἰς ὀξὺ λήγουσαν· τὰ μὲν ἄνω τῆς σελήνης καὶ ὑψηλότερα τὴν τοιαύτην καὶ κατὰ μῆκος ὑπερβαίνει σκιάν.

Ὅθεν οὐδεὶς ἱστόρηταί ποτε τῶν ἀστέρων ταύτῃ περιπεσεῖν. Ἦ γὰρ ἂν ἐφάνη λαμπρότερος ἑαυτοῦ· τὰ φῶτα γὰρ ἐν νυκτὶ μᾶλλον ἢ ἐν ἡμέρᾳ λαμπρότερα φαίνεται. Διὸ καὶ οἱ ἀστέρες, αἰθρίας οὔσης ἐν ἀσελήνῳ νυκτί, πλέον ἔχουσι τὸ λαμπρὸν ἢ τῆς σελήνης διαυγαζούσης. Οἱ μὲν οὖν ἀστέρες ἄπαντες ὑπερφέρονται τῆς σκιᾶς, μὴ φθανούσης εἰς τὸ ὕψος αὐτῶν· ἡ δὲ σελήνη πρόσγειος οὖσα, τῷ τῆς γῆς ἐντυγχάνει κώνῳ περὶ τὸ ἄκρον, ὅτε διαμετροῦσα τὸν ἥλιον ὑπὸ τὸν αὐτοῦ φέροιτο κύκλον, μήτε πρὸς τὰ βόρεια, μήτε πρὸς τὰ νότια νεύουσα.

κδʹ. Δῆλον δ’ ἐντεῦθεν, ὅτι καὶ πολὺ σμικρὸν ὅσον πρὸς τὴν γῆν τὸ σῶμα τῆς σελήνης ἐστίν· εἴ γε τὰ περὶ τὸ ἄκρον τῆς ἐκ γῆς σκιᾶς καὶ νυκτὸς ὅλον αὐτὸ δύναιντο περισχεῖν. κε. Καὶ τοῦθ’ ἡμῖν ἐπὶ τοῖς δεδειγμένοις οὐ γραμμικῶς ἀλλὰ λογικῶς, ἔστω δὴ πόρισμα. Ταῦτα μὲν ἐκ τῆς εἰς τὸν ὄγδοον ψαλμὸν ἐξηγήσεως.

κϛʹ. Ἐπεὶ δὲ περὶ ὑψωμάτων καὶ ταπεινωμάτων καὶ οἴκων καὶ ἐναντιωμάτων τῶν ἐν τοῖς πλάνησιν ἔφθημεν προδιαλαβεῖν, εἴη ἂν διττὸν τὸ ὕψωμα καὶ ταπείνωμα· τὸ μὲν κατὰ τὸ ὑπεργειότερον καὶ προσγειότερον τῶν ἐν τοῖς πλάνησι σφαιρῶν ἔκκεντροι γάρ εἰσιν αἱ πᾶσαι πρὸς τὴν σφαῖραν τοῦ στερεώματος, καὶ πρὸς ἀλλήλας· καὶ τὰ μὲν μερῶν ἔχουσιν ὑψηλότερα, τὰ δὲ ταπεινότερα, τὸ δὲ ταπείνωμα καὶ ὕψωμα, κατὰ τὴν τοῦ ζωδιακοῦ ὑπεξάλλαξιν.

Πάντες γὰρ οἱ πλάνητες πλὴν τοῦ ἡλίου καὶ τοῖς βορείοις καὶ τοῖς νοτίοις καὶ τοῖς ὑπὸ τὸν ζωδιακὸν ἐν τῷ ἑλικοειδῶς κινεῖσθαι προσέρχονται. κζʹ. Περὶ τούτου τοῦ ταπεινώματος καὶ τούτου τοῦ ὑψώματος οἶμαι τοὺς ἀστρολόγους διαλαμβάνοντας διηγεῖσθαι καὶ ὑψώματα τῶν πλανήτων εἶναί τινα ζώδια καὶ ἄλλα δὴ ταπεινώματα. κη. Πῶς γὰρ ἂν ἄλλως εἴη ὁ Ταῦρος ὕψωμα τῆς σελήνης, εἰ μὴ ὅτιπερ ὑπ’ αὐτὸν γινομένη πρὸς τὰ βορειότερα τὰ ὑπὸ τὸν ζωδιακὸν ὑψοῦσθαι ἄρχεται;

Τῆς γὰρ σεληνιακῆς σφαίρας τὸ μέσον οὐκ ἔστι τὸ ὑπὸ τὸν Ταῦρον· ἵν’ ὁ Ταῦρος εἴη τῆς σελήνης ὕψωμα κατὰ τὴν σφαῖραν αὐτῆς· ἐπεὶ μηδὲ τὸ ὑπὸ τὸν Καρκῖνον τῆς σεληνιακῆς σφαίρας τὸ ὑψηλότατον· ἀλλὰ μέσον μὲν ταύτης, τὸ ὑπὸ τὸν Ζυγόν· ὑψηλότατον δὲ τὸ ὑπὸ τὸν Τοξότην. Ὥσπερ γὰρ ὁ ἥλιος ὑπὸ τοὺς Διδύμους γινόμενος τῆς οἰκείας σφαίρας καταλαμβάνει τὸ ὑψηλότατον, οὕτως ἡ σελήνη τὸν Τοξότην ὑποθέουσα τῆς οἰκείας σφαίρας ἔχει καὶ αὕτη τὸ ὑψηλότατον. κθ. Ὁ μὲν οὖν ἥλιος τὸν μέσον ὑποτρέχων ἀεὶ τοῦ ζωδιακοῦ, πρὸς τὰ τοῦ κόσμου βορειότερα καὶ ὑψηλότερα γίνεται, διὰ τῆς τῶν βορειοτέρων ζωδίων ὑποδρομῆς, διὰ δὲ τῆς τῶν νοτιωτέρων πρὸς τὰ νοτιώτερά τε καὶ ταπεινότερα.

λʹ, λαʹ. Ἔχει δὲ καὶ τὸ ὑψηλότατον τῆς σφαίρας αὐτοῦ πρὸς τὰ βορειότερα ζώδια· καὶ διὰ τοῦτο γινόμενος ὑπὸ τὸν Κριόν, ἔχει διπλοῦν ὕψωμα τὸν Κριόν. Οὐ μόνον γὰρ τοῖς ὑψηλοτέροις τοῦ κόσμου μέρεσιν ἐντεῦθεν ἄρχεται προσφοιτᾷν, ἀλλὰ καὶ τὰ τῆς οἰκείας σφαίρας ζητεῖν ὑψηλότερα· καὶ ὕψος ὑψοῦται μέχρι Διδύμων ὅλων. Τὸν δὲ Καρκῖνον ὑποτρέχων, οὐ ποιεῖται μὲν πρὸς τὰ τοῦ κόσμου μέρη ταπείνωσιν ἐκ Λέοντος γὰρ αὕτη. τῆς δ’ οἰκείας σφαίρας ἄρχεται ταπεινοῦσθαι τοῦ ἀκροτάτου ὑψώματος.

λβʹ. Καὶ διὰ τοῦτο καὶ κατὰ κορυφὴν ὢν ἡμῶν ἐκ τῆς τοῦ κόσμου ἐγκλίσεως καὶ προσγειότερος ἀρχόμενος γίνεσθαι, καὶ ἡμῶν ἐγγυτέρω κατὰ κάθετον, καὶ τὸ θερμότατον ἐν ζωδίοις ἔχων ἐγγειτονοῦν, λέγω δὴ τὸν Λέοντα, μειζόνων γίνεται καυμάτων αἴτιος, ἢ ὅτε τὸ ὑπὸ τοὺς Διδύμους περιενόστει τμῆμα, τῆς οἰκείας σφαίρας τὸ ὑψηλότατον. Καὶ ὁ μὲν ἥλιος οὕτως.

λγʹ. Οἱ δὲ λοιποὶ πλάνητες, πρὸς μὲν τὰ νοτιώτερα ὑπὸ τὸν ζωδιακὸν ἀρχόμενοι φέρεσθαι, λέγοιντ’ ἂν ταπεινοῦσθαι· τῇ δ’ ἐντεῦθεν ἀνόδῳ μετὰ τὴν τοῦ μέσου παραλλαγὴν πρὸς τὰ ὑπὸ τὸν ζωδιακὸν βορειότερα νεύοντες, λέγοιντ’ ἂν ὑψοῦσθαι· καὶ τὸ ζώδιον ὑφ’ ὃ τὴν πρὸς τὰ βορειότερα νεῦσιν ὁ πλάνης ἄρχεται ποιεῖσθαι, λέγοιτ’ ἂν τοῦ τοιούτου πλάνητος ὕψωμα· τὸ δ’ ὑφ’ ὃ νεύειν ἄρχεται πρὸς τὰ νότια, τοῦτο ταπείνωμα.

λδʹ. Τὸ μέντοι τῇ φύσει τοῦ πλάνητος οἰκεῖον ζώδιον οἶκος αὐτοῦ τοῦ πλάνητος κέκληται· τὸ δ’ ἀνοίκειον καὶ ἀπροσφυὲς ἐναντίωμα. λεʹ, λϛʹ. Διὸ τοῦ μὲν ἡλίου τοῦ θερμοτάτου τὸ θερμότατον ζώδιον οἶκον ἔθεντο οἱ ἀστρολόγοι, τὸν Λέοντα· ὕψωμα τὸν Κριόν· ταπείνωμα τὸν Ζυγόν· ἐναντίωμα, τὸν Ὑδροχόον, τὸ τῶν ζωδίων ψυχρότατον. Πρὸς δὲ τὸν ψυχρότατον Κρόνον τοὔμπαλιν πεποιήκασιν, οἶκον αὐτῷ δόντες τὸν Ὑδροχόον· οἶκον ἕτερον τὸν Αἰγόκερων, καὶ αὐτὸν χειμερινὸν ζώδιον καὶ ψυχρόν· ἀλλὰ δὴ καὶ ξηρὸν ἐν τοῖς αὐτοῦ πλείουσι μέρεσιν· ὕψωμα τὸν Ζυγόν· ταπείνωμα τὸν Κριόν· ἐναντίωμα τὸν Λέοντα. Ἐπεὶ δ’ ὁ Κρόνος καὶ ἱκανῶς ξηρός, δεδώκασιν αὐτῷ καὶ ἕτερον ἐναντίωμα. τὸν Καρκῖνον, ζώδιον ὑγρότατον.

λζʹ. Οἶκος Διὸς τοῦ ἐν μεσότητι κράσεως Τοξότης καὶ Ἰχθύες· ὕψωμα Καρκῖνος· ταπείνωμα Αἰγόκερως· ἐναντιώματα Δίδυμοι καὶ Παρθένος. ληʹ. Οἶκοι Ἄρεος, τοῦ θερμοῦ καὶ πλέον ξηροῦ, Κριὸς καὶ Σκορπίος· ὕψωμα Αἰγόκερως· ταπείνωμα Καρκῖνος· ἐναντιώματα Ταῦρος καὶ Ζυγός.

λθʹ. Οἶκοι Ἀφροδίτης τῆς ἐν μεσότητι κράσεως Ταῦρος καὶ Ζυγός· ὕψωμα Ἰχθύες· ταπείνωμα Παρθένος· ἐναντιώματα Κριὸς καὶ Σκορπίος. μʹ. Οἶκοι Ἑρμοῦ εὐκράτως ἔχοντος Δίδυμοι καὶ Παρθένος· ἡ Παρθένος καὶ ὕψωμα· ταπείνωμα Ἰχθύες, οἱ αὐτοὶ καὶ ἐναντίωμα· ἕτερον ἐναντίωμα Τοξότης.

μαʹ. Οἶκος σελήνης τῆς ὑγροτάτης Καρκῖνος· ὕψωμα Ταῦρος· ταπείνωμα Σκορπίος· ἐναντίωμα Αἰγόκερως. μβʹ. Πρῶτον ζώδιον ἐαρινὸν ἰσημερινὸν ὁ Κριός, τὴν κρᾶσιν θερμόν. Διὸ καὶ οἶκος Ἄρεος ὡς θερμοῦ· τῆς δ’ Ἀφροδίτης ἐναντίωμα γνωριζομένης ἐν μεσότητι κράσεως· ᾖ δὴ μεσότητι τὸ θερμὸν ἀντίκειται· καθάπερ καὶ τἄλλα τὰ πόῤῥω μεσότητος.

Δεύτερον ζώδιον ὁ Ταῦρος, ἐν μεσότητι γνωριζόμενος κράσεως. Διὸ καὶ τῆς Ἀφροδίτης οἶκος ὁ Ταῦρος· Ἄρεος δ’ ἐναντίωμα τὸ τῆς κράσεως μέσον οὐκ ἔχοντος. Τρίτον οἱ Δίδυμοι, τοὐπίπαν εὐκρασίας μεστόν. Διὸ καὶ οἶκός ἐστιν Ἑρμοῦ. Φέρον δὲ τὰ νότια θερμὰ καὶ ξηρὰ κατ’ ἐπίτασιν, τοῦ Διός ἐστιν ἐναντίωμα, μεσότητα κράσεως ἔχοντος. Τέταρτον ὁ Καρκῖνος, ζώδιον ὑγρότατον τῆς ὑγροτάτης σελήνης οἶκος· ἐναντίωμα δὲ τοῦ Κρόνου τοῦ σὺν ἐπιτεταμένῃ ψυχρότητι καὶ πολλὴν κεκτημένου ξηρότητα. Πέμπτον ὁ Λέων, τὸ τῶν ὅλων ζωδίων θερμότατον, ἡλίου μὲν οἶκος τοῦ θερμοτάτου, ἐναντίωμα δὲ Κρόνου τοῦ ψυχροτάτου. Ἕκτον ἡ Παρθένος, εὐκράτως ἔχουσα κατὰ μέρη τὰ νότια, καὶ διὰ τοῦτο δεύτερος οἶκος Ἑρμοῦ τυγχάνουσα· κατὰ τἄλλα δὲ μέρη αὕτη καὶ θερμοτέρα τοῦ μετρίου καὶ ὑγροτέρα.

Ὅθεν καὶ Διὸς ἐναντίωμα. Ἕβδομον ὁ Ζυγός, ζώδιον φθινοπωρινὸν ἰσημερινὸν καὶ ὡς ἐπίπαν εὔκρατον. Ὅθεν Ἀφροδίτης ἕτερος οἶκος, Ἄρεος δ’ ἐναντίωμα. Ὄγδοον ὁ Σκορπίος, ζώδιον θερμὸν καὶ ξηρόν, κἀντεῦθεν Ἄρεος ἕτερος οἶκος· ἐναντίωμα δ’ Ἀφροδίτης. Ἕνατον ὁ Τοξότης, μετρίας μετέχων ὑγρότητος, καὶ μετρίας θερμότητος ἐν τοῖς ἔμπροσθεν μέρεσιν· ἃ προηγούμενα λέγονται· πολλῆς δ’ εὐκρασίας ἐν τοῖς μέσοις. Διὸ καὶ πρῶτος οἶκος Διός. Ἐπεὶ δὲ πυρώδη φέρει τὰ ὄπισθεν, ἅπερ ἑπόμενα λέγονται, ξηρὰ δὲ τὰ βόρεια καὶ τὰ νότια κάθυγρα, διὰ τὴν τοιαύτην ἀνωμαλίαν ἐναντίωμά ἐστιν Ἑρμοῦ. Δέκατον ὁ Αἰγόκερως, τινὰ μὲν ἔχων ἔνυγρα μέρη, τὰ πλείω δὲ ξηρά, καὶ τὸ σύμπαν πόῤῥω τοῦ μετρίου ψυχρός· ὅθεν οἶκος τοῦ Κρόνου· τῆς δὲ σελήνης ἐναντίωμα, μηδεμίαν ἐχούσης ἐν ψυχρότητι μοῖραν, ἀλλ’ ἤδη καὶ θερμότητός τινος μετεχούσης ἐκ τοῦ ἡλίου κατ’ ἐπεισαγωγήν, πόῤῥω τε πάσης οὔσης ξηρότητος. Ἑνδέκατον ὁ Ὑδροχόος, ζώδιον ψυχρότατον, Κρόνου μὲν ἕτερος οἶκος, ἠλίου δ’ ἐναντίωμα. Δωδέκατον οἱ Ἰχθύες, τὰ προηγούμενα μέρη φέροντες εὔκρατα· δίυγρα δέ πως τὰ μέσα τε καὶ νότια, κἀντεῦθεν ἕτερος οἶκος ὄντες Διός. Ἐπεὶ δὲ τἄλλα μέρη τῶν Ἰχθύων πυρώδη τε καὶ καυσώδη, κατὰ ταῦτα τὸ τοιοῦτον ζώδιον Ἑρμοῦ ἐστιν ἐναντίωμα. Γράφεται δὲ καὶ οὕτως ὁ τοῦ Κριοῦ χαρακτήρ, καὶ οὕτως ὁ τοῦ Ταύρου, καὶ ἀπολύτως ὁ τοῦ Ὑδροχόου.

μγʹ. Ταῦτα πρὸς τὴν ἡμετέραν ἐν λόγοις ἕξιν ἐκτεθειμένα τὴν ἀδρανῆ καὶ ὀλιγίστην ἐν μαθήμασιν εἴδησιν τοῖς φιλολόγοις καὶ φιλομαθέσιν ἐκδέδονται· τοῦ τὴν ἐπ’ ἀμαθίᾳ καὶ ἀφυΐᾳ διαδρᾶναι κατάγνωσιν τὸ τῇ φιλολογίᾳ τι συνεισενεγκεῖν προθεμένων ἡμῶν ὡς λόγου ἄξιον. Εἰ δὲ λόγου καὶ ἡ εὐγνωμοσύνη, πῶς ἂν καταγνοῖεν οἱ φιλολόγοι; μᾶλλον μὲν οὖν καὶ χάριν ὁμολογήσαιεν τῷ Θεῷ.