Ἔργον
Νικηφόρος Βλεμμύδης – Ἐπιτομὴ φυσικῆς
Οπτικά ατμοσφαιρικά φαινόμενα
Θεωρίες περί οράσεως και ερμηνεία των οπτικών φαινομένων του ουρανού, όπως τα φωτεινά χάσματα, η άλως, η ίριδα, οι ράβδοι και τα παρήλια.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Οπτικά ατμοσφαιρικά φαινόμενα
Θεωρίες περί οράσεως και ερμηνεία των οπτικών φαινομένων του ουρανού, όπως τα φωτεινά χάσματα, η άλως, η ίριδα, οι ράβδοι και τα παρήλια.
ΚΕΦΑΛ. Κʹ. Περὶ τῶν ἐν τῷ οὐρανῷ φαινομένων φασμάτων. αʹ. Φαίνεταί ποτε συνιστάμενα νύκτωρ αἰθρίας οὔσης πολλὰ φάσματα ἐν τῷ οὐρανῷ, οἷον αἱματώδη τινὰ χρώματα, χάσματά τε καὶ βόθυνοι. Τούτων δὲ πάντων αἰτιολογεῖται τοῦ ὑπεκκαύματος ἡ ἐκπύρωσις.
βʹ. Ἐκπυρουμένου γὰρ τοῦ ὑπεκκαύματος, καθὼς εἴρηται πρότερον, καὶ ποτὲ μὲν ἐοικυίας τῆς αὐτοῦ ἐκπυρώσεως καιομένῃ φλογί, ποτὲ δὲ δαλοῖς ἢ ἀστράσι φερομένοις, οὐδὲν ἄτοπον τοιούτων ἐξάψεων ἐν αὐτῷ γινομένων ποικίλα χρώματα φαίνεσθαι.
Διὰ γὰρ πυκνοῦ ἀέρος ὑποφαινόμενον φῶς, ἢ τοῦ ἀέρος ὄντος μᾶλλον πυκνοῦ, τοῦ φωτὸς δ’ ἐλάττονος, ἢ πλείονος μὲν τοῦ φωτός, τοῦ δ’ ἀέρος ἧττον πυκνοῦ, φαντασίαν ποιήσει χρωμάτων παντοδαπῶν· μάλιστα μέντοι τοῦ φοινικοῦ τε καὶ πορφυροῦ.
Ταῦτα γὰρ τὰ χρώματα γινόμενα φαίνεται μᾶλλον ἐκ τοῦ πυρώδους τε καὶ λευκοῦ μιγνυμένων τῷ μέλανι κατὰ τῆς ἐπιπροσθήσεως. Οὕτω γοῦν καὶ οἱ ἀστέρες ἀνίσχοντες καὶ δυόμενοι, καύματος ὄντος, φαίνονται φοινικοῖ. Διὰ γὰρ τοῦ ἀέρος περιπυκνουμένου καὶ οὐχ ὁμοίως ὄντος διαφανοῦς ὁρώμενοι, λευκοὶ ὄντες, φαίνονται φοινικοῖ, μιγνυμένου τοῦ περὶ τὸν ἀέρα μέλανος τῇ λευκότητι τῶν ἀστέρων κατ’ ἐπιπρόσθησιν. Τοιοῦτοι δὲ καὶ διὰ καπνοῦ ὁρώμενοι φαίνονται. Ὄλως τε καὶ πυρῶδες καὶ τὸ λευκὸν διὰ τοῦ μέλανος ὁρώμενον ἢ ἐν τῷ μέλανι πολλὰς δείκνυσι χρωμάτων διαφορὰς κατὰ τὴν ποικίλην μίξιν αὐτῶν. Καὶ τὸ χρῶμα γὰρ τῆς φλογὸς ἄλλοτε ἀλλοῖον φαίνεται διὰ τοῦ καπνοῦ.
Ὑγροτέρου μὲν γὰρ ὄντος τοῦ καπνοῦ φαίνεται τὸ σῶμα φλογὸς ἁλουργόν· φοινικοῦν δέ, τοῦ καπνοῦ τυγχάνοντος ἧττον ὑγροῦ. Τοῦτον μὲν οὖν τὸν τρόπον τὰ διάφορα φαίνεται χρώματα. γʹ. Τὰ δέ γε χάσματα καὶ οἱ βόθυνοι μίξει μὲν καὶ ταῦτα λευκοῦ καὶ μέλανος γίνεται, πλὴν οὐ διὰ τοῦ μέλανος ὁρωμένου τοῦ λευκοῦ, ἀλλ’ ἐν τῷ λευκῷ φαινομένου τοῦ μέλανος. Ὅταν γὰρ ὑπό τινος μέλανος ἢ κυανοῦ διακόπτηται τοῦ φωτὸς ἡ συνέχεια, τότε βάθος δοκεῖ τι φαίνεσθαι· ὄντων μὲν ἐν τῷ αὐτῷ ἐπιπέδῳ καὶ μὴ ἀφισταμένων ἀλλήλων τοῦ λευκοῦ καὶ τοῦ μέλανος, ἀλλ’ ἴσον ἐξ ἡμῶν ἀφεστηκότων καὶ ἀμφοτέρων, ἐγγυτέρω δὲ δοκοῦντος εἶναι τοῦ λευκοῦ, τοῦ δὲ μέλανος ἐν βάθει καὶ ποῤῥωτέρω. Ἐπειδὴ γὰρ τὸ φῶς καὶ τὸ λευκὸν μᾶλλον τὴν ὄψιν κινεῖ, διὰ τοῦτο ταύτης ἐγγυτέρω δοκεῖ· τὸ δὲ μέλαν οὐχ ὁμοίως τὴν ὄψιν κινοῦν, πλέον ἀφεστάναι ταύτης νομίζεται. Ὅταν μὲν οὖν ἐν βάθει μᾶλλον φαίνηται τὸ μέλαν, διὰ τὸ εἶναι πλεῖον τοῦ λευκοῦ, τότε λέγεται βόθυνος· ὅταν δ’ ἀνεῳγμένον φαίνηται διὰ τὸ εἶναι πλέον τὸ φῶς, τότε καλεῖται χάσμα.
δʹ. Ἐκ δὴ τῆς τοιαύτης τοῦ ἀέρος συστάσεως, ἤγουν τῶν βοθύνων τε καὶ χασμάτων, καὶ δαλοὶ πολλάκις ἐξέπεσον. Συνιὼν μὲν γὰρ ὁ ἀὴρ καὶ πυκνούμενος καὶ διὰ τοῦτο μελαινόμενος χάσματος καὶ βοθύνου φαντασίαν παρέχεται· ὅταν δὲ συγκριθῇ μᾶλλον ὁ μελαινόμενος ἀήρ, τότε τὸ ἐναπολαμβανόμενον ἐν αὐτῷ θερμόν, διὰ τὴν εἰς ὀλίγον συστολὴν καὶ τὴν κίνησιν πῦρ γενόμενον, μετὰ βίας ἐκκρίνεται.
εʹ. Ἡμέρας μὲν οὐδὲν τῶν εἰρημένων φασμάτων φαίνεται, διὰ τὸ τὸν ἥλιον τάς τε τοιαύτας λύειν συστάσεις καὶ τὰς φαντασίας ποιεῖν ἀφανεῖς· νύκτωρ δὲ γίνονται καὶ χάσματα καὶ βόθυνοι καὶ μίξεις χρωμάτων πολυειδῶν. Ὁρᾶται δὲ μᾶλλον τὸ φοινικοῦν· τὰ δὲ λοιπὰ τῶν χρωμάτων διὰ τὴν πρὸς τὸ σκότος ὁμοιότητα τὴν ὄψιν πολλάκις διαλανθάνουσιν· οἷα δὴ τὸ ἁλουργὸν καὶ τὸ πράσινον· ταῦτα γὰρ ὁμόχροά πως τῷ μέλανι.
ϛʹ. Τῶν μέντοι ὁρωμένων φασμάτων τὰ μὲν ἔστιν ἑῷα, τὰ δὲ ἑσπέρια, τὰ δ’ ἀμφιφαῆ· σπανίως δὲ βόρεια καὶ νότια· πάντα δ’ ἀβέβαια· καὶ οὐδὲν τότε τούτων ἀεὶ φανερὸν καὶ κατεστηριγμένον ἱστόρηται.
ΚΕΦΑΛ. ΚΑʹ. Περὶ ἅλω καὶ πρῶτον περὶ ὁράσεως. αʹ. Οὐ μόνον διὰ πυκνοῦ καὶ ἀχλυώδους ἀέρος ὑποφαινόμενον φῶς φαντασίαν παρέχει χρωμάτων ἡμῖν, τῆς τοῦ ἀέρος πυκνότητός τε καὶ ζοφερότητος ἐπιπροσθούσης τὸ φῶς καὶ μὴ ἐώσης ὁρᾶσθαι καθαρὸν καὶ εἰλικρινές, ἀλλὰ συντεθολωμένον καὶ συγκεχυμένον ἐκ τῆς τοιαύτης κατ’ ἐπιπρόσθησιν ἐπιμιξίας· ἀλλὰ καὶ ἀνακλάσεις δεχόμενος ὁ ἀὴρ αἴτιος φαντασίας χρωμάτων ἤδη καὶ σχημάτων καθίσταται.
βʹ. Κατὰ μὲν τοὺς ἐκ μαθημάτων ἀνακλωμένης τῆς ὄψεως ἀπὸ τοῦ παχυτέρου ἀέρος καὶ σύστασιν ἔχοντος ἐπί τι τῶν φωτίζειν πεφυκότων, καὶ κατὰ τὴν ποιὰν ἢ σύστασιν ἢ σχέσιν τοῦ ἀέρος καὶ τοῦ φωτός, ἤδη δὲ καὶ αὐτῆς τῆς ὁρώσης ὄψεως τὴν πρός τε τὸν συνεστηκότα ἀέρα καὶ πρὸς τὸ φῶς σχέσιν, τῆς τῶν χρωμάτων τε καὶ σχημάτων φαντασίας ἐκτελουμένης· κατὰ δὲ τοὺς φυσικοὺς γινομένης τοῦ φωτὸς ἀνακλάσεως πρὸς τὴν ὄψιν, οὐ μὴν τῆς ὄψεως πρὸς τὸ φῶς.
γʹ. Οἱ μὲν γὰρ τῶν μαθημάτων ἀκτῖνάς φασί τινας ἐκχεομένας τῶν ὀφθαλμῶν καὶ προσπιπτούσας τῷ ὁρατῷ, τοῦ ὁρᾷν αἰτίας εἶναι ἡμῖν αὐτὰς δὴ ταύτας ἀπὸ τῶν κατόπτρων καὶ πάντων τῶν τοιούτων ἀνακλωμένας ἐπὶ τὸ ὁρατὸν πρὸς ἴσας γωνίας τὴν αἰτίαν πάλιν ἡμῖν παρέχειν τοῦ ὄντως ὁρᾷν τὸ ὁρώμενον· τοῖς δὲ φυσικοῖς οὐ δοκεῖ δι’ ἀκτίνων ἐκπομπῆς τελεῖσθαι τὴν ὅρασιν, ἀλλὰ τῇ εἰσδοχῇ τῆς τῶν ὁρωμένων ποιότητος. Ὁρᾶσθαι γάρ φασι τὰ μὲν εὐθείας ὁρώμενα, τῷ πάσχειν ὑπὸ τοῦ ὁρωμένου χρώματος τὸ μεταξὺ τοῦ ὁρωμένου καὶ τῆς ὄψεως διαφανές, καὶ μεταδιδόναι τῇ ὄψει τοῦ πάθους οὔσῃ καὶ ταύτῃ διαφανεῖ. Τὰ δὲ κατ’ ἀνάκλασιν ὁρᾶσθαι λεγόμενα οὕτως ὁρᾶσθαι, τῷ γίνεσθαι πρῶτον τὴν τοῦ ὁρωμένου ἔμφασιν ἐν τοῖς ἐνόπτροις καὶ πᾶσιν ἐνοπτρικοῖς διὰ τὴν ποιὰν σχέσιν τοῦ ὁρατοῦ πρὸς τὸ ἔνοπτρον· γίνεσθαι δὲ τὴν τοῦ ὁρατοῦ ἔμφασιν ἐν τῷ ἐνόπτρῳ διὰ τοῦ διαφανοῦς, ὅπερ ἐστὶ μεταξὺ τοῦ ἐνόπτρου τε καὶ τῆς ὄψεως πάσχοντος τοῦ τοιούτου διαφανοῦς ὑπὸ τῆς τοῦ ὁρωμένου χροιᾶς καὶ τοῦ πάθους μεταδιδόντος τῷ ἐνόπτρῳ διαφανεῖ κἀκείνῳ τυγχάνοντι· εἶθ’ οὕτως ἐκ τοῦ ἐνόπτρου πρὸς τὴν ὄψιν ἥκειν τὴν εἰρημένην ἔμφασιν δι’ αὐτοῦ πάλιν τοῦ μεταξὺ τοῦ ἐνόπτρου καὶ τῆς ὄψεως διαφανοῦς.
Δύνασθαι γὰρ τὸ ἔνοπτρον διὰ λειότητα καὶ στιλπνότητα, μὴ μόνον ἑτοίμως δέχεσθαι τὸ μεταδιδόμενον αὐτῷ χρῶμα τοῦ ὁρατοῦ, ἀλλὰ καὶ φυλάσσειν καὶ ἀντιμεταδιδόναι τῷ μεταδόντι πρώτως διαφανεῖ. δʹ. Ὅτι μὲν οὖν αὐγοειδὲς καὶ φωτοειδὲς πνεῦμα τῶν ὀφθαλμῶν ἀποκρίνεται, μονονουχὶ βοᾷ τρανῶς καὶ αὐτὰ τὰ νεῦρα τὰ διαπέμποντα πρὸς τοὺς ὀφθαλμοὺς τὸ τοιοῦτον πνεῦμα ἐπιῤῥέον ἐκ τοῦ ἐγκεφάλον κατὰ συνέχειαν· καὶ γὰρ συμπάντων τῶν ἐν τῷ σώματι νεύρων ταῦτα μόνα κοῖλα τυγχάνει καὶ σωληνοειδῆ. Διὰ τοῦτο καὶ πόρους ὠνόμασεν αὐτὰ ὁ Ἡρόφιλος.
εʹ. η. Ὅτι δ’ οὐκ ἂν τὸ τῆς ὄψεως δύναιτο φῶς αὐτὸ καθ’ αὐτὸ μόνον φθάνειν καὶ περιλαμβάνειν ἄπαντα τὰ ὁρώμενα μὴ βοηθούμενον καὶ οἱονεὶ χειραγωγούμενον ὑπὸ τοῦ ἔξω φωτός, δῆλον ἐκ τοῦ μηδὲ βλέπειν ἀνεμποδίστως ἡμᾶς, ὅτε τὸ τοιοῦτον ἄπεστι φῶς. Εἰ γὰρ οἷόν τε ἦν τὸ ὀπτικὸν ἀπαύγασμα τὸν ἀέρα διατέμνειν, οὐδὲν ἂν ἧττον καὶ σκότους βαθέος ἐβλέπομεν· ὥσπερ εἰ τὸ ἔξωθεν φῶς διὰ τοῦ ἀέρος τὴν τοῦ ὁρατοῦ ποιότητα πρὸς τὸν ὀφθαλμὸν διεβίβαζε· περιττὴ τῷ ὀφθαλμῷ δήπουθεν ἦν ἡ τοῦ σωληνοειδοῦς νεύρου κατασκευή, μηδενὶ τῶν ἄλλων αἰσθητηρίων τοιούτου νεύρου προσόντος· ἑωρῶμέν τε μὴ καθ’ εὐθὺ μόνον, ἀλλ’ ἤδη κἀκ τῶν πλαγίων τε καὶ τῶν ὄπισθεν, τῶν ἄνω τε καὶ τῶν κάτω διαβιβαζομένου πανταχόθεν τοῦ ὁρατοῦ πρὸς τὸ ὁρατήριον διὰ τὴν τοῦ ἀέρος συνέχειαν· ὥσπερ αὖ τὸ ἀκουστὸν πρὸς τὸ ἀκουστήριον, καὶ τὸ ὀσφραντὸν πρὸς τὸ ὀσφραντήριον διαβιβάζεται.
θʹ—ιαʹ. Ἀλλ’ οὐδὲ τοῦ ὁρατοῦ τὸ μέγεθος ἐγινώσκομεν. Πῶς γὰρ ὅρους μεγίστου τυχὸν ἡ κατὰ τὸ πηλίκον ἐμφέρεια ἕως αὐτοῦ διαβιβασθεῖσα τοῦ ὀφθαλμοῦ τοσοῦτον μέγεθος εἴασε διαγνῶναι ἡμᾶς· καὶ οὐκ ἂν ἐπικαλύψασα τὸ ὄμμα τῆς τοιαύτης ἀπεστέρησε διαγνώσεως, μὴ δυνηθέντος αὐτοῦ τῷ τοσούτῳ συμπαραταθῆναι μεγέθει; Πῶς δὲ καὶ τὸ πλῆθος διεγινώσκετο τῶν ἔγγιστα παρακειμένων ἀλλήλοις ὁρατῶν, καὶ οὐκ ἂν ἐπηκολούθει τῇ παραθέσει σύγχυσις τῶν ὁρωμένων χρωμάτων τε καὶ σχημάτων, ὡς ὅλων διόλου μεταδιδομένων τῷ περιέχοντι;
Ἄλογον γὰρ τὸ κατὰ μῆκος μὲν πάσχειν τὸ μεταξὺ τοῦ ὁρατοῦ καὶ τῆς ὄψεως διαφανές, ἀπαθὲς δὲ μένειν αὐτὸ κατὰ πλάτος, ὡς μὴ τῆς αὐτῆς ὅλον φύσεως ὄν. Πῶς δὲ πάλιν τὴν ἐξ ἡμῶν τοῦ ὁρωμένου ἀπόστασιν διεκρίνομεν ποσῶς, καὶ οὐκ ἂν ἐδόκουν ἔγγιστα τυγχάνειν ἡμῶν πάντα τὰ ὁρατὰ τῆς αὐτῶν ἐμφερείας ἐπικειμένης τῷ ὄμματι;
ιβʹ. Καθ’ αὑτὴν μὲν οὖν ἡ ὄψις οὐκ ἰσχύει μέχρι πολλοῦ διήκειν· ἐμπίπτουσα δὲ τῷ περιέχοντι διαφανεῖ καὶ τῇ πρώτῃ προσβολῇ τὴν ἀλλοίωσιν ἐργαζομένη διαδίδωσιν ἄχρι πλείστου συνεχοῦς ἑαυτήν, μέχρις ἂν καταλάβοι τὸ ὁρατόν, συνεκτεινομένη τῷ περὶ τὸν μεταξὺ ἀέρα φωτί, καθὰ συγγενεῖ. Ὅτε γὰρ ἀὴρ εὐδιάχυτός τε καὶ εὐαλλοίωτος ὡς οὐδὲν ἕτερον, καὶ ἡ ὄψις καθαρῶς ὑπάρχει φωτοειδής.
Καὶ ὅπερ τὸ τοῦ λύχνου φῶς ἐν οἴκῳ δρᾷ σκοτεινῷ τῇ πρώτῃ γὰρ εἰσόδῳ τὸν ἐν αὐτῷ ἀέρα φωτίζει ὁμοῦ, τοῦτο δὴ καὶ τὴν ὄψιν νοητέον ποιεῖν ἐν τῷ μεταξὺ ταύτης τε καὶ τοῦ ὁρατοῦ πεφωτισμένῳ ἀέρι. Τῇ πρώτῃ γὰρ προσβολῇ τοῦτον ἀλλοιοῦν ἰσχύει, δυναμουμένη τῷ ἐκτὸς φωτὶ καὶ συνεργοῦσα τούτῳ διὰ τὴν οἰκείωσιν. Πολλὴν γὰρ ὅτι τὸ ὀπτικὸν φῶς τὴν οἰκείωσιν ἔχει πρὸς τὸ ἐκτός, κἀκεῖνο πρὸς τὸ τῆς ὄψεως· ὡς ἑκάτερα τὰ φῶτα ζητεῖν ἄλληλα, καὶ ὑπὸ τοῦ ἰσχυροτέρου θάτερον ἕλκεσθαι μὴ ἀντιβαῖνον ὅλως, ἀλλὰ μᾶλλον πρὸς τὴν ὁλκὴν ἐπειγόμενον καὶ πρὸς τὸ συγγενὲς ἀποτεινόμενον φυσικῶς.
ιγʹ. Διά τοι τοῦτο καὶ νυκτὸς ἀφεγγοῦς ὀρᾶται ἡμῖν ὁ πυρσός, κἂν ὅτι πόῤῥω εἴη· μόνον εἰ μὴ ἐπιπροσθοῖτο ἡ ὄψις ὑπό τινος στερεωτέρου σώματος ἀντιφράττοντος, ἣ τὰ τοῦ τῆς γῆς σφαιρώματος ἐμποδίζοι κυρτώματα· ὅταν οὐχ ὑπερβαίνῃ ταῦτα ἡ ἔξαψις τοῦ πυρσοῦ.
ιδʹ. Διὰ τοῦτο καὶ πᾶν λαμπρὸν καὶ φωτοειδὲς πόῤῥωθέν τε ὁρᾷν ἰσχύομεν, καὶ ἑτοιμότερον ἥ τι ἕτερον· ὡς τοῦ μὲν ἐκκαλουμένου τὴν ὄψιν πρὸς ἑαυτό, τῆς δὲ πρὸς τοῦτο σπευδούσης, ὡς ἐφιεμένης τοῦ συνεῖναι αὐτῷ. ιε. Διὰ τὴν τοιαύτην οὖν τῶν φώτων συγγένειαν, τοῦ ὀπτικοῦ δηλονότι καὶ τοῦ ἐκτός, καὶ τὴν ἄκραν αὐτῶν οἰκείωσιν καὶ τῆς ἀλληλουχίας ὑπερβάλλουσαν ἔφεσιν, καὶ πάντα τὰ πεφωτισμένα κατ’ ἄῤῥητον ὁρᾶται τὴν ταχυτῆτα, τοῦ ὀπτικοῦ ὀργάνου τυγχάνοντος ἀβλαβοῦς, καὶ τοῦ διαστήματος συμμέτρου· ὁμοίως συμμέτρου καὶ τοῦ κινήματος εἴπερ ἔστι τοῦτ’ ἀέρος καθαρωτέρου καὶ λεπτοτέρου. Δεῖ γὰρ ὅτι καὶ τούτων πρὸς τὴν τῆς ὄψεως ἀκραιφνεστέραν ἐνέργειαν.
ιϛʹ. Ἀλλὰ καὶ οἱ πρὸς τὸ ἡλιακὸν φῶς, καὶ εἴ τι περιέχον λαμπρὸν καὶ ἔκλευκον διατρίψαντες ἐπιπλέον ἢ ὅσον δεῖ, καὶ μᾶλλον ἢ ὡς δεῖ, τὴν ὅρασιν βλάπτονται· διακρινομένου τοῦ ὁρατικοῦ φάους ὑπὸ τοῦ ἰσχυροτέρου καὶ μείζονος, ἕλκοντος, ὡς εἴρηται, τὸ ἧττον καὶ ἀσθενέστερον· ἐφιέμενον δὴ καὶ αὑτὸ τῆς οἷον ἰδίας ὁλότητος, καὶ πρὸς αὐτὴν ἠπειγμένως ἀποτεινόμενον.
ιζʹ. Οὕτω τοίνυν κατὰ συναύγειαν ἐνεργούσης τῆς ὄψεως, ἰστέον ὅτι, τῶν ὁρωμένων τῶν μὲν καθ’ ὑπόστασιν ὄντων, τῶν δὲ κατ’ ἔμφασιν, καὶ τὰ ἐν οὐρανῷ φαινόμενα τοῦτον ἔχει τὸν τρόπον. Καθ’ ὑπόστασιν μὲν γάρ εἰσιν οἵ τε διᾴττοντες καὶ οἱ κομῆται καὶ τὰ διάφορα σέλα· κατ’ ἔμφασιν δέ, ἅλως τε καὶ ἴρις καὶ ῥάβδοι καὶ τὰ παραπλήσια.
Καὶ γὰρ φαντασίαν χρωμάτων τε καὶ σχημάτων πολυειδῶν δίδωσιν ἡμῖν ὁ ἀὴρ δεχόμενος ἀνακλάσεις τοῦ τε φωτὸς καὶ τῆς ὄψεως· ἐπείπερ ἡ ὄψις ὅταν ἐνεργῇ, μετὰ τοῦ φωτός ἐστι καὶ σὺν τῷ φωτὶ φῶς οὖσα καὶ αὕτη, καθὼς δεδήλωται.
ιηʹ—καʹ. Καὶ τῆς ἅλω τοίνυν αἴτιον ἡ τοιαύτη ἀνάκλασις λέγεται. Ἀνακλᾶται γὰρ ἡ ὄψις μετὰ τοῦ φωτὸς ἀπό τε ὕδατος καὶ ἀέρος πυκνοῦ καὶ πάντων τῶν ἐχόντων λείαν τὴν ἐπιφάνειαν. Ὁπόταν οὖν, ἀτμίδος ἀνενεχθείσης καὶ συνισταμένης εἰς νέφος, ὁμαλὴς ἡ σύστασις γένηται καὶ μικρομερής, τουτέστιν ἐκ μορίων συνεστηκυῖα μικρῶν· ὑπερφέρηται δὲ τῆς τοιαύτης συστάσεως ὁ ἥλιος, ἢ σελήνη, ἢ ἄλλος τις ἀστὴρ τῶν λαμπρῶν· τὸ μὲν κατὰ τὴν κάθετον τοῦ ὑπερφερομένου σώματος γίνεται μενώτερον καὶ λεπτότερον ἀναγκαίως ὑπὸ τῆς κινήσεως τοῦ ἀστέρος διακρινόμενον· τὸ δ’ ἐντεῦθεν οὐδέν τι πάσχει τοιοῦτον. Ἐξ ἴσου δὲ πάντη περὶ τὴν κάθετον γινομένης τῆς διακρίσεως διὰ τὴν ὁμαλότητα τῆς συστάσεως, ἀνάγκη τὸ πέρας τῆς ἐπιεικῶς διακεκριμένης ἀτμίδος γίνεται κύκλον, ἀφ’ οὗ τὸ ἐπέκεινα πᾶν μέλαν μὲν ἔστι διὰ πύκνωσιν· ὁμαλὲς δ’ ὂν καὶ μικρομερές, ἴσχει κατὰ τὴν τοῦ κύκλου περιφέρειαν κάτοπτρα· μικρὰ τόσον, ὡς εἶναι κατ’ αἴσθησιν ἀμερῆ· καὶ πυκνὰ τόσον, ὡς ἔχεσθαι ἀλλήλων, καὶ τὸ ἐξ ἁπάντων αὐτῶν δοκεῖν ἓν συνεχές. Πρὸς ταῦτα γοῦν τὰ κάτοπτρα προσπεσοῦσα μετὰ τοῦ φωτὸς ἡ ὄψις, καὶ ἀνακλασθεῖσα πρὸς τὸν ὑπερκείμενον ἀστέρα, τὴν τῆς ἅλω φαντασίαν ποιεῖ. Ἐν γὰρ τοῖς εἰρημένοις ἐνόπτροις μόνου τοῦ χρώματος, ἀλλ’ οὐχὶ καὶ τοῦ σχήματος ἔμφασις γίνεται.
Πᾶν μὲν γὰρ σχῆμα διαιρετόν· τὰ τοιαῦτα δ’ ἔνοπτρα πρὸς αἴσθησιν ἀδιαίρετα. Δυνατὸν δ’ οὐκ ἔστιν ἐν ἀδιαιρέτοις ἐμφαίνεσθαι τὸ διαιρετόν.
Ὅθεν τὸ μὲν ἐμφαινόμενον τῷ κύκλῳ λευκὸν ἐν τῇ ἅλῳ ὁ ἀστήρ ἐστι, καθ’ ἕκαστον ὁμοίως τῶν ἀλλήλοις συγκειμένων ἐνόπτρων χωρὶς τοῦ σχήματος ἐμφαινόμενος· περὶ δὲ τοῦτον τὸν κύκλον τὸν φαινόμενον λευκὸν ἡ ἐχομένη περιφέρεια μελαντέρα φαίνεται διὰ τὴν ἐκείνου λευκότητα. Ἴσως δὲ καὶ διὰ τὸ ἔχειν ἔμφασιν καὶ μέλανός τινος ἀπὸ τῆς γῆς τὴν τοιαύτην σύστασιν· ἐπεὶ καὶ πρὸς τῇ γῇ μᾶλλον γίνεται αὕτη· διότι τε νηνεμώτερος ὁ τόπος ὁ προσγειότερος, καὶ τὸ πνεῦμα κωλύειν δύναται τὴν τῆς ἀναθυμιάσεως σύστασιν, ἐν ᾖ τὰ κάτοπτρα τὰ τὸ χρῶμα τοῦ ἀστέρος ἐμφαίνοντα· κἂν μὴ καθαρῶς ἐμφαίνωσιν αὐτό, μηδ’ εἰλικρινῶς, οὐδὲν θαυμαστόν· ἐπείπερ οὐ πάντοτε ὁποῖόν ἐστι τὸ χρῶμα τοῦ ὁρατοῦ, τοιοῦτον κἀν τοῖς ἐνόπτροις ἐμφαίνεται.
Δυνατὸν γὰρ λαμπροῦ τοῦ ὁρωμένου τυγχάνοντος, ἀλλοίου γενέσθαι χρώματος ἔμφασιν· ἢ διὰ τὸ μὴ λαμπρὸν εἶναι τὸ ἔνοπτρον, κἀντεῦθεν διὰ τῆς μίξεως τοῦ οἰκείου χρώματος συνθολοῦν τὸ χρῶμα τοῦ ὁρατοῦ· ἢ καὶ διὰ τὴν τῆς ὁρώσης ὄψεως ἀσθένειαν.
κβʹ. Φαίνεται δ’ ἡ ἅλως καὶ νύκτωρ καὶ μεθ’ ἡμέραν· ποτὲ μὲν κύκλος ὁλόκληρος, ὅταν καὶ ἡ σύστασις τύχῃ παντελῶς ὁμαλής· ποτὲ δὲ τμῆμα κύκλου, ὅταν δηλονότι μηδὲ κατὰ πᾶν μέρος ἡ τοιαύτη σύστασις ὁμαλής.
κγʹ. Ἐνίοτε μὲν οὖν ἡ ἅλως διασπᾶται· ἐνίοτε δὲ μαραίνεται· ὁτὲ δὲ μᾶλλον συνίσταται. Καὶ ἡ μὲν ἐπιπλέον τῆς ἅλω σύστασις ὕδατος τυγχάνει σημεῖον δῆλον γὰρ ὅτι πυκνοῦται μᾶλλον τὸ νέφος· ἡ δὲ μάρανσις εὐδίας τεκμήριον ἐπικρατεῖται γὰρ ἡ σύστασις ὑπὸ τοῦ ἐν αὐτῇ θερμοῦ καὶ ξηροῦ, καὶ οὕτω μαραίνεται. Ἡ δὲ διάσπασις πνεύματος δήλωσις· ἤδη γὰρ ἐν ἐκείνῳ τῷ τόπῳ πνεῦμα τὸ ποιῆσαν τὴν τῆς συστάσεως διάσπασιν· κἂν οὕτω ἔφθασε πρὸς τὴν γῆν. Διὸ κἀντεῦθεν καὶ ὁ ἄνεμος, ὅθεν ἤρξατο διασπᾶσθαι ἡ σύστασις.
κδʹ. Ἀλλ’ οὕτω μὲν σημειώδης ἡ ἅλως ὅταν περὶ τὸν ἥλιον ἢ τὴν σελήνην συστῇ· περὶ δὲ τοὺς ἄλλους ἀστέρας συνισταμένη σημειώδης οὐκ ἔστιν· ἐπειδὴ περὶ αὐτοὺς καὶ ἀπὸ λεπτῶν συστάσεων καὶ οὔπω πεπυκνωμένων ἡ ἅλως δύναται γίνεσθαι. Περὶ δὲ τὸν ἥλιον ἢ τὴν σελήνην οὐκ ἂν λεπτὴ τοιαύτη γένοιτό ποτε σύστασις. Φθάνει γὰρ διαλυθῆναι διὰ τὴν τῶν φωστήρων θερμότητα· διά τοι τοῦτο καὶ περὶ τὸν ἥλιον ἐλαττονάκις ἡ ἅλως συνίσταται. Θᾶττον γὰρ ὁ ἥλιος δύναται διαλύειν τὰς τοῦ ἀέρος συστάσεις τε καὶ πυκνώσεις, θερμότατος ὤν.
ΚΕΦΑΛ. ΚΒʹ. Περὶ ἴριδος. αʹ—γʹ. Ὥσπερ τῆς ἅλω αἴτιον ἐλέγετο ἡ ἀνάκλασις, οὕτω δὴ καὶ τῆς ἴριδος τὸ αὐτὸ τοῦτο αἴτιον εἶναι λέγεται. Κἀκεῖ μὲν ἀπὸ πεπυκνωμένου ἀέρος γίνεσθαί φασι τὴν ἀνάκλασιν· ἐνταῦθα δ’ ἁπὸ νέφους ἀρχομένου γίνεσθαι ὕδατος, καὶ ἤδη καθεστηκότος ὑγροῦ. Κἀκεῖ μὲν πάλιν περὶ τὸν ἥλιον ἢ τὴν σελήνην ἢ ἄλλον τινὰ τῶν λαμπρῶν ἀστέρων ἡ ποιοῦσα τὴν ἅλω σύστασις· ἐνταῦθα δὲ τὸ νέφος ποιοῦν τὴν ἴριν ἐξ ἐναντίας ἔχει τὸ ἥλιον. Ὅταν τοίνυν ἤδη μὲν εἰς ψεκάδας γίνηται τοῦ νέφους μεταβολή. μήπω δὲ ὕῃ· ἐὰν ἐξ ἐναντίας τοῦδε τοῦ νέφους ὁ ἥλιος εὐρεθῇ, τὰ μικρὰ καὶ πρὸς αἴσθησιν ἀδιαίρετα μόρια τοῦ νέφους, ἐξ ὧν συνισταμένων γίνεται ἡ ψεκάς, ἔνοπτρα γίνονται τῇ ὄψει, τὸ τοῦ ἡλίου χρῶμα ταύτῃ δεικνύντα. Ἐν γὰρ τοῖς τοιούτοις ἐνόπτροις, ὥσπερ καὶ πρότερον εἴρηται, τὸ χρῶμα μόνον, ἀλλ’ οὐχὶ καὶ τὸ σχῆμα τοῦ ὁρωμένου ἐμφαίνεται. Διότι πᾶν μὲν σχῆμα μέρεσιν ὑπάρχει διαληπτόν· ἕκαστον δὲ τῶν τοιούτων ἐνόπτρων ἀμερὲς ὡς πρὸς αἴσθησιν. Ἐπεὶ γοῦν ἀναγκαῖον ἔμφασίν τινα γίνεσθαι ἐν αὐτῷ ἐνόπτρῳ γε ὄντι· δυνατὸν δ’ οὐκ ἔστι τοῦ σχήματος ἔμφασιν γίνεσθαι· λείπεται τὸ χρῶμα μόνον ἐμφαίνεσθαι.
Ἑκάστου δὲ τῶν τοιούτων ἐνόπτρων καθ’ αὑτὸ τυγχάνοντος ἀοράτου διὰ σμικρότητα· πάντων δὲ τούτων ἀλληλουχουμένων καὶ συνερχομένων ὁμοῦ πρὸς ἑνὸς συνεχοῦς ἀποτελεσμὸν διὰ πυκνότητα παραθέσεως, κἀντεῦθεν ὁρατοῦ πεφηνότος τοῦ ἐξ αὐτῶν ἀποτελουμένου οἷα μεγέθους, ἀνάγκη καὶ τοῦ δι’ αὐτῶν ἐμφαινομένων χρώματος μέγεθος φαίνεσθαι. Ἕκαστον γὰρ τῶν μικρῶν τούτων ἐνόπτρων ὥσπερ εἰς τὴν πηλικότητα τοῦ μεγέθους τῷ ὅλῳ συντελεῖ συνεχεῖ ἐν ᾧ ἡ ἔμφασις γίνεται σύμπασα· τοιουτοτρόπως καὶ εἰς τὴν τοῦ ὅλον χρώματος φαντασίαν συνεισφέρει τὸ ἐμφαινόμενον δι’ αὐτοῦ. Ὁπόταν οὖν εἰς ὕδωρ μεταβάλλον τὸ νέφος ἐξ ἐναντίας ἔχῃ τὸν ἥλιον, ἡ δ’ ὁρῶσα ὄψις τυγχάνῃ μεταξὺ τοῦ ἡλίου τε καὶ τοῦ νέφους, ὄντος δὴ τοῦ νέφους κοίλου τε καὶ περιφεροῦς· τότε ἡ ὄψις ἀνακλωμένη μετὰ τοῦ φωτὸς ἀπὸ τῶν ἐν τῷ νέφει γινομένων ἤδη ψεκάδων ἐπὶ τὸν ἥλιον, καὶ δι’ αὐτῶν δὴ τούτων ὥσπερ ἐνόπτρων, τὴν ἡλιακὴν ὁρῶσα χροιάν, τὴν ἴριν φαντάζεται· καὶ τὴν μὲν πρώτην καὶ ἀνωτέρω περιφέρειαν αὐτῆς δὴ τῆς ἴριδος ὁρᾷ φοινικῆν. Φοινικοῦν γὰρ φαίνεται τὸ λαμπρὸν καὶ λευκὸν διὰ τοῦ μέλανος ὁρώμενον ἢ ἐν τῷ μέλανι.
Μέλαν οὖν τυγχάνον τὸ νέφος ἐν ᾧ ἡ ἴρις ἤδη γὰρ εἰς ὕδωρ μεταβάλλον ἐστὶ, δείκνυσι διὰ τῶν σμικροτάτων αὐτοῦ μορίων ὡς δὴ ἐνόπτρων μελάνων φοινικοῦν τὸ χρῶμα τὸ ἡλιακόν, λαμπρὸν μὲν ὂν καὶ λευκόν, τῇ δὲ ἐπιμιξίᾳ τοῦ χρώματος τῶν ἐνόπτρων συνθολούμενόν τε καὶ νοθευόμενον.
Τὴν δευτέραν δὲ τῆς ἴριδος περιφέρειαν ἡ ὄψις ὁρᾷ πρασίνην, οὐ διὰ τὸ ἔνοπτρον, ἀλλὰ δι’ ἀτονίαν ἑαυτῆς. Ἡ γὰρ ἀτονοῦσα ὄψις μελάντερα ὀπταίνεται τὰ λευκά· μελάντερον δὲ καὶ τὸ πράσινον ὑπάρχει τοῦ φοινικοῦ. Τὴν τρίτην δὲ τῆς ἴριδος περιφέρειαν ἁλουργὸν ἡ ὄψις ὁρᾷ, δι’ ἀτονίαν πλείονα μελάντερον ἔτι βλέπουσα τὸ λευκόν· ἐπεὶ καὶ τὸ ἁλουργὸν τοῦ πρασίνου μελάντερον.
δʹ. Ἀπὸ μὲν οὖν τῆς πρώτης περιφερείας τῆς ἴριδος ἰσχυρῶς ἡ ὄψις, διὰ τῆς ἀνακλάσεως τῷ ἡλίῳ προσβάλλουσα, φοινικοῦν ὁρᾷ τὸν τούτου χρωματισμὸν διὰ τὸ ἔνοπτρον. Ἥ τε γὰρ πρώτη περιφέρεια μεγίστη καὶ ἀπὸ τῆς μεγίστης περιφερείας ἡ ἀνάκλασις πλείστη καὶ διὰ τοῦτο ἐντονωτέρα, τό τε φοινικοῦν χρῶμα προσεγγίζει μάλιστα τῷ λευκῷ καὶ ἧττόν ἐστι μέλαν. Ἀπὸ δὲ τῆς δευτέρας περιφερείας ἐλάττονος οὔσης ἐλάττους γίνονται ἀνακλάσεις.
Καὶ διὰ ταῦτα καὶ ἡ ὅρασις ἀσθενέστερον ἐνεργεῖ, καὶ τὸ τοῦ ἡλίου χρῶμα τὸ λαμπρὸν καὶ λευκόν, δέον διὰ τοῦ μέλανος ἐνόπτρου φοινικοῦν ἰδεῖν, μελάντερον ὁρᾷ διὰ τὴν οἰκείαν ἀσθένειαν, καὶ πράσινον τοῦτο φαντάζεται· ἀπὸ δὲ τῆς τρίτης περιφερείας ἐλαχίστης οὔσης, καὶ αἱ ἀνακλάσεις ἐλάχισται γίνονται· καὶ ἔτι ἀσθενέστερον ἐνεργοῦσα ἡ ὅρασις, ἔτι καὶ μελάντερον τὸ ἡλιακὸν χρῶμα φαντάζεται. Τὸ γὰρ μέλαν οἷον ἀπόφασις καὶ στέρησίς ἐστι τοῦ ὁρᾷν.
εʹ. Ὅθεν καὶ ἅπερ οὐκ ἰσχύει βλέπειν ἡ ὄψις διὰ τὸ ἀπόστημα, ταῦτα φαντάζεται μέλανα. Διά τοι τοῦτο καὶ τὰ πόῤῥωθεν ὁρώμενα μελάντερα φαίνεται· καὶ τὰ τοῖς ἐνόπτροις ἐμφαινόμενα μελάντερα ἢ ἔστι φαίνεται· καὶ τὰ νέφη τῷ ὕδατι ἐμφαινόμενα μελάντερα φαίνεται ἢ κατ’ εὐθυωρίαν ὁρώμενα.
Καὶ πάντων τούτων αἴτιον ἡ τῆς ὄψεως ἀπότασις. Ὅσον γὰρ ἀποτείνεται πόῤῥω, τοσοῦτον καὶ ἀτονωτέρα γίνεται· καὶ ὅσον ἀτονωτέρα, τοσοῦτον καὶ μελάντερα φαντάζεται τὰ ὁρώμενα, πλησιάζουσα τῷ μὴ ἐνεργεῖν. Ταυτὸ δέ ἐστι τό τε ὁρώμενον πολὺ τῆς ὄψεως ἀποστήσαντας ὁρᾷν καὶ τὴν ὄψιν αὐτὴν ὁρῶσαν ποιῆσαι διὰ πολλοῦ διαστήματος.
Ὁμοία γὰρ τῆς ὄψεως ἡ ἀπότασις. Ὅθεν καὶ τὰ δι’ ἀνακλάσεως ὁρώμενα διὰ πλείονος διαστήματος ἡ ὄψις ὁρῶσα, ἢ εἴπερ ἐπ’ εὐθείας ἐώρα ταῦτα, εἰκότως φαντάζεται καὶ μελάντερα. ϛʹ. Περὶ μὲν οὖν τῶν τριῶν χρωμάτων τῆς ἴριδος, τοῦ φοινικοῦ, τοῦ πρασίνου, τοῦ ἁλουργοῦ, φθάσας ὁ λόγος διέλαβεν· ὅτι δὲ μεταξὺ τοῦ φοινικοῦ καὶ τοῦ πρασίνου ξανθὸν ὑποφαίνεταί τι ἐν τῇ ἴριδι, τοῦτο δοκεῖ μὴ φαίνεσθαι διὰ τὴν ἀνάκλασιν· ἀλλ’ ἐκ τῆς τοῦ φοινικοῦ καὶ τοῦ πρασίνου παραλλήλου φαντασίας ἀπογεννᾶσθαι τὴν τοῦ ξανθοῦ. Λευκὸν μὲν γὰρ ἠρέμα τὸ φοινικοῦν· ὁρώμενον δὲ παρὰ τὸ πράσινον, λευκότερον φαίνεται, τουτέστι ξανθόν.
Τὸ γὰρ ἠρέμα λευκὸν παρὰ τὸ μελάντερον κείμενον πλέον λευκὸν ἢ ἔστι δοκεῖ. Διὸ καὶ ὅταν ᾖ σφόδρα μέλαν τὸ νέφος, ἡ φοινικῆ σύμπασα περιφέρεια ξανθὴ φαίνεται. ζʹ. Τὸ δὲ λευκότερα φαίνεσθαι τὰ ἧττον μέλανα παρὰ τὸ μᾶλλον μέλαν ὁρώμενα, καὶ ἡ ἐκ τῆς σελήνης ἴρις δηλοῖ· λευκὴ γάρ ἐστι· διότι κὰν τῷ μελαντάτῳ νέφει ἡ ἔμφασις, διότι κὰν νυκτί. Διπλασιαζομένου τοίνυν τοῦ περὶ τὴν ἔμφασιν μέλανος τό τε φοινικοῦν τῆς ἴριδος ταύτης λευκὸν φαίνεται, καὶ τἄλλα χρώματα πρὸς λόγον λευκότερα· διὸ καὶ συγχέονται πάντα πρὸς τὸ λευκόν.
ηʹ. Ἡ μὲν οὖν ἀπὸ τῆς σελήνης ἴρις κατὰ τὸ σπάνιον γίνεται· διότι ὅτε καὶ γίνεται, ἐν μόνῃ τε πανσελήνῳ πέφυκε γίνεσθαι, καὶ τότε ἢ ἀνατελλούσης ἢ δυούσης τῆς σελήνης. θʹ. Ἀπὸ δὲ τοῦ ἡλίου καὶ δύο πολλάκις φαίνονται ἴριδες, ἡ μὲν ἐνδοτέρω, ἡ δ’ ἐξωτέρω, καὶ περιέχουσα τὴν ἑτέραν καὶ τμῆμα μείζονος κύκλου τυγχάνουσα· ἢ δὴ καὶ ἀμαυρότερα τὰ χρώματα δείκνυσι καὶ κατὰ τὴν θέσιν ἐξ ἐναντίας τῇ πρώτῃ καὶ ἀνάπαλιν κείμενα. Τῆς γὰρ ἐνδοτέρω καὶ πρώτης ἴριδος τὴν πρώτην ἐχούσης καὶ ἀνωτέρω περιφέρειαν φοινικῆν, τὴν δευτέραν πρασίνην, τὴν δὲ τρίτην ἁλουργόν· ἡ ἐξωτάτω καὶ δευτέρα ἴρις τὴν μὲν ἐξωτέρω περιφέρειαν ἔχει ἀλουργόν, τὴν δευτέραν πρασίνην, τὴν ἐνδοτάτω δὲ φοινικῆν· ὡς πλησίον ἀλλήλων κεῖσθαι καὶ ἀμφοτέρων τῶν ἰρίδων τὰ φοινικᾶ.
ιʹ. Τινὲς μὲν οὖν φασι τὴν ἴριν ταύτην γίνεσθαι τὴν δευτέραν, ἀνακλωμένης τῆς ὄψεως ἐκ τοῦ ἐξωτέρου νέφους πρὸς τὴν πρώτην ἴριν, οὐ πρὸς τὸν ἥλιον· διά τοι τοῦτο καὶ ἀμαυρότερα τὰ χρώματα φέρειν, ἅτε ἀπὸ δευτέρας γινόμενα ἀνακλάσεως.
ιαʹ—ιδʹ. Ἀριστοτέλης δέ φησι καὶ τὴν δευτέραν ἴριν ἐκ τῆς πρὸς τὸν ἥλιον ἀνακλάσεως γίνεσθαι· τὰ χρώματα δὲ ταύτης ἀμαυρότερα φαίνεσθαι διὰ τὴν ἀτονίαν τῆς ὄψεως. Τὴν γὰρ ἀπὸ τοῦ ἐξωτέρου νέφους ἀνάκλασιν πρὸς τὸν ἥλιον πόῤῥωθεν γινομένην ποῤῥωτέρω γὰρ τὸ νέφος τοῦτο τῆς ὄψεως ἡμῶν ἀμαυρότερα ποιεῖν τὰ χρώματα διὰ τὴν μακρὰν ἀπότασιν. Καθάπερ γὰρ τὰ ἐπ’ εὐθείας ὁρώμενα πόῤῥωθεν οὐ τρανῶς ἡ ὄψις ὁρᾷ δι’ ἀσθένειαν· οὕτω δὴ καὶ τὰ διὰ μακρᾶς ἀνακλάσεως ἀμυδρότερον ταύτην ὀπτάνεσθαι· καὶ τοῦτον μὲν τὸν λόγον ἀμαυρότερα τῆς δευτέρας ἴριδος χρώματα φαίνεσθαι· τὴν δὲ τάξιν ἐνηλλαγμένα τῆς θέσεως διὰ τὴν προτέραν αἰτίαν. Ὡς γὰρ ἐπὶ τῆς πρώτης ἴριδος, ἀφ’ ἧς περιφερείας ἡ ὄψις ἰσχυρῶς τῷ ἡλίῳ προσέβαλλε, ταύτης τὸ χρῶμα φοινικοῦν ἑωρᾶτο· ἀφ’ ἧς δ’ ἀσθενεστέρως, πράσινον· ἀφ’ ἧς δ’ ἔτι ἀσθενῶς, ἀλουργόν· οὕτω δὴ κἀπὶ τῆς δευτέρας ἴριδος ἔχει.
Πλείων μὲν γὰρ ἀπὸ τῆς ἐντὸς περιφερείας ἀνάκλασις καὶ ἰσχυροτέρα γίνεται· τῷ εἶναι ταύτην τὴν περιφέρειαν ἐγγυτέρω τῆς ὄψεως· ὅσαι δ’ ἀνακλάσεις ἀπὸ τῶν ἐγγυτέρω τῇ ὄψει μερῶν, ἰσχυρότεραι· διὰ τὸ μὴ πάνυ τὴν ὄψιν ἀποτεινομένην ἐξασθενεῖν, καὶ οὕτω ποιεῖσθαι καὶ τὴν ἀνάκλησιν ὀλίγην τε καὶ ἀνίσχυρον· ἐπεὶ καὶ ἀπὸ τῶν μειζόνων περιφερειῶν τότε γίνονται πλείους ἀνακλάσεις, ὅτε διὰ τὸ μὴ τὰς περιφερείας μακρὰν ἀφεστάναι τοῦ ὄμματος, πᾶσαι αἱ ὄψεις σωζόμεναι καὶ μὴ σκιδνάμεναι, δύνανται ἀπ’ αὐτῶν ἀνακλᾶσθαι. Ἡ μὲν οὖν ἐνδοτέρω τῆς δευτέρας ἴριδος περιφέρεια διὰ τοῦτο φοινικῆν δείκνυσι χροιάν. Ἡ δὲ δευτέρα περιφέρεια πρασίνην, ἐπειδὴ τῆς ὄψεως πλέον ἀφίστανται, καὶ αἱ ἀνακλάσεις ἀπ’ αὐτῆς ἀδρανέστεραι. Ἔτι δὲ μᾶλλον ἐξωτάτω περιφέρεια, ποῤῥώτερον ἀφεστηκυῖα τῆς ὄψεως, ἁλουργὸν ἐπιφαίνει τὸ χρῶμα διὰ τὸ τῶν ἀνακλάσεων ἀσθενέστατον.
ιεʹ. Ἀλλὰ τί δήποτε τὸ μεταξὺ τῶν δύο φοινικῶν περιφερειῶν οὐκ ἔστι καὶ αὐτὸ φοινικοῦν; ἐπεὶ δυνατὸν κἀντεῦθεν πολλὴν καὶ ἰσχυρὰν γίνεσθαι τὴν ἀνάκλασιν πρὸς τὸν ἥλιον, διὰ τὸ μὴ πόῤῥω τῆς ὄψεως εἶναι τοῦτο τὸ μέρος, ἢ πάντως εἴπερ ὄλως ἐγίνετο ἀνάκλασις ἐξ αὐτοῦ, φοινικοῦν ἂν ἦν καὶ αὐτό; Νῦν δ’ ἀνάκλασις οὐ γίνεται ἐξ αὐτοῦ· διὰ τὸ μηδ’ ἀπὸ παντὸς μέρους ἁπλῶς πρὸς ἅπαν σῶμα φῶς ἔχον ἀνάκλασιν γίνεσθαι, ἀλλ’ ὡρισμένους εἶναι τοὺς τόπους τῶν ἀνακλάσεων γινομένων κατὰ τὴν πρὸς τὰ κάτοπτρα ποιὰν σχέσιν τοῦ τε πεφυκότος φωτίζειν σώματος καὶ τῆς ὄψεως;
ιϛ. Δῆλον δ’ ἐκ τῶν πρότερον εἰρημένων καὶ διὰ τί οὐκ ἔστι καθάπερ ἡ ἴρις, οὕτω δὴ καὶ ἡ ἅλως ποικίλη τοῖς χρώμασι. Πάντως γὰρ τὸ μὲν φοινικοῦν χρῶμα προσεῖναι τῇ ἴριδι λέλεκται, διὰ τὴν ἐκ τοῦ καθύγρου νέφους καὶ ἤδη ὄντος ὕδατος ἀνάκλασιν τῆς ὄψεως πρὸς τὸν ἥλιον· τὰ δὲ λοιπὰ τῶν χρωμάτων διὰ τὴν ἀσθενῆ τῶν ἀνακλάσεων προσβολήν, ὅτι πόῤῥωθεν καὶ ὅτι ὀλίγαι. Ἐπὶ δὲ τῆς ἅλω ἡ ἀνάκλασις ἁπὸ ἀέρος τε γίνεται, ὅς ἐστι τοῦ ὕδατος κατὰ φύσιν λευκότερος, καὶ ἐγγύθεν γινομένη προσβάλλει ἐῤῥωμενέστατα. Καὶ γὰρ τὸ ἐμφαινόμενον, ὑφ’ ἑαυτὸ φέρει τὰ κάτοπτρα καὶ περὶ αὐτό, οὐ μὴν ἐξ ἐναντίας αὐτοῦ. ιζ.ʹ Διὸ ἡ μὲν ἅλως φαίνεται πολλάκις καὶ κύκλος ὁλόκληρος· ἡ δ’ ἴρις οὐδὲ μείζων ἡμικυκλίου ποτέ, διὰ τὸ μήτε πέριξ τοῦ ἐμφαινομένου συνίστασθαι καθάπερ ἡ ἅλως, μήτ’ αὖ ὑπὲρ τὸν ὁρίζοντα πλέον εἶναι τοῦ ἡμισφαιρίου, ὑφ’ ὃ ἡμισφαίριον ὑποτέτακται τὸ νέφος, ἐν ᾧ ἡ ὄψις τὴν ἴριν φαντάζεται.
ιηʹ—ιθʹ. Τοῦ δὲ μὴ γίνεσθαι καὶ περὶ τὸν ἥλιον τοιαύτην κάθυγρον σύστασιν ὁποίαν καὶ ἀπεναντίας αὐτοῦ, αἴτιον ἡ τοῦ ἡλίου θερμότης. Ἣ γὰρ ταχέως εἰς ὕδωρ μεταβάλλειν ποιεῖ τὸ νέφος, ἢ διαλύει καὶ λεπτύνει καὶ διακρίνει τὴν σύστασιν, εἰ μὴ παχυτέρα ἔτυχεν οὖσα. Ἐξ ἐναντίας δὲ καὶ πόῤῥω τῆς τοῦ νέφους συστάσεως τοῦ ἡλίου τυγχάνοντος, ἐν ὅσῳ γίνεται τὸ ὕδωρ, γίνεται καί τις διατριβὴ ἢ χρόνος, ὡς εἶναί τινα μόρια τοῦ νέφους, ἤδη μὲν εἰς ὕδωρ μεταβεβληκότα ὅλως. οὐ μὴν δὲ καὶ ψεκάδας ὄντα· ἐφ’ ὧν ὑδατηρῶν τοῦ νέφους μορίων ὥσπερ ἐπὶ κατόπτρων ἡ ἴρις ὁρᾶται, ποτὲ μὲν ἡμίκυκλος, ποτὲ δ’ ἐλάττων ἡμικύκλου, μείζων δ’ οὐδέποτε. Καὶ ἡμίκυκλος μὲν ὅταν ἐπὶ τοῦ ὁρίζοντος ὁ ἥλιος εἴη· ἐλάττων δ’ ἡμικύκλου, ὅταν καὶ ὁ ἥλιος ὑπὲρ τὸν ὁρίζοντα. Τὸ γὰρ κέντρον τοῦ ἡλιακοῦ σώματος καὶ τὸ τοῦ ὁρίζοντος κέντρον ἐφ’ οὗ ἡ ὄψις, καὶ τὸ κέντρον τοῦ τῆς ἴριδος κύκλου, καὶ ὁ τούτου πόλος ἐπὶ μιᾶς εἰσιν εὐθείας· καὶ ἡ εὐθεῖα διάμετρος τῆς οὐρανίου σφαίρας. ἐπεὶ διὰ τοῦ κέντρου τοῦ ὁρίζοντος, ὅς ἐστι μέγιστος κύκλος.
Ὅσον οὖν ὁ ἥλιος ὑπὲρ τὸν ὁρίζοντα, τοσοῦτον ὁ πόλος τοῦ κύκλου τῆς ἴριδος ὑπὸ τὸν ὁρίζοντα. Καὶ εἴπερ ἀνατέλλοντος ἢ δυομένου τοῦ ἡλίου, τὸ μὲν ἥμισυ τοῦ τῆς ἴριδος κύκλου φαίνεται ὑπὲρ γῆν, τὸ λοιπὸν δ’ ἐστὶν ἀφανὲς νοούμενον ὑπὸ γῆν· δῆλον ὡς ὑπὲρ τὸν ὁρίζοντα τοῦ ἡλίου τυγχάνοντος, ἔλαττον μὲν τμῆμα κύκλου τὸ φαινόμενον ἔσται τῆς ἴριδος, πλεῖον δὲ τὸ ἀφανές. Καὶ ταῦτ’ ἀεὶ οὕτως ἔχον εἴη ἂν πρὸς λόγον τῆς τοῦ ἡλίου ἐκ τοῦ ὁρίζοντος ἀποστάσεως. Ὅταν δὲ περὶ ἀτρεκῆ μεσημβρίαν ὁ ἥλιος γένηται, θέρους μὲν οὐδὲ πολλοστὸν φαίνεται τμῆμα τῆς ἴριδος· ἐν δὲ ταῖς βραχυτέραις ἡμέραις εἴτουν χειμῶνος δυνατὸν καὶ περὶ μεσημβρίαν ὄντος τοῦ ἡλίου φανῆναί τι τμῆμα τῆς ἴριδος.
Ἐπεὶ γὰρ τὸ κέντρον καὶ ὁ πόλος τῆς ἴριδος ἐπὶ τῆς τοῦ ὁρίζοντος διαμέτρου εἰσίν, ὅταν μὲν θερινὰς ἐπιτολὰς ὁ ἥλιος ποιῆται βορειότατος ὤν, τότε ἡ ἴρις ἐν τοῖς νοτιωτέροις μέρεσιν ὡς πρὶς δυσμὰς χειμερινὰς συνίσταιτ’ ἄν’ ὡς πρὸς ἀνατολὰς δὲ χειμερινάς, ὅταν καταδύσεις ὁ ἥλιος καταδύηται θερινάς· ὅταν δ’ ἐπιτέλλῃ χειμερινὰς ἐπιτολὰς ὁ ἥλιος νοτιώτατος ὤν, τότε ἡ ἴρις ἐν τοῖς βορειοτέροις φαίνοιτ’ ἂν μέρεσιν ὡς πρὸς δυσμὰς θερινάς· ὡς πρὸς ἀνατολὰς δὲ θερινάς, ὅταν ὁ ἥλιος ποιῆται καταδύσεις χειμερινάς. Τούτων οὕτως ἐχόντων, ἐπεὶ τὰ βορειότερα διὰ τὴν ἔξαρσιν τοῦ πόλου μείζω τμήματα κύκλων ἔχει τὰ ὑπὲρ γῆν, καθ’ ὧν ὁ ἥλιος θέρους φερόμενος τὰς μικρὰς ἡμέρας ἀποτελεῖ· τὰ δὲ νοτιώτατα μέρη ἀνάπαλιν ἐλάχιστα τμήματα κύκλων ἔχει τὰ ὑπὲρ γῆν, καθ’ ὧν ὁ ἥλιος χειμῶνος φερόμενος τὰς βραχείας ἡμέρας ποιεῖ· διὰ ταῦτα ἡ ἴρις χειμῶνος μὲν δύναται φαίνεσθαι καὶ κατ’ αὐτὸ τὸ τῆς ἡμέρας μεσαίτατον.
Πολὺ γὰρ ἡ θερινὴ δυσμὴ καὶ ἀνατολὴ τῆς χειμερινῆς μεσημβρίας ἀφίστανται. Καὶ διὰ τοῦτο κἀν τῷ μέσῳ τῆς χειμερινῆς ἡμέρας ἔχει τόπον ἡ ἴρις ὑπὲρ γῆν ἐν ᾧ συσταίη ἄν. Θέρους δὲ τῆς ἡμέρας μεσούσης οὐ δύναται φανῆναι διὰ τὸ μὴ ἔχειν ὑπὲρ γῆν τόπον συστάσεως. Καὶ γὰρ ἡ χειμερινὴ δυσμὴ καὶ ἀνατολὴ τῆς θερινῆς μεσημβρίας ὀλίγον ἀφίστανται, ὅθεν καὶ ὑπὸ τὸν ὁρίζοντα νοεῖται τότε σύμπας ὁ κύκλος τῆς ἴριδος.
ΚΕΦΑΛ. ΚΓʹ. Περὶ ῥάβδων καὶ παρηλίων, ἔτι δὲ καὶ τῶν ἐν τῇ γῇ μεταλλευτῶν καὶ ὀρυκτῶν. αʹ. Ὅταν ἐκ πλαγίων τοῦ ἡλίου γένηταί τι νέφος, τὴν σύστασιν ἔχον ἀνώμαλον, ὡς εἶναι κατὰ μέν τι μέρος πυκνόν, κατὰ δέ τι μανόν, καὶ κατά τι μὲν ὑδατωδέστερον, κατά τι ἀερωδέστερον· τότε πρὸς τὸν ἥλιον ἐκ τοῦ τοιούτου νέφους γινομένης τῆς ἀνακλάσεως, διὰ μὲν τὴν σμικρότητα τῶν κατόπτρων οὐχ ὁρᾶται τὸ σχῆμα τὸ ἡλιακόν· τὸ δὲ τοῦ ἡλίου χρῶμα ἐμφαίνεται κατά τι μὲν μέρος τοῦ νέφους φοινικοῦν, κατά τι δὲ πράσινον ἢ ξανθὸν διὰ τὴν ἀνωμαλίαν τοῦ νέφους καὶ τὴν τῶν κατόπτρων ἀνομοιότητα.
βʹ. Καλοῦσι δὲ ῥάβδους τὰς τοιαύτας ἐμφάσεις, ὅτι κατ’ εὐθείας ὁρῶνταί τινας. Ὅταν δὲ τοῦ νέφους ἡ σύστασις ὁμοίως ὑπάρχῃ πυκνὴ καὶ ὡς ὅτι μάλιστα ὁμαλής, τότε διὰ τὴν ὁμοιότητα τῶν κατόπτρων καὶ τὴν ὁμαλότητα τῆς συστάσεως φαντασία γίνεται χρώματος ἑνὸς συνεχοῦς, ἀλλὰ δὴ καὶ λαμπροῦ καὶ λευκοῦ. Διὰ γὰρ τὴν πυκνότητα καὶ ὁμαλότητα τῆς συστάσεως, ἅμα τε πρὸς αὐτὴν τῶν ὄψεων πιπτουσῶν, καὶ ἅμα πρὸς τὸν ἥλιον ἀνακλωμένων, τὸ τοῦ ἡλίου χρῶμα ἐμφαίνεται καθαρόν· ὥσπερ καὶ ἀπὸ χαλκοῦ λείου τῆς ὄψεως ἀθρόον ἀνακλωμένης, τὸ ἀληθινὸν τοῦ ὁρωμένου χρῶμα ἐμφαίνεται διὰ τὴν ἀθρόαν ἀνάκλασιν, ἥτις γίνεται κὰν τῷ χαλκῷ διὰ τὴν πυκνότητα καὶ ὁμαλότητα τῆς συστάσεως.
γʹ. Ἐκ πλαγίων δὲ τοῦ ἡλίου καὶ αἱ ῥάβδοι οἱ παρήλιοι γίνονται, πρὸς τὰ βορειότερα δηλονότι μέρη τοῦ ἡλίου καὶ τὰ νοτιώτερα. Δεῖ γὰρ συμμέτρου τινὸς διαστάσεως ᾖ ἂν αἱ τοιαῦται συστάσεις ἐκ τοῦ ἡλίου διίσταιντο. Μᾶλλον μὲν γὰρ ἔγγιστα τοῦ ἡλίου διαλυθήσονται ὑπ’ αὐτοῦ· ποῤῥώτατα δὲ πάλιν οὐ σώσουσι τὴν ἀνάκλασιν. Ἀπὸ γὰρ ὀλίγης συστάσεως ὡς ἀπ’ ἐνόπτρου μικροῦ πόῤῥω ἡ ἀνάκλασις τῆς ὄψεως ἀποτεινομένη ἐξασθενεῖ. Τὴν οὖν εἰρημένην σύμμετρον διάστασιν ἐν τοῖς τοῦ ἡλίου πλαγίοις ἔστιν εὑρεῖν μένουσαν ἀεὶ τὴν αὐτήν, διὰ τὸ μήτε προσιέναι τὸν ἥλιον τούτοις τοῖς μέρεσι διὰ τῆς καθ’ ἡμέραν κινήσεως, μήτ’ αὖ ἀποχωρεῖν ἐξ αὐτῶν.
δʹ. Ἔτι δὲ πρὸς ἀνατολαῖς ἢ δυσμαῖς ὄντος τοῦ ἡλίου συμβαίνει μάλιστα γίνεσθαι τοὺς παρηλίους τε καὶ τὰς ῥάβδους· ὡς ἐπὶ τὸ πλεῖστον γὰρ διαλύει, διακρίνει τὰς τοιαύτας συστάσεις μεσουρανῶν. εʹ. Ὕδατος δὲ σημεῖα καὶ οἱ παρήλιοι καὶ αἱ ῥάβδοι τυγχάνουσι, καὶ τῶν ῥάβδων μάλιστα οἱ παρήλιοι.
Μᾶλλον γὰρ ἡ ὁμαλὴς καὶ ὁμοίως οὖσα πυκνὴ σύστασις ἐπιτηδείως ἔχειν τὸν ἀέρα δηλοῖ πρὸς μεταβολήν τε καὶ γένεσιν ὕδατος. ϛʹ. Πάντων δὲ τῶν τοιούτων, ἤγουν παρηλίων, ῥάβδων, ἴριδος, ἅλω, καὶ τῶν παραπλησίων αἴτιον ποιητικὸν ἡ ἀνάκλασις λέγεται, καὶ τούτων αὐτῶν πάλιν αἴτιον ὑλικὸν δρόσου καὶ πάχνης, ὄμβρου τε καὶ χιόνος καὶ χαλάζης καὶ τῶν ὁμοίων ἡ ἀτμιδώδης ἀναθυμίασις, ὥσπερ αὖ ἑτέρων ἡ καπνώδης. Ὁποῖα μὲν οὖν τὰ ἔργα τῆς διττῆς ἀναθυμιάσεως ἤδη ἀνενεχθείσης, ὁ λόγος φθάσας ἐδήλωσε.
ζʹ—θʹ. Μήπω δ’ ἀνενεχθείσης τῆς τοιαύτης ἀναθυμιάσεως μηδὲ διακριθείσης ἀπὸ τῆς γῆς, ἀλλ’ ὑπὸ γῆν ἐγκατακεκλεισμένης καὶ συμπεφυρμένης τοῖς μορίοις τῆς γῆς, καὶ οὕτω συνισταμένης καὶ πηγνυμένης, δύο εἴδη σωμάτων ἀποτελοῦνται· ὧν τὰ μὲν μεταλλευτά, τὰ δ’ ὀρυκτά. Καὶ ὅσα μὲν ὀρυκτά. τῆς καπνώδους ἀναθυμιάσεως ἐκτελέσματα· οἷον λίθων γένη τὰ μηδόλως τηκόμενα, καὶ τὸ θεῖον, καὶ τὸ ἀῤῥενικόν, καὶ εἴ τι τοιοῦτον. Ὅσα δὲ μεταλλευτά, ἡ ἀτμὶς τελεσιουργεῖ. Ταῦτα δὲ ἢ χυτά ἐστιν, ἢ ἐλατά, οἷον σίδηρος, χαλκός, χρυσὸς καὶ τὰ ὅμοια· ὧν τὰ μὲν καίεται καὶ ἰοῦται, καθάπερ ὁ σίδηρος καὶ χαλκός, διὰ τὸ καὶ καπνώδους ἀναθυμιάσεως μετασχεῖν, καὶ τὴν οὐσίαν γεωδεστέραν λαχεῖν· τὸν δὲ χρυσὸν μήτε καίεσθαι μήτε ἰοῦσθαί φασιν, ὡς ἐξ ἀτμίδος καθαρᾶς εἰς ἓν συναχθείσης καὶ πιληθείσης γενόμενον καὶ τὴν οὐσίαν ὑδατωδεστέραν κτησάμενον· διὰ ταῦτά τοι καὶ βαρύτατον εἶναι.
Τὸ γὰρ βάρος ἢ διὰ τὸ γεῶδες ἢ διὰ τὸ ὑδατῶδες τοῖς σώμασι πρόσεστι· ὥσπερ αὖ ἡ κουφότης ἢ διὰ τὸ πυρῶδες, ἢ διὰ τὸ ἀερῶδες. Εἰ τοίνυν ὁ χρυσὸς ὑδατωδεστέραν ἔσχηκε τὴν οὐσίαν, καὶ τῆς καπνώδους, εἴτουν πυρώδους ἀναθυμιάσεως ἀνεφίκτου, εἰκότως ἐστὶ καὶ βαρύτατος.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.