Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Ἐπιτομὴ φυσικῆς

Νικηφόρος Βλεμμύδης

Άνεμοι, σεισμοί, βροντές και κεραυνοί

Μελέτη της γένεσης, των διευθύνσεων και των επιδράσεων των ανέμων. Εξέταση των αιτίων των σεισμών, καθώς και του σχηματισμού βροντών, αστραπών και τυφώνων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 6 από 12

ΚΕΦΑΛ. ΙΖʹ. Περὶ ἀνέμων καὶ τῶν λοιπῶν πνευμάτων. αʹ. Διττῆς οὔσης τῆς ἀναθυμιάσεως, τῆς μὲν ἀτμιδώδους καὶ ὑγρᾶς, τῆς δὲ καπνώδους καὶ ξηρᾶς, οὐδετέρα τούτων χωρὶς τῆς ἑτέρας εὑρίσκεται, ἀλλ’ ὁμοῦ μὲν καὶ ἄμφω, ἐκ δὲ τοῦ πλεονάζοντος καλεῖται τὸ ὅλον. Ἡ μὲν οὖν ὑγροῦ πλέον μετέχουσα ἀναθυμίασις ἀρχὴ τοῦ ὑομένου ὕδατός ἐστιν· ἡ δὲ τὸ ξηρὸν ἔχουσα πλέον ἀρχὴ καὶ αἰτία καὶ ὕλη τῶν ἀνέμων καὶ τῶν λοιπῶν πνευμάτων γινώσκεται.

βʹ. Ὥσπερ δ’ οὐ πᾶν τὸ ὁπωσοῦν ῥέον ὕδωρ λέγεται ποταμός, ἀλλὰ τὸ ἀρχὴν ῥύσεως ἔχον πηγήν· οὕτως οὐδὲ πᾶν πνεῦμα λέγεται ἄνεμος, ἀλλὰ τὸ ἔχον ἀρχὴν τῆς ἑαυτοῦ ῥύσεως, οἷον πηγήν· τὰ γὰρ ἐκ τῆς γῆς ἀναφυσήματα πνεύματα μέν εἰσιν, ἐπειδὴ πνέουσιν· ἄνεμοι δ’ οὐκ εἰσίν.

γʹ. Ὅτε μὲν οὖν ἡ ἀτμιδώδης ἀναθυμίασις πλεονεκτεῖ, τότε καὶ ἔπομβρα τὰ ἕτη γίνεσθαι εἴωθεν· ὅτε δ’ ἡ ξηρὰ καὶ καπνώδης, τότε καὶ τὰ ἕτη ἀνεμώδη καὶ αὐχμηρά. δʹ. Ποτὲ μὲν οὖν συμβαίνει κατὰ πολλὴν ἅμα χώραν καὶ συνεχῆ ἢ ἐπομβρίαν γίνεσθαι ἢ ἀνέμους καὶ αὐχμοῦ, ποτὲ δὲ καὶ κατὰ μέρη. Πολλάκις γὰρ ἡ μὲν κύκλῳ χώρα λαμβάνει τοὺς ὄμβρους· μέρος δέ τι ταύτης λείπεται αὐχμηρόν· ἢ καὶ ἀνάπαλιν, τῆς κύκλῳ χώρας αὐχμώσης, μέρος τι ταύτης ἐπομβρίαν ἔχον εὑρίσκεται. Καὶ εἴη ἂν αἴτιον τὸ τὰ πολλὰ μὲν τὸ αὐτὸ πάθος ἐπὶ πλείω διήκειν χώραν, διὰ τὸ τὰ σύνεγγυς ἀλλήλων μέρη τῆς γῆς ὁμοίαν ἔχειν σχέσιν πρὸς τὸν ἥλιον τὸν τῶν ἀναθυμιάσεων αἴτιον, εἰ μὴ διά τινα θέσιν ἰδίαν τόποι τινὲς διαφορὰς ἔχουσι πρὸς τὸν ἥλιον παρὰ τοὺς οἷς παράκεινται.

Οὐ μὴν ἀλλ’ ἐνίοτε κατὰ μὲν τόδε τὸ μέρος τὴν ξηρὰν ἀναθυμίασιν συμβαίνει πλεονεκτεῖν, κατὰ δὲ τὸ παρακείμενον τὴν ὑγράν· καὶ ἀνάπαλιν. Οὗπερ αἴτιον ἂν εἴη τὸ ποτὲ μὲν ἀφ’ ἧς ἀναφέρεται χώρας ἡ ξηρά, κατὰ ταύτην καὶ μένειν ῥέουσαν αὐτήν· ὁμοίως καὶ ἀφ’ ἧς ἡ ὑγρὰ τὴν ὑγράν. Ὅ τε δ’ ὑπαλλάσσεσθαι καὶ ἀπωθεῖσθαι ὑπὸ πνευμάτων τινῶν τὴν μὲν ὑγράν, ὅθεν ἡ ξηρά, τὴν δὲ ξηρὰν ὅθεν ἡ ὑγρά· ἢ ἡ μὲν ἔμεινε καθὸ ἀνηνέχθη, ἡ δ’ εἰς ἄλλην που χώραν ἀπώσθη. ε. Τὴν μὲν οὖν τῶν ἀνέμων ὕλην, θερμὴν καὶ ξηρὰν ἀναθυμίασιν εἶναί φασι, μὴ δοκεῖν δὲ τοὺς ἀνέμους θερμούς, διὰ τὸ κινεῖν τὸν ἀέρα πολλῆς ἀτμίδος πλήρη τυγχάνοντα καὶ ψυχρᾶς. Οὕτω γὰρ καὶ τὸ διὰ τοῦ στόματος φυσώμενον πνεῦμα θερμὸν μὲν ἐγγύθεν εἶναι τοῦ στόματος, πόῤῥω δὲ ψυχρὸν διὰ τὴν αὐτὴν αἰτίαν.

ϛʹ. Ἴσως δ’ ἂν ἐκ θερμῆς μὲν ἀναθυμιάσεως ἔχοιεν οἱ ἄνεμοι τὰς ἀρχάς, ὥσπερ δὴ καὶ οἱ ὄμβροι πᾶσα γὰρ ἀναθυμίασις ξηρά τε καὶ ὑγρὰ διὰ τὸ ἐν αὐτῇ θερμὸν ἀναθυμιᾶται καὶ ἀναφέρεται. Ἀλλ’ ὥσπερ ἡ ἀτμὶς διὰ ψύξιν πιλουμένη καὶ πυκνουμένη δύναται μεταβάλλειν εἰς ὕδωρ· οὐκ ἄτοπον ἂν εἴη τυχὸν τὸν αὐτὸν τρόπον ὑπολαβεῖν καὶ τὴν θερμὴν καὶ ξηρὰν ἀναθυμίασιν πιλεῖσθαί τε καὶ πυκνοῦσθαι, καὶ εἰς πνεῦμα συνίστασθαι. Καὶ ὥσπερ ἐκ τῆς ὑγροτέρας ἀναθυμιάσεως γίνεται ὕδωρ ὑπὲρ γῆν τε καὶ ὑπὸ γῆν, οὕτως αὖ ἐκ τῆς ξηροτέρας γίνεσθαι πνεῦμα καὶ ἄνω καὶ κάτω ὑπὸ γῆν.

ζʹ. Ὕλη μὲν οὖν τῶν ἀνέμων εἴη ἂν ἡ θερμὴ ἀναθυμίασις καὶ ξηρά, οὐκ ἀμιγὴς οὐδ’ ἄκρατος· ἐπείπερ ἡ τοιαύτη διαβαίνει πρὸς τὸ ὑπέκκαυμα· ἡ δὲ τῶν ἀνέμων σύστασις πλησίον γίνεται τῆς γῆς ἐν τῷ ἠρεμοῦντι ἀέρι, ἀλλ’ οὐκ ἐν τῷ ὑπὸ τοῦ αἰθέρος συνεπισυρομένῳ μετὰ τοῦ ὑπεκκαύματος. Ἦ γὰρ ἂν ἐπὶ ταυτὸ περιήγοντο πάντες ἄνεμοι· νῦν δὲ καί τινες ἀλλήλοις ἀντιπνέουσιν. Ἀλλὰ καί τινα τῶν ὑψηλοτέρων ἱστορεῖται ὀρῶν ὑπερνέφελά τε καὶ ὑπερήνεμα. Ἔνθα γοῦν τὰ νέφη συνίστανται, ἐκεῖσε δοκεῖ καὶ τοὺς ἀνέμους συνίστασθαι.

ηʹ. Καὶ ὥσπερ τὰς ῥανίδας κατὰ μικρὰ συνισταμένας τὸ πρῶτον, ἔπειτ’ ἀλλήλαις μιγνυμένας τὸ τελευταῖον καταφέρεσθαι μετὰ πλήθους· ὡς δὲ κἀν τῇ γῇ κατολίγον τὸ ὕδωρ συλλειβόμενον νοτιζούσης τῆς γῆς, καὶ τότε συναγόμενον εἰς ἕν, τὰς τῶν ποταμῶν ἀρχὰς ἐκτελεῖν, τὸν αὐτὸν τρόπον καὶ τὴν τῶν ἀνέμων σύστασιν γίνεσθαι· πολλῶν γὰρ ἀναθυμιάσεων κατὰ μικρὸν ἀλλήλαις συνιουσῶν εἰς τὸ φανερὸν οἱ ἄνεμοι προέρχονται μέγεθος. Διὸ καὶ ἐλάχιστοι μέν εἰσιν ὅθεν ἄρχονται πίνειν· προϊόντες δ’ αὔξονται καὶ λαμπροὶ γίνονται προσγινομένων αὐτοῖς ἀναθυμιάσεων κατὰ τὴν εἰς τὸ πρόσθεν πρόοδον καὶ συναυξουσῶν αὐτούς. Ὅπερ κἀπὶ τῶν μεγάλων ποταμῶν γινόμενον φαίνεται. Μικρὰ μὲν γάρ εἰσιν ἐν ταῖς τῶν ῥύσεων ἀρχαῖς, ἐπείπερ οὐκ ὀλίγοι αὐτῶν ἐν κρηνῶν ἄρχονται, προϊόντες δὲ μεγεθύνονται διαφόρων ῥευμάτων εἰσβαλλόντων αὐτοῖς.

θʹ. Ὅτι δὲ οὐκ ἐκ μόνης θερμῆς καὶ ξηρᾶς ἀναθυμιάσεως τοῖς ἀνέμοις ἡ γένεσις, καὶ ἀπὸ τῆς αὐτῶν κινήσεως γνώριμον· ἄνω γὰρ ἂν ἕκαστος αὐτῶν ἐφέρετο, τὴν οὐσίαν ἔχων τοιαύτην ἀναθυμίασιν. Νῦν δὲ τῶν ὅλων ἀνέμων ἡ κίνησις εἰς τὸ πλάγιόν πως καὶ λοξή.

ιʹ. Δυοκαίδεκα δὲ πάντες ἄνεμοι φαίνονται πνέοντες. ἀπὸ τῆς ἰσημερινῆς ἀνατολῆς ἀπηλιώτης, ὁ παρὰ Σικελιώταις ἑλλησποντίας καλούμενος, καρνάβας δὲ παρὰ Φοίνιξι, καὶ παρὰ τοῖς ἐν Πόντῳ βερεκυντίας· ἀπὸ τῆς ἰσημερινῆς δυσμῆς ζέφυρος· ἀπὸ τῆς θερινῆς ἀνατολῆς καικίας· ἀπὸ τῆς θερινῆς δυσμῆς ἀργέστης, ὁ καὶ ὀλυμπίας καὶ ἰάπυξ καὶ σκίῤῥων ὀνομαζόμενος· ἀπὸ τῆς χειμερινῆς ἀνατολῆς εὖρος· ἀπὸ τῆς χειμερινῆς δυσμῆς λίψ· ἀπὸ τῶν περὶ τὴν ἄρκτον τόπων βορέας ὁ κυρίως ἀπαρκτίας λεγόμενος· ἀπὸ δὲ τῶν περὶ τὴν μεσημβρίαν νότος.

Μεταξὺ δ’ ἀπαρκτίου καὶ ἀργέστου θρασκίας· μεταξὺ καικίου καὶ ἀπαρκτίου ὁ καλούμενος μέσης· τοῦτον δὲ μᾶλλον βορέαν οἶδε καλεῖν ἡ συνήθεια· νότου καὶ λιβὸς λιβόνοτος μεταξύ· εὔρου δὲ καὶ νότου εὐρόνοτος, ὁ καὶ φοινικίας.

ιαʹ. Τούτων αἴθριοί εἰσιν ἐν ἡμῖν ἀπαρκτίας· θρασκίας, καὶ ἀργέστης, διὰ τὸ τὰ νέφη ἀπωθεῖν ἀφ’ ἡμῶν βορειοτέρων ὄντων. Αἴθριοι δέ εἰσιν, ὅταν μὴ τύχωσιν εἶναι πάνυ ψυχροί, ὡς φθάνειν πηγνύναι τὴν ἀναθυμίασιν καὶ τὰ νέφη πρὸ τοῦ ἀπώσασθαι. Ὁ δὲ καικίας οὐκ ἀεί ἐστιν αἴθριος διὰ τὸ ἀνακάμπτειν εἰς ἑαυτόν, ὅθεν ἄρχεται. Οὐδὲ γὰρ εὐθεῖαν εἰς τὰ πλάγια φέρεται, ἀλλὰ κυρτήν, ἔχουσαν τὸ κυρτὸν νενευκὸς πρὸς τῇ γῇ. Ἀνανεύων δὲ καὶ προσπίπτων τοῖς νέφεσιν οὐκ ἀπωθεῖ ταῦτα, ἀλλὰ προσάγει τῷ τόπῳ ὅθεν οὗτος ὁ ἄνεμος πνεῖ. Τοῦτο δ’ ἂν συμβαίνοι περὶ αὐτὸν τῷ προσγειότερον αὐτῷ πνέοντι ἀντιπίπτειν τινὰς τῆς γῆς ἐξοχάς, καὶ οὕτως ἀναστρέφειν εἰς τὸ ἄνω τὴν τοῦ πνεύματος τοῦδε φοράν.

Ὑγροὶ δὲ μάλιστα τῶν ἀνέμων εἰσὶ λὶψ καικίας καὶ ἀπηλιώτης· ξηροὶ δὲ ἀργέστης καὶ εὗρος· ὃς εὖρος ἐν ἀρχῇ μὲν ὑπάρχει ξηρός, τελευτῶν δὲ πέφυκεν ὑδατώδης γίνεσθαι. Νιφετώδεις δὲ μάλιστα μέσης καὶ ἀπαρκτίας· οὗτοι γὰρ ψυχρότατοι· καυματώδεις δὲ νότος, ζέφυρος καὶ εὖρος. Νέφεσι δὲ πυκνοῦσι τὸν οὐρανόν, πυκνοτέροις μὲν ὁ καικίας, ἀραιοτέροις δέ πως ὁ λίψ. Ἀστραπαῖοι δ’ εἰσιν ἀπαρκτίας, θρασκίας, ἀργέστης, καὶ πρὸς τούτοις ὁ μέσης. Ψυχροὶ γὰρ ὄντες διὰ τὸ ἐγγύτερον ἡμῶν πνεῖν, καὶ ἀπὸ τῶν ἀρκτικῶν μερῶν ὄντων ψυχρῶν, πιλοῦσι τὰ νέφη διὰ τὴν ψυχρότητα. Πιλουμένων δὲ τῶν νεφῶν τὸ ἐν αὐτοῖς ἐναπειλημμένον θερμὸν ἀθροιζόμενον εἰς ἕν, μετὰ βίας ἀθρόον ἐκκρίνεται διὰ τὴν σφοδρὰν κίνησιν ἐκπυρωθέν. Αὐτῶν δὲ τούτων ἔνιοι καὶ χαλαζώδεις εἰσὶ τῷ ψυχρότητα πηγνύναι ταχέως τὸ ἐκκρινόμενον ὕδωρ. Δοκεῖ γὰρ καὶ οὕτως χάλαζα γίνεσθαι.

ιβʹ. Καθίστανται δὲ καὶ ἐκνεφίαι ἀπαρκτίας, θρασκίας καὶ ἀργέστης. Ἐκνεφίαι γὰρ γίνονται, ὅταν ἄλλων πνεόντων ἀνέμων ἄλλοι ἐπιπεσόντες αὐτοῖς παύσωσιν αὐτούς. Ὅταν οὖν οἱ πρῶτοι πνέοντες ἀπώσωνται τὰ νέφη, δοκοῦσιν οἱ ἐκ τῶν ἐναντίων μερῶν ἐμπίπτοντες αὐτοῖς πνεῖν ἐξ αὐτῶν τῶν νεφῶν Ἐπιπίπτουσι δὲ μάλιστα πνέουσιν ἄλλοις οὗτοι οἱ ἄνεμοι διὰ τὸ ἐγγύθεν αὐτοὺς πνέοντας καὶ μετὰ ῥύμης εἶναι σφοδρούς.

ιγʹ. Ἐπεὶ δὲ τὰ πλεῖστον ἀπέχοντα κατὰ τόπον ἐναντία κατὰ τόπον ἐστί· πλεῖστον δ’ ἀπέχει τὰ κατὰ διάμετρον· ἡ δ’ ἰσημερινὴ ἀνατολὴ καὶ ἡ ἰσημερινὴ δυσμὴ διαμετροῦσιν ἀλλήλας κατὰ τὸν αὐτὸν ὁρίζοντα θεωρούμενα, καὶ πάλιν ἡ θερινὴ ἀνατολὴ καὶ ἡ χειμερινὴ δυσμή· καὶ αὖθις ἡ χειμερινὴ ἀνατολή, καὶ θερινὴ δυσμή· ὁμοίως δὲ καὶ ἡ ἄρκτος καὶ ἡ μεσημβρία· ἐπεὶ ταῦθ’ οὕτως ἔχει, εὔδηλον ὡς ἀντιπνέουσιν ἀλλήλοις οἱ ἐκ τῶν ἐναντίων τόπων πνέοντες ἄνεμοι. Ὅθεν ὁ μὲν ἀπηλιώτης ἀντιπνεῖ τῷ ζεφύρῳ, ὁ καικίας δὲ τῷ λιβί. ὁ εὖρος τῷ ἀργέστῃ, καὶ ὁ βορέας τῷ νότῳ· ὡσαύτως ὁ θρασκίας τῷ φοινικίᾳ, καὶ ὁ μέσης τῷ λιβονότῳ.

Δεῖ δὲ τὴν θέσιν τῶν ἀνέμων καὶ τὴν τοπικὴν αὐτῶν ἐναντίωσιν κατανοεῖν ἐκ τοῦ διαγράμματος. ιδʹ. Ἀνατολικοὶ μὲν οὖν εἰσιν ἄνεμοι καικίας, ἀπηλιώτης καὶ εὖρος· ὁ μὲν ἀπὸ τῆς θερινῆς ἀνατολῆς. ὁ δ’ ἀπὸ τῆς ἰσημερινῆς, ὁ δ’ αὖ ἀπὸ τῆς χειμερινῆς.

Δυτικοὶ δ’ ἄνεμοι ἀργέστης, ζέφυρος, λίψ· ὁ μὲν ἀπὸ τῆς θερινῆς δυσμῆς, ὁ δ’ ἀπὸ τῆς ἰσημερινῆς· ὁ δὲ λὶψ ἀπὸ τῆς χειμερινῆς. Ἀρκτῷοι δὲ ἤτοι βόρειοι θρασκίας, ἀπαρκτίας, καὶ μέσης ὁ κατὰ συνήθειαν βορέας λεγόμενος· ὧν ὁ μὲν θρασκίας ἀπὸ τῶν δεξιῶν τῆς ἄρκτου μερῶν, καὶ ὡς πρὸς δύσιν ἔχει τὸ πνεῖν, τῇ θερινῇ πλησιάζων δυσμῇ· ὁ δ’ ἀπαρκτίας ἀπὸ μέσης ἄρκτου· ὁ δὲ λοιπὸς ἐκ τῶν εὐωνύμων τῆς ἄρκτου μερῶν. Ἄνεμοι δὲ μεσημβρινοὶ ἤτοι νότιοι ὁ εὐρόνοτος, ὁ νότος καὶ ὁ λιβόνοτος· ὁ μὲν ἀπὸ τῶν δεξιῶν τῆς μεσημβρίας, ἤγουν ἔγγιστα τῇ χειμερινῇ ἀνατολῇ· ὁ δὲ νότος ἐκ μέσης μεσημβρίας· ὁ λιβόνοτος δ’ ἐξ ἀριστερᾶς.

ιεʹ. Ἄλλοι δὲ τῶν ἀνέμων ἄλλως παρ’ ἄλλοις μέρεσι φέρονται κραταιότερον ἢ ἀσθενέστερον. Τινὲς δὲ καὶ ἰδιοτρόπως ἐπικρατοῦσιν ἐν τόποις τισὶν ἐκεῖθεν τὴν γένεσιν ἔχοντες. ιϛʹ. Καὶ τούτων ὅσοιπερ ἐκ νενοτισμένης πνέουσι γῆς ἀπόγειοι λέγονται· ὅσοι δ’ ἐκ κόλπων ἐξάττουσιν, ἐκκολπίαι. Τούτοις δ’ ἀνάλογόν τι ἔχουσιν οἱ ἐκ ποταμῶν καὶ λιμνῶν. Ὅσοι δὲ τῶν ἀνέμων κατὰ ῥῆξιν γίνονται νέφους, εἰ μὲν καὶ ἀνάλυσιν τοῦ πάχους ποιοῖντο πρὸς ἑαυτούς, τυφωνικοὶ ὀνομάζονται. εἰ δ’ ἧττον εἶεν παχεῖς, ἐκνεφίαι καλοῦνται· μεθ’ ὕδατος δ’ ἀθρόως ῥαγέντος ὁπόσοι φέρονται ἐξυδρίαι προσαγορεύονται.

ιζʹ. Καὶ ὅσοι μὲν τῶν ἀνέμων πρὸς εὐθεῖαν διαπνέουσιν, εὐθύπνοοι λέγονται· ὅσοι δ’ ἀνακάμπτουσι πρὸς τὰς οἰκείας ἀρχάς, καθάπερ ὁ καικίας, ἀνακαμψίπνοοι. ιη. Λέγονται δέ τινες καὶ ἐτησίαι κατὰ τὸ θέρος πνέοντες καὶ μίξιν ἔχοντες ἔκ τε τῶν ἀρκτῴων καὶ δυτικῶν· ἄλλοι δ’ ὀρνιθίαι ἐαρινοί τινες ἄνεμοι βόρειοι.

ιθʹ. Τῶν γε μὴν βιαίων πνευμάτων καταιγὶς μὲν ἔστι, πνεῦμα τύπτον ἄνωθεν ἐξαίφνης μετὰ σφοδρότητος. Θύελλα δέ, πνεῦμα μετὰ ῥύμης φερόμενον ἰσχυρᾶς καὶ ἄφνω προσαλλόμενον ἐν τῷ πνεῖν. Λαίλαψ δὲ καὶ στρόβιλος πνεῦμα εἰλούμενον κάτωθεν ἄνω. Γῆς δὲ ἀναφύσημα, πνεῦμα κατὰ τὴν ἐκ βυθοῦ τινος ἢ ῥήγματος ἀνάδυσιν ἄνω φερόμενον. Ὅταν δ’ εἰλούμενον φέρηται πολὺ καὶ θερμόν, πρηστὴρ χθόνιος λέγεται.

ΚΕΦΑΛ. ΙΗʹ. Περὶ σεισμοῦ. αʹ. Ὁ σεισμὸς δοκεῖ γίνεσθαι τῆς ἐκ τοῦ ἐπικρατοῦντος ὀνομαζομένης θερμῆς καὶ ξηρᾶς ἀναθυμιάσεως ἀπολαμβανομένης κάτω καὶ ὑπὸ γῆν, ἀθροιζομένης τε καὶ συναγομένης εἰς ἕν, κἀντεῦθεν πνεύματος ἰσχυροῦ συνισταμένου, καὶ τὰς ἔνδον κοιλότητας πληροῦντος τῆς γῆς, βιαίως τε κινουμένου καὶ συγκινοῦντος τὸ ὑπερκείμενον τῆς γῆς.

βʹ. Ὅθεν καὶ νηνεμίας οἱ πολλοὶ καὶ μεγάλοι γίνονται τῶν σεισμῶν. Ἡ γὰρ ἀναθυμίασις, συνεχὴς φερομένη, ἕπεται ὡς ἐπὶ τὸ πολὺ τῇ ὁρμῇ τῆς ἀρχῆς· ὥστε ἢ ἔξω τῆς γῆς ἢ ἔσω πᾶσαν συννεύειν αὐτήν. Οὐκ ἄλογον δέ γε καὶ ἀνέμων ὄντων γίνεσθαί τινας τῶν σεισμῶν. Ἐνίοτε γὰρ καὶ πλείους ἅμα πνέουσιν ἄνεμοι· ὧν ὅταν ἅτερος ὑπὸ γῆν ὁρμήσῃ, ποιήσει σεισμόν, ἄνω πνέοντος τοῦ λοιποῦ. Ἐλάττους δὲ τὸ μέγεθος γίνονται τὰ πολλὰ οἱ τοιοῦτοι σεισμοί, διὰ τὸ διῃρῆσθαι τὴν ἀρχὴν καὶ τὴν αἰτίαν αὐτῶν τὴν ποιητικήν· ὥσπερ καὶ οἱ ἅμα πνέοντες ἄνεμοι οὐ γίνονται πάμπαν σφοδροί.

γʹ. Νυκτὸς δὲ καὶ μᾶλλον πρὸς ὄρθρον οἱ πλείους καὶ μείζους γίνονται τῶν σεισμῶν. Νηνεμώτεραι γὰρ αἱ νύκτες τῶν ἡμερῶν, διὰ τὴν ἀπουσίαν τοῦ ἡλίου ψυχομένης καὶ πυκνουμένης τῆς ἐπιφανείας τῆς γῆς, καὶ τῶν πνευμάτων τὴν ἀρχὴν τῆς ῥύσεως λαμβανόντων εἰς τὸ ἐντός, ὥσπερ ἀμπώτιδος γινομένης τοῦ πνεύματος εἰς τὰ ἔνδον ἀπὸ τῆς ἔξω πλημμυρίδος τε καὶ ἐπιχύσεως· μάλιστα δὲ πρὸς ὄρθρον, ἐπεὶ τηνικαῦτα καὶ τὰ πνεύματα πέφυκεν ἄρχεσθαι πνεῖν.

δʹ. Τῶν δὲ τῆς ἡμέρας γινομένων σεισμῶν περὶ μεσημβρίαν οἱ πλεῖστοι καὶ ἰσχυρότεροι γίνονται. Νηνεμώτερον γὰρ τῆς ὅλης ἡμέρας ὡς ἐπίπαν ἡ μεσημβρία, διὰ τὸ τὸν ἥλιον μάλιστα τότε τὰς ἀκτῖνας ὀρθοτέρας καὶ ἐντονωτέρας ἐκπέμποντα κατακλείειν τὴν ἀναθυμίασιν εἰς τὴν γῆν, τὴν εἰς τὸ ἔξω πρόοδον αὐτῆς ἐμποδίζοντα.

εʹ. Ἔτι τε τοὺς ἰσχυροτάτους σεισμοὺς συμβαίνει γίνεσθαι περὶ τόπους, καθ’ οὓς θάλασσα στενὴ καὶ ῥοώδης. Σφοδρὸν γὰρ ἐν τοῖς τοιούτοις τὸ πνεῦμα γινόμενον καὶ διεκπίπτον βιαίως ἐκ τῆς γῆς, τῶν σεισμῶν αἴτιον γίνεται. Πολλήν τε γὰρ ἡ θάλασσα παρέχει χορηγίαν τῷ πνεύματι, καὶ διὰ τῶν στενῶν ἀθρόα ταῖς μεταῤῥύσεσι, καὶ τοὺς τόπους ἐπιλαμβάνουσα δι’ ὧν ἔξω τὸ πνεῦμα φέρεται, εἰς βάθος αὐτὸ ἀπωθεῖ. Τὸ δ’ ἀπωσθὲν καὶ ἀθρόον γενόμενον ἐκίνησε τῇ βίᾳ τὴν γῆν.

ϛʹ. Καὶ ὅσαι δὲ χῶραι τὰ ὑπὸ γῆν ἔχουσι σομφά τε καὶ ὕπαντρα, σείονται μᾶλλον, πολὺ δεχόμεναι πνεῦμα κατὰ τὰς ἔνδον κοιλότητας καὶ κινούμεναι ὑπ’ αὐτοῦ. ζʹ. Ἔαρος δὲ μάλιστα καὶ μετοπώρου γίνονται οἱ σεισμοί· πνευματωδέστεραι γὰρ αἱ ὧραι. Θέρους δὲ καὶ χειμῶνος ἐλάττω τὰ πνεύματα· χειμῶνος μὲν διὰ τὸ ψῦχος σβεννυμένων τῶν θερμῶν καὶ ξηρῶν ἀναθυμιάσεων, θέρους δὲ πάλιν διὰ τὸ καῦμα ξηραινομένων.

ηʹ. Ἀλλὰ καὶ ἐν αὐχμοῖς καὶ ἐν ἐπομβρίαις οἱ σεισμοὶ μάλιστα γίνονται. Ἐν μὲν γὰρ τοῖς αὐχμοῖς πνευματώδης ὁ ἀήρ· αὐτὸ γὰρ τοῦτό ἐστιν ὁ αὐχμός, τὸ πλείω γίνεσθαι τῆς ὑγρᾶς ἀναθυμιάσεως τὴν ξηράν· ἐν δὲ ταῖς ἐπομβρίαις πλείων ἡ ἐντὸς ἀναθυμίασις γίνεται. Καὶ γὰρ ἡ γῆ πολλὴν ἔνδον κεκτημένη πυρώδη οὐσίαν βρεχομένη πρὸς βάθος ἀτμίζει· καθάπερ ἐπὶ τῆς ἀσβέστου ἔστιν ἰδεῖν.

Ἀτμίζουσα γοῦν, πλείω καὶ τὴν ἐντὸς ἀναθυμίασιν ἴσχει. Ἔτι δὲ διὰ τὸ πλῆθος τῶν ὄμβρων, ὕδατος πληρουμένων τῶν κοιλοτήτων τῆς γῆς, ἡ τοιαύτη ἀναθυμίασις στενοχωρουμένη καὶ εἰς ἓν συνελαυνομένη ὑπὸ τοῦ ὕδατος ἐκβιάζεται. Ὅθεν πολλὴ οὖσα καὶ εἰς ὀλίγον τόπον συσταλεῖσα καὶ ἰσχυρῶς πιληθεῖσα καὶ οὕτω κινηθεῖσα, συγκινεῖ καὶ τὴν γῆν.

θʹ. Ὥσπερ οὖν ἐν τοῖς τῶν ζώων σώμασιν ἐναπολαμβανόμενον τὸ πνεῦμα τρόμων καὶ σφυγμῶν, μᾶλλον δὲ παλμῶν αἴτιον γίνεται· παραπλησίως κἀν τῇ γῇ. ιʹ. Διὸ καὶ τῶν σεισμῶν ὁ μὲν ἔστι τρομώδης, ὁ δὲ σφυγμῷ ἢ παλμῷ ἐοικώς.

ιαʹ. Καὶ ὁ μὲν τρομώδης γίνεται συνεχέστερον, ὁπόταν δηλονότι διὰ πλῆθος τοῦ κατὰ πλάτος γινομένου πνεύματος ὑπὸ γῆν κινῆται ἡ γῆ σειομένη κατὰ τὰ πλάγια· καὶ ὁ τρόμος γὰρ εἰς τὰ πλάγια μεταφέρει τὸ πάσχον σῶμα. Γίνεται δὲ κατὰ τὸ σπάνιον ἔν τισι τόποις καὶ ὁ σφυγματώδης ἢ παλμώδης σεισμός· ὅταν δηλονότι μὴ πρὸς τὰ πλάγια κινῆται ἡ γῆ, ἀλλὰ κάτωθεν ἄνω.

ιβʹ. Συμβαίνει δ’ ὡς ἐπ’ ἔλαττον ὁ τοιοῦτος σεισμός, ὅτι μηδὲ ῥᾴδιον εἰς βάθος ἀθροισθῆναι ἀναθυμίασιν οὕτω πολλήν. Πολλαπλασία γὰρ ἡ κατὰ πλάτος γινομένη τῆς γῆς διάκρισίς τε καὶ ἀναθυμίασις τῆς ἀπὸ βάθους γίνεσθαι πέφυκεν· ἐπεὶ καὶ ὁ ἥλιος τῇ κατὰ πλάτος ἀναθυμιάσει φαίνεται μάλιστα συνεργῶν, θερμαίνων μέχρι τόσου τὴν γῆν.

ιγʹ. Ὅπου μέντοι γένηται ὁ σφυγματώδης ἢ παλμώδης σεισμός, χαλεπώτατός ἐστιν. Ἀναῤῥήγνυσι γὰρ τὴν γῆν, καὶ πόλεις ἀνατρέπει καὶ χώρας· καὶ ποτὲ μὲν ἀναβράττονται λίθοι τῇ βίᾳ τοῦ πνεύματος τοῦ τὸν τοιοῦτον ἐκτελοῦντος σεισμόν, ἄλλοτε δ’ ὕδατος πληθὺς ἀναῤῥεῖ, ποτὲ μὲν ψυχρῶν, ὁτὲ δὲ καὶ θερμῶν. Γίνεται γὰρ τὸ πνεῦμα καὶ τῷ ὕδατι τῆς κινήσεως αἴτιον. Ὡς γὰρ ἄνεμοι βιαζόμενοι κινοῦσι τὰ κύματα ἐξεπιπολῆς, οὕτω πολλάκις κἀν τοῖς σεισμοῖς βιαζόμενον τὸ κάτωθεν πνεῦμα δύναται τὸ ὑπὸ γῆν ὕδωρ κινεῖν. Ὃ δή ποτε καὶ θερμὸν γίνεται, ἢ διὰ τὴν πολλὴν θερμότητα ταύτης τῆς γῆς, ὅθεν καὶ τὸ πλῆθος τῶν θερμῶν ἀναθυμιάσεων· ἢ καὶ διὰ τὴν στενοχωρίαν καὶ βίαν τοῦ πνεύματος.

Ἐνίοτε γὰρ καὶ πῦρ ἀνεῤῥάγη, καὶ πόλεις πολλὰς κατετέφρωσε. Διὰ γὰρ τὴν στενοχωρίαν τὸ πνεῦμα βιαίως κινούμενον διασπώμενόν τε καὶ διακοπτόμενον καὶ εἰς μικρὰ καταδιαιρούμενον, ἐκπίμπραται καὶ γίνεται φλόξ. Οὐδὲν γὰρ ἄλλο ἐστὶν ἡ φλὸξ ἢ πνεῦμα μετὰ πυρός, τουτέστι πνεῦμα ἐκπυρωθέν.

ιδʹ. Ὁτὲ μὲν οὖν κάτω καὶ τῆς γῆς ἐντὸς ἡ τοῦ πνεύματος τοῦ ποιοῦντος τὸν σεισμὸν γίνεται σύστασις· ὁτὲ δ’ ἄνω καὶ ὑπὲρ γῆν ἄνεμος τῶν ὠνομασμένων ἀπαρτισθείς, εἶτα συῤῥεύσας ὅλος ἔνδον τῆς γῆς, εἰργάσατο σεισμὸν ἰσχυρότατον. Οἷος ἱστορεῖται καὶ περὶ τὴν Ἀχαΐαν γενόμενος· ὅθεν καὶ αἱ παραθαλάσσιαι πόλεις Βούῤῥα τε καὶ Ἐλίκη κατεῤῥίφησαν ὁμοῦ τε καὶ ὑπὸ τῆς ἐφόδου τοῦ κύματος ἐπεκλύσθησαν. Ἕξω μὲν γὰρ ἔπνει νότος ὁ τὴν θάλασσαν ἀπωθῶν· ἔνθα δὲ γέγονεν ὁ σεισμός, ἀντέπνευσε βοῤῥᾶς. ὃς ἐξ ἐναντίας τῷ νότῳ φερόμενος, ἀπῶσαι μὲν εἰς τοὐπίσω τὴν θάλασσαν οὐ δεδύνητο διὰ τὸν προωθοῦντα ταύτην ἄνεμον· ἐμποδίσας δὲ καὶ στήσας ταύτης τὴν πρόοδον, ἐποίησεν ὁμοῦ πολλὴν ἀθροισθῆναι τὴν θάλασσαν. Τότε δ’ ἡττηθεὶς ὑπὸ τοῦ πλήθους τῆς θαλάσσης, ἀθρόας ἐπιχυθείσης αὐτῆς διὰ τοῦ κατόπιν ὠθοῦντος πνεύματος, ἅμα μὲν τοῦ κατακλυσμοῦ ἅμα δὲ τοῦ σεισμοῦ γέγονεν αἴτιος· τοῦ μὲν διὰ τὸ στῆσαι τὴν θάλασσαν καὶ ποιῆσαι αὐτὴν ἀθροισθῆναι πολλὴν εἰς ταυτό· τοῦ σεισμοῦ δέ, διὰ τὸ ἡττηθέντα τοῦτον ὑπὸ τοῦ πλήθους τῆς θαλάσσης, ῥυέντα κατὰ τῆς γῆς κινῆσαι αὐτήν.

ιεʹ. Ἔτι τῶν σεισμῶν τοὺς μέν φασιν ἐπικλίντας οἵτινες ἐς πλάγια σείουσι κατ’ ὀξείας γωνίας, τοὺς δὲ βράστας, οἳ κατ’ ὀρθὰς γωνίας ἄνω καὶ κάτω ῥιπτοῦσι· τοὺς δὲ χασματίας, οἵ γε συνιζήσεις ποιοῦσιν εἰς τὰ κοῖλα· τοὺς δὲ ῥήκτας, οἵπερ ἀνοίγουσι χάσματα καὶ γῆν ἀναῤῥηγνύουσι· τοὺς δὲ ὤστας· οὗτοι δὲ κατὰ μίαν πρόωσιν ἀνατρέπουσι· τοὺς δὲ παλματίας, ὡς ἀνταποπάλλοντας καὶ ταῖς εἰς ἑκάτερον ἐγκλίσεσι καὶ ἀναπάλσεσι διορθοῦντας ἀεὶ τὸ σειόμενον. Γίνονται δὲ καὶ μυκητίαι σεισμοὶ σείοντες τὴν γῆν μετὰ βρόμου.

ιϛʹ. Πολλάκις δὲ χωρὶς σεισμοῦ τοιοῦτός τις γίνεται ψόφος, ὅτε δηλονότι τὸ πνεῦμα τυγχάνει λεπτομερέστερον· ὡς ἐν τῷ πλήττειν τὴν γῆν, διηθεῖσθαι δι’ αὐτῆς καὶ μὴ μένον ἐντὸς στενοχωρίαν ποιεῖν ἀθροιζόμενον. Διὰ μὲν οὖν τὸ ῥᾳδίως διηθεῖσθαι διὰ τῆς γῆς οὐ κινεῖ· διὰ δὲ τὸ προσπίπτειν τοῖς τῆς γῆς ὄγκοις, κοίλοις τε οὖσι καὶ παντοδαπὰ σχήματα ἔχουσι, παντοδαπὸν ποιεῖ ψόφον, ὡς δοκεῖν ἐνίοτε οἷον μυκᾶσθαι τὴν γῆν.

ιζʹ. Ἀνάλογον δὲ τοῖς εἰρημένοις συμπίπτει καὶ ἐν θαλάσσῃ. Χάσματά τε γὰρ γίνεται θαλάσσης καὶ ἀναχωρήματα πολλάκις καὶ κυμάτων ἐπιδρομαί· ποτὲ μὲν ἀντανακοπὴν ἔχουσαι· ποτὲ δὲ πρόωσιν μόνον. Πολλάκις δὲ καὶ ἀναφυσήματα γίνεται πυρὸς τῇ θαλάσσῃ, καὶ πηγῶν ἀναβλύσεις καὶ ποταμῶν ἐκβολαὶ ῥοαί τε καὶ δῖναι· ποτὲ μὲν ἐν μέσοις πελάγεσι, ποτὲ δὲ κατὰ τοὺς εὐρίπους τε καὶ πορθμούς.

Πολλαί τε ἀμπώτιδες καὶ κυμάτων ἄρσεις κατά τινας ὡρισμένους καιροὺς τῇ σελήνῃ συμπεριοδεύουσι· ἐπεὶ συμμεταβάλλει αὕτη καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν, ὡς πλησιαιτέρα τῶν λοιπῶν πλανήτων.

ΚΕΦΑΛ. ΙΘʹ. Περὶ βροντῶν, καὶ ἀστραπῶν, ἐκνεφίου τε καὶ τυφῶνος καὶ πρηστῆρος καὶ κεραυνοῦ. αʹ. Τῆς ἀτμίδος καὶ τῆς ξηρᾶς ἀναθυμιάσεως ὁμοῦ καὶ συμμίκτων ἀναγομένων ἐκ γῆς, ὁπόταν ἐν τῷ ἀπογειοτέρῳ καὶ ἄμφω γένωνται τόπῳ ὅς ἐστι ψυχρότατος διὰ τὸ τὰς ἐκ γῆς ἀνακλάσεις τῶν ἡλιακῶν ἀκτίνων ἐξασθενεῖν ἐν αὐτῷ, καὶ τῆς μὲν ξηρᾶς ἀναθυμιάσεως διακρινομένης καὶ πρὸς τὸ συγγενὲς φερομένης ὑπέκκαυμα, τῆς ἀτμίδος δὲ ψυχομένης καὶ πυκνουμένης καὶ εἰς νέφη συνισταμένης· ὁπόση τῆς ξηρᾶς ἀναθυμιάσεως ἐν τῇ τοιαύτῃ συστάσει τῶν νεφῶν ἐμπεριληφθείη συναγομένη γίνεται πνεῦμα· ἔπειτα τῶν νεφῶν ἔτι πυκνουμένων καὶ συνιόντων ἐκκρίνεται μετὰ βίας ἐξ αὐτῶν. Οὕτω δὲ βιαίως ἐκκρινόμενον τὸ πνεῦμα καὶ πρὸς τὴν πυκνότητα τῶν νεφῶν εἰσπῖπτον ψόφον ἀποτελεῖ.

βʹ. Οὗτος δέ ἐστιν ἡ καλουμένη βροντή, πνεῦμα νέφει παχεῖ καὶ νοτερῷ εἰληθὲν καὶ ἔξω δι’ αὐτοῦ τοῦ νέφους βιαίως φερόμενον, καὶ οὕτω ῥηγνύον τὰ συνεχῆ τοῦ νέφους πιλήματα, κἀντεῦθεν βρόμον καὶ πάταγον μέγαν ἀπεργαζόμενον· ὥσπερ τὸ ἐν ὕδατι σφοδρῶς ἐλαυνόμενον πνεῦμα καὶ τῶν κυμάτων τοὺς ῥόθους ἀποτελοῦν.

γʹ. Ἐπεὶ δὲ τῶν νεφῶν ἡ πυκνότης ἀνώμαλος ποῦ μὲν γὰρ κατὰ τὸ μᾶλλον αὕτη, ποῦ δὲ κατὰ τὸ ἧττον, ἀλλὰ δὴ καὶ κοιλίαι τινὲς μεταξὺ τυγχάνουσι τῶν νεφῶν τὰ γὰρ ἐντὸς τῶν νεφῶν οὐχ ὁμοίως πεπύκνωνται τοῖς ἐκτός, ἀλλὰ διαλιμπάνουσι τὴν συνέχειαν τῆς πυκνότητος· διὰ ταῦτά τοι παντοδαποὶ καὶ οἱ ψόφοι καὶ ἀνώμαλοι γίνονται.

Τὸ γὰρ ἐκκρινόμενον πνεῦμα, πυκνοτέραις μὲν συστάσεσι προσρηγνύμενον, ἰσχυροτέρους καὶ τοὺς ψόφους ποιεῖ, μανωτέραις δὲ πρὸς λόγον ἀσθενεστέρους. Καὶ οὕτω μὲν ἡ βροντή. δʹ. Τὸ δὲ πνεῦμα τὸ ἐκθλιβόμενον, καὶ τῇ πρὸς τὰ νέφη πληγῇ ποιοῦν τὴν βροντήν, ἐκπυροῦται τὰ πολλὰ λεπτῇ πυρώσει καὶ ἀσθενεῖ. Καθ’ ὃ γοῦν ὀφθῇ τὸ ἐκκριθὲν τοῦτο πνεῦμα ἐκπίπτον τῶν νεφῶν κεχρωματισμένον τῷ χρώματι τοῦ πυρός, ἀστραπὴν καλοῦμεν αὐτό.

εʹ. Γίνεται δὲ μετὰ τὴν βροντήν, καὶ ὕστερον τῆς πληγῆς. Ἡ βίαιος γὰρ κίνησις καὶ ἡ πληγὴ αἰτία ἐστὶν αὐτῷ τῆς ἐκπυρώσεως. Διὰ μέντοι τὸ τὴν ὄψιν ἀντιλαμβάνεσθαι τῶν ἰδίων αἰσθητῶν πρώτην τῆς ἀκοῆς, διὰ τοῦτο πρὸ τοῦ ἀκουσθῆναι τὴν βροντήν, ὁρᾶται ἡ ἀστραπή· καθώς ἐστιν ἐπὶ τῆς εἰρεσίας γινόμενον. Ἤδη γὰρ ἀναφερομένων τῶν κωπῶν ἐκ τοῦ ὕδατος, ὁ πρῶτος ψόφος, ὁ ἐν τῇ καθόδῳ γεγονὼς ἐξακούεται, τῆς ὄψεως ἑωρακυίας πάλαι τὰς κώπας καθιεμένας τε εἰς τὸ ὕδωρ καὶ πληττούσας αὐτό.

ϛʹ. Ὅταν μὲν οὖν τὸ ἐκ τῶν νεφῶν πυκνουμένων ἐκθλιβόμενον πνεῦμα λεπτὸν ᾖ καὶ μηδὲ συνεχῆ τὴν γένεσιν ἔχῃ καὶ ἔκκρισιν, ἀλλὰ πολλάκις καὶ κατὰ μικρὸν γίνηται καὶ ἐκκρίνηται, κἀντεῦθεν μηδὲ μένῃ ἀλλὰ διαπνῇ· τότε βροντάς τε καὶ ἀστραπὰς τὸν εἰρημένον τρόπον ποιεῖ. Ἐπὰν δὲ σωματωδέστερον ᾖ τὸ πνεῦμα, τουτέστιν ἧττον λεπτόν, ἀθρόαν τε καὶ συνεχῆ τὴν γένεσιν ἔχῃ καὶ ἔκκρισιν, ὥστε μὴ διαπνεῖν ἀλλὰ διαμένειν· τότε τὸν λεγόμενον ἐκνεφίαν ἄνεμον ἐκτελεῖ. Καθάπερ γὰρ πλεονεκτούσης τῆς ὑγρᾶς ἀναθυμιάσεως, ὅταν εἰς ὕδωρ γίνηται ἡ μεταβολή, τῇ πρώτως μεταβαλλούσῃ ἀναθυμιάσει συμμεταβάλλει καὶ ἡ λοιπὴ ὅση τῆς αὐτῆς τετύχηκε φύσεως· καὶ γίνεται ὑετὸς συνεχὴς καὶ πολύς. Τὸν αὐτὸν τρόπον ἐπικρατούσης τῆς ξηρᾶς ἀναθυμιάσεως ὁπηνίκα πνεῦμα γίνηται καὶ ἐκκρίνηται, συνακολουθεῖ τῇ πρώτῃ γενέσει τε καὶ ἐκκρίσει, καὶ ὅσον ἄλλο τῆς αὐτῆς ἐστι φύσεως. Καὶ οὕτως ὁ ἐκνεφίας ἄνεμος γίνεται, πνεῦμα πολὺ καὶ συνεχὲς ἐξ αὐτοῦ τοῦ νέφους ἀθρόον ἐκκρινόμενον καὶ βιαίως φερόμενον διὰ τὸ ταχὺ τῆς ἐκκρίσεως.

ζʹ. Ὅταν δὲ τὸ ἐκκρινόμενον πνεῦμα εἰλούμενον ἐν κύκλῳ τυγχάνῃ καὶ μετὰ τοῦ ἐγχύματος τοῦ νέφους κάτω φερόμενον, τότε τυφὼν ὀνομάζεται. Γίνεται δὲ τοῦτο, ὅταν τὸ ἐκ τοῦ νέφους ἐκκρινόμενον πνεῦμα ἑτέρῳ νέφει ἀντιτυπήσῃ καὶ τὴν ἐπ’ εὐθείας φορὰν κωλυθῇ. Καθάπερ ὅταν ἐκ τόπου πλατέος εἴς τι στενὸν ὁ ἄνεμος συῤῥέων βιάζηται· ἐν πύλαις τυχὸν ἢ ὁδοῖς. Συμβαίνει γὰρ πολλάκις ἐν τοῖς τοιούτοις, μὴ δυναμένου προέρχεσθαι τοῦ προηγουμένου μορίου τοῦ ῥέοντος σώματος ἐν τῷ μὴ εὑρίσκειν διέξοδον ἢ διὰ τὴν τόπου στενότητα, ἢ καὶ διὰ τὸ ἀντιπνεῖν ἄλλο τι πνεῦμα, κύκλον καὶ δίνην τοῦ πνεύματος γίνεσθαι. Τὸ μὲν γὰρ προηγούμενον τοῦ πνεύματος μέρος οὐ δύναται διελθεῖν· τὸ δὲ συῤῥέον ὄπισθεν βιάζει τὴν δίοδον· καὶ τὸ μὲν ἀντιβαίνει, τὸ δ’ ἀπωθεῖ. Ἀνάγκη τοίνυν τὸ εἰς πλάγιον ἔνθα μὴ ἔστιν ἀντίβασις ἐνεχθῆναι τὸ ἑπόμενον μέρος τοῦ πνεύματος, καὶ οὕτως ἀεὶ καὶ πᾶν τὸ ἐχόμενον, ἔστ’ ἂν ἐκ πλαγίου βιασθὲν τὸ προηγούμενον καὶ ἀντιβαῖνον μέρος τοῦ πνεύματος ἐκκρουσθῇ τοῦ προκατειλημμένου τόπου, καὶ ἀνακάμψαν, συνάψῃ τῷ ὄπισθεν φερομένῳ καὶ ἐπωθοῦντι, καὶ γένηται τὸ ὅλον ἕν· κύκλος δέ ἐστι τοῦτο τὸ σχῆμα. Καὶ οὕτω μὲν ἐπὶ τῆς γῆς αἱ δῖναι γίνονται.

Ὁμοίως δὲ κἀν τοῖς νέφεσιν ἀλλήλαις συνάπτουσαι κατὰ τὴν ἀρχήν, τοιοῦτον γὰρ ἡ δίνη· πλὴν ὥσπερ ἐκνεφίας γίνηται, συνεχής ἐστιν ἡ τοῦ πνεύματος ἔκκρισις οὕτω γὰρ καὶ ὁ ἄνεμος συνεχής, κατὰ τὸν αὐτὸν τρόπον, καὶ ὁ τυφὼν συνεχῆ τὴν ἐκ τοῦ νέφους ἔκκρισιν ἔχει.

ηʹ. Διὰ δὲ τὴν τοῦ νέφους πυκνότητα μὴ δυνάμενον ἀπ’ αὐτοῦ καθαρῶς ἐκκριθῆναι τὸ πνεῦμα, ἀλλὰ σὺν ἑαυτῷ καὶ τοῦ νέφους τι συνεφέλκον, στρέφεται μὲν κύκλῳ διὰ τὴν εἰρημένην αἰτίαν, φέρεται δὲ κάτω καὶ ἐπὶ γῆς διὰ τὸ τὴν ἐκ τοῦ νέφους γινομένην τοῦ πνεύματος ἔκκρισιν, ἐπὶ ταῦτα γίνεσθαι πάντοτε καθ’ ἃ προάγεται τοῦ νέφους ἡ πύκνωσις. Ὥστε ὅταν ἄνωθεν ἡ πύκνωσις ἀρξαμένη ἐπὶ τὰ κάτω γίνηται μέρη τοῦ νέφους, ἀνάγκη καὶ τὴν τοῦ πνεύματος ἔκκρισιν ἐντεῦθεν γινομένην φέρεσθαι κάτω διὰ τὴν βίαν.

θʹ. Φερόμενος οὖν ὁ τυφὼν κάτω καὶ διὰ τὴν ἀντίκρουσιν κύκλῳ περιαγόμενος, καὶ οὕτω συντρεφόμενος καὶ ποιῶν ἕλικα· οἷς ἂν προσπέσοι, ταῦτα κύκλῳ στρέφων κινεῖ. Διὸ καί τινα πολλάκις τῶν ἐπὶ γῆς ἢ θαλάσσης στρέψας εἰς ὕψος ἀνέλκει· ὡς ἐπὶ τὸ αὐτὸ πάλιν ἀνακάμπτων τῷ μὴ ἔχειν διέξοδον. Ἐκ μὲν οὖν θαλάσσης ὕδωρ ἀνασπᾷ πολλάκις· ἤδη δὲ καὶ πλοῖον ἐμετεώρισε τῇ δίνῃ περιλαβών.

Ἐκ δὲ τῆς γῆς καὶ ξύλα καὶ λίθους, ἤδη δὲ καὶ ζῶα, τὸν αὐτὸν τρόπον ἀνήνεγκεν. Ὅσα δ’ ὑπ’ αὐτοῦ ἀναφέρονται, ὀλίγον μετεωρισθέντα καταφέρονται πάλιν, ξηρότατα γενόμενα διὰ τὴν ξηρότητα τοῦ ἀνάγοντος ταῦτα πνεύματος.

ιʹ. Ὅταν μὲν οὖν τὸ πνεῦμα τὸ οὕτως κινούμενον μὴ κεχρωσμένον ᾖ πυρώδει χρόᾳ, ὁποίᾳ καὶ ἡ ἀστραπὴ κέχρωσται· τότε καλεῖται τυφών, οἷον ἐκνεφίας ἄπεπτος ὤν. Οὐ γὰρ τελέως διακεκριμένον οὐδ’ ἀπολελυμένον ἀπ’ αὐτοῦ τοῦ νέφους τὸ τοῦ τυφῶνος ἐκκρίνεται πνεῦμα καθὰ τὸ τοῦ ἐκνεφίου, ἀλλὰ συνεφέλκον τι καὶ τοῦ νέφους διὰ τὸ μὴ πεπέφθαι, ὡς δύνασθαι θάτερον ἀπὸ θατέρου χωρίζεσθαι.

Ὅταν δὲ τὸ προειρημένον πνεῦμα κατασπώμενον ἐκπυρωθῇ πεφθὲν ἐν τῇ κινήσει καὶ λεπτότερον γεγονός, τότε καλεῖται πρηστήρ· ὅτι τὸν πλησίον ἀέρα συνεκπίμπρησιν ἐν τῇ ἐκπυρώσει, ὥστε καὶ χρωματίζειν αὐτόν. Ἐὰν δ’ ἐν αὐτῷ τῷ νέφει πολὺ καὶ λεπτὸν ἐκθλιβῇ πνεῦμα, τοῦτο γίνεται κεραυνός. Ὁ μὲν γὰρ τυφὼν παχεῖαν ἔχει τὴν ἔκκρισιν· λεπτοτέραν δὲ τοῦ τυφῶνος ὁ πρηστήρ. Ὁ δὲ κεραυνός, ἔτι μᾶλλον λεπτοτέρου πνεύματός ἐστιν ἔκκρισις.

ιαʹ. Διαφέροι δ’ ἂν τῆς τὰς βροντὰς καὶ ἀστραπὰς ποιούσης ἐκκρίσεως, ὅτι κατὰ μικρὰ μὲν ἐκείνη καὶ σποράδην καὶ ἐκ διαλειμμάτων γίνεται καὶ ἀσθενῆ τὴν ἐκπύρωσιν ἔχει. Ἡ δὲ τῶν κεραυνῶν διαφέροι μὲν ἂν ἐκείνης καὶ τῇ λεπτότητι, οὐ μὴν ἀλλὰ καὶ τῷ πλήθει· λεπτότατον γὰρ καὶ πολὺ πνεῦμα καὶ ὁμοῦ φερόμενον καὶ ἰσχυρῶς ἐκπεπυρωμένον ὁ κεραυνός.

ιβʹ. Ἂν μὲν οὖν λίαν εἴη τὸ πνεῦμα λεπτόν, οὐδ’ ἐπικαίῃ ταῦτα οἷς ἂν προσπίπτοι· τὸ τοιοῦτον δὲ πνεῦμα κεραυνὸν ἀργῆτα καλοῦσιν οἱ ποιηταί. Ἂν δὲ μὴ οὕτως εἴη τὸ πνεῦμα λεπτόν, ἀλλὰ φερόμενον ἐπικαῖον φέρηται, ἄλλως κατονομάζεται. Ὁ μὲν οὖν ἀργῆς καλούμενος φθάνει διιὼν ταῦτα οἷς ἂν ἐμπέσοι, πρὸ τοῦ ἐπικαῦσαι ἢ ὅλως μελᾶναι αὐτά· ἅμα μὲν διὰ τὸ τάχος τῆς κινήσεως, ἅμα δὲ καὶ τὴν τῆς οὐσίας λεπτότητα ταχεῖαν ποιούμενος τὴν διέξοδον. Ὁ δ’ ἄλλος κεραυνὸς μὴ ὁμοίως ὑπάρχων λεπτός, βραδύτερόν τε φερόμενος, χρώννυσι μὲν τὰ οἷς ἐμπελάζει, φθάνει δὲ καὶ οὗτος διελθὼν πρὸ τοῦ καῦσαι αὐτά. Διὸ καὶ τὰ μὲν ἀντιτυπήσαντα πάσχει τι· οὐδὲν δὲ τοιοῦτον πάσχει τὰ μὴ ἀντιτυπήσαντα· οἷον ἀσπίδος ὁ μὲν χαλκὸς διὰ τὴν ἀντιτυπίαν ἐτάκη, τὸ δὲ ξύλον οὐκ ἐκαύθη διὰ μανότητα γὰρ ἔφθασε διηθηθὲν τὸ πνεῦμα καὶ διελθόν· καὶ ἱματίοις δ’ ἐμπεσὸν οὐκ ἔκαυσε μὲν αὐτά, ἀλλ’ οἷον τρύχη ἐποίησεν. Οἱ μὲν οὖν τῶν κεραυνῶν αἰθαλώδεις οὕτως ἔχουσιν· οἱ δὲ ταχέως διᾴττοντες ἀργῆτες, οἶμαι, κατ’ ἀντίφρασιν ὠνομάσθησαν.

ιγʹ. Καὶ οἱ μὲν ἑλικοειδῶς φερόμενοι κεραυνοί. ἑλικίαι λέγονται· οἱ δὲ κατασκήπτοντες εἴς τι μονομερῶς, οἱ τοιοῦτοι καλοῦνται σκηπτοί. ιδʹ. Ἀεὶ δὲ τοῖς κεραυνοῖς ἀνεκπύρωτον πνεῦμα συνακολουθεῖν καὶ προϊέναι αὐτῶν ὑπονοεῖται. Οἷς γὰρ ἂν ἐμπίπτειν μέλλοι ὁ κεραυνός, ταῦτα κινεῖται πρὸ τῆς πληγῆς. Ἀλλὰ καὶ ἃ διίστανταί ποτε γενομένης βροντῆς, οὐ τῷ ψόφῳ αὐτῷ διίστασθαι δοκεῖ, ἀλλὰ τῷ ἐκκρινομένῳ πνεύματι τῶν νεφῶν, ὃ διὰ τῆς πρὸς τὰ νέφη πληγῆς τὸν ψόφον ποιεῖ.

Τοῦτο γὰρ πατάξαν, διέστησε μέν, οὐκ ἀπέκαυσε δέ. ιεʹ. Φέρεται δὲ κάτω πᾶν τὸ ἐκκρινόμενον πνεῦμα· καίτοι φύσει τυγχάνον ἀνωφερὲς ὡς θερμόν, διὰ τὸ βιαίως ἐκθλίβεσθαι τῶν νεφῶν, πυκνουμένων ἄνωθεν καὶ συστελλομένων καὶ πρὸς τοὐναντίον κάτω ποιουμένων τὴν ἔκκρισιν. Οὕτω γάρ τινα πάλιν βαρύτερα σώματα καὶ φύσει κατωφερῆ ἄνω φέρεται, οἷον ἐκπηδῶντα, διὰ τὸ κάτωθεν τὴν ἔκθλιψιν γίνεσθαι, ὥσπερ τὰ ἐκπυρηνιζόμενα βλέπομεν, καὶ ὕδατα πολλὰ κάτωθεν ἄνω φερόμενα.