Ἔργον
Νικηφόρος Βλεμμύδης – Ἐπιτομὴ λογικῆς
Ταυτότητα, Ετερότητα και Προτεραιότητα (Κεφ. ΙΖ΄-ΙΗ΄)
Εξέταση των εννοιών του ενός, του ταυτού, του ετέρου, καθώς και των διαφόρων τρόπων του προτέρου και του υστέρου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ταυτότητα, Ετερότητα και Προτεραιότητα (Κεφ. ΙΖ΄-ΙΗ΄)
Εξέταση των εννοιών του ενός, του ταυτού, του ετέρου, καθώς και των διαφόρων τρόπων του προτέρου και του υστέρου.
ΚΕΦΑΛ. ΙΖ. Περὶ ἐνός, ταυτοῦ καὶ ἑτέρου· ἐν ᾧ καὶ περὶ ὑποστάσεως. α. Τριχῶς λέγεται τὸ ἓν καὶ ταυτόν. Ἢ γὰρ τῷ γένει, καὶ ποιεῖ τὰ ὁμογενῆ· οἷον ἄνθρωπος καὶ ἵππος· ταῦτα γὰρ ἓν καὶ ταυτὸν γένος ἔχουσι τὸ ζῶον. Ἢ τῷ εἴδει, καὶ ποιεῖ τὰ ὁμοειδῆ· οἷον Πέτρος καὶ Παῦλος· τούτοις γὰρ ἓν καὶ ταυτὸν εἶδος ὑπάρχει ὁ ἄνθρωπος. Ἢ τῷ ἀριθμῷ, καὶ ποιεῖ τὸ ἄτομον καθ’ αὑτὸ νοούμενον, τῶν λοιπῶν ἀτόμων κεχωρισμένον· οἷον Σωκράτης. Ἓν γὰρ ὑπάρχει καὶ ταυτόν, εἰ καὶ πλείστοις ἴσως καλοῖτο ὀνόμασι· Σωκράτης, Σωφρονίσκου υἱός, φιλόσοφος. Τὸ δ’ αὐτὸ κἀπὶ τῶν ἰδίως λεγομένων πολυωνύμων ἐστίν. Ἓν γὰρ καὶ ταυτὸν ὑπάρχει τῷ ἀριθμῷ, τὸ ξίφος, καὶ τὸ ἄορ, καὶ ἡ σπάθη, καὶ τὸ φάσγανον. β. Ὁσαχῶς δὲ λέγεται τὸ ἓν καὶ ταυτόν, τοσαυταχῶς καὶ τὸ ἕτερον. Ἢ γὰρ τῷ γένει καὶ τοῦτο λέγεται, καὶ ποιεῖ τὰ ἑτερογενῆ, οἷον ζῶον καὶ ἐπιστήμη· τοῦ μὲν γὰρ ζώου γένος ἡ οὐσία, τῆς ἐπιστήμης δὲ τὸ ποιόν. Ἢ τῷ εἴδει, καὶ ποιεῖ τὰ ἑτεροειδῆ· οἷον ἵππος καὶ βοῦς· ἄλλο γὰρ εἶδος ἵππου, καὶ ἄλλο τοῦ βοός, εἰ καὶ γένος οὐκ ἄλλο καὶ ἄλλο. Ἢ τῷ ἀριθμῷ καὶ ποιεῖ τὰ ἄτομα· καὶ γὰρ τῷ ἀριθμῷ διαφέρουσιν, ὅσα τῇ συνδρομῇ τῶν συμβεβηκότων τὴν ἰδιότητα τῆς ἰδίας ὑποστάσεως ἀφωρίσαντο. γ. Ταῦτα δὲ λέγονται καὶ ἑτεροϋπόστατα, ὡς ἐσχηκότα τὴν ἀνὰ μέρος καθ’ ἑαυτὰ ὕπαρξιν. Τούτῳ γὰρ καὶ τῶν ὁμοϋποστάτων διενηνόχασιν.
Ὁμοϋπόστατα γάρ εἰσιν, ὅταν δύο φύσεις ἐν μιᾷ ὑποστάσει ἑνωθῶσι, καὶ μίαν σχῶσιν ὑπόστασιν σύνθετον, καὶ ἓν πρόσωπον· ὡς ψυχὴ καὶ σῶμα. δ. Πάντα μὲν οὖν τὰ ὁμοειδῆ ἐξ ἀνάγκης εἰσὶ καὶ ὁμογενῆ· οὐ πάντα δὲ τὰ ὁμογενῆ ἀναγκαίως καὶ ὁμοειδῆ. Οὕτως καὶ ἑτερογενῆ μὲν ὁμολογουμένως πάντα ἑτεροειδῆ· οὐ πάντα δὲ τὰ ἑτεροειδῆ ἤδη καὶ ἑτερογενῆ. Καὶ τὰ μὲν τῷ γένει ἕτερα καὶ τῷ εἴδει καὶ τῷ ἀριθμῷ διαφέρουσι· τὰ δὲ τῷ εἴδει ἕτερα τῷ μὲν ἀριθμῷ διαφέρουσιν, οὐ μὴν δὲ ἀεὶ καὶ τῷ γένει. Οὔτε δὲ τῷ ἀριθμῷ διαφέροντα ἐξ ἀνάγκης καὶ τῷ εἴδει, καὶ τῷ γένει ἕτερά ἐστιν. ε. Ἑτεροειδῆ δὲ λέγοιντ’ ἂν μάλιστα τὰ ἐκ διαφόρων εἰδικωτάτων εἰδῶν ἄτομα. Καθάπερ γὰρ Σωκράτης καὶ Πλάτων ὁμοειδῆ καὶ ἄμφω γὰρ ἄνθρωποι τὸν αὐτὸν τρόπον Πήγασος καὶ Κέρβερος, ἑτεροειδῆ.
Τὸν μὲν γὰρ ἵππον λέγουσιν εἶναι τὸν Πήγασον, τὸν δὲ κύνα τὸν Κέρβερον. ϛ. Τῶν ἑτερογενῶν δὲ καὶ μὴ ὑπάλληλα τεταγμένων ἕτεραι τῷ εἴδει καὶ αἱ διαφοραί· οἷον ζώου καὶ ἐπιστήμης. Ἄλλαι γὰρ διαφοραὶ τοῦ ζώου καὶ ἄλλαι τῆς ἐπιστήμης. Τοῦ μὲν γὰρ ζώου συστατικαὶ διαφοραί, τὸ ἔμψυχον, τὸ αἰσθητικόν, τὸ μεταβατικόν· διαιρετικαὶ τὸ λογικόν, τὸ ἄλογον, τὸ πεζόν, τὸ πτηνόν, τὸ ἔνυδρον, καὶ ἕτερα. Τῆς δὲ ἐπιστήμης συστατικαὶ μὲν τὸ τοῖς λογικοῖς ἐνυπάρχειν ζώοις, τὸ δυσμετάβλητον, τὸ ἄπταιστον τῶν ὑποκειμένων· διαιρετικαὶ δὲ τὸ θεωρητικόν, τὸ πρακτικόν· καὶ αὖθις τὸ γεωμετρικόν τε καὶ ἀστρονομικὸν καὶ τὰ τοιαῦτα. Καὶ γὰρ ἧς κατηγορίας ὑπάρχει τὸ γένος, ἐκείνης καὶ τὸ εἶδος· κατάλληλοι δὲ καὶ αἱ διαφοραί.
Τῶν τοίνυν ἑτερογενῶν ἕτεραι τῷ εἴδει καὶ αἱ διαφοραὶ αἱ συστατικαί τε καὶ αἱ διαιρετικαί. ζ. Τῶν δέ γε ὑπάλληλα τεταγμένων, διαιρετικαὶ μὲν οὐ πάντοτε αἱ αὐταί. Τοῦ γὰρ σώματος διαιρουμένου εἰς ἔμψυχον σῶμα καὶ ἄψυχον, οὐ διαιρεθήσεται καὶ τὸ ἔμψυχον εἰς ἔμψυχον πάλιν καὶ ἄψυχον, ἀλλ’ εἰς αἰσθητικὸν καὶ ἀναίσθητον· ἔσται δὲ καὶ τὸ σῶμα διῃρημένον εἰς αἰσθητικὸν καὶ ἀναίσθητον.
Πάλιν τοῦ ἐμψύχου καὶ τοῦ αἰσθητικοῦ εἰς λογικὸν καὶ ἄλογον εὑρεθήσονται κοιναὶ διαφοραὶ διαιρετικαί, τὸ λογικόν τε καὶ ἄλογον. Καὶ οὕτως ἔσονται τῶν ὑπάλληλα γενῶν διαφοραὶ διαιρετικαὶ ποτὲ μὲν αἱ αὐταί, ποτὲ δ’ οὐχ αἱ αὐταί. Τὰς δὲ συστατικὰς εἶναι πάντοτε τὰς αὐτὰς τὸ κωλύον οὐδέν.
Ὁμογενῶν γὰρ ὄντων τῶν ὑπάλληλα, καὶ συνωνύμου γενομένης τῆς κατηγορίας, ὅσαι τοῦ κατηγορουμένου διαφοραί εἰσι, πᾶσαι δὲ τοῦ ὑποκειμένου ἔσονται. η. Χρὴ δὲ γινώσκειν ὡς οἱ θεῖοι Πατέρες ὁμογενῆ καὶ ὁμοειδῆ τὰ αὐτὰ λέγουσι, τὰ ὁμοούσια δηλαδή, ἤγουν τὰς ὑπὸ τὸ αὐτὸ εἶδος ὑποστάσεις. θ. Ἡ δ’ ὑπόστασις δύο σημαίνει. Δηλοῖ γὰρ καὶ τὴν ἁπλῶς ὕπαρξιν, καθὸ καί τινες τῶν Πατέρων, ὡς δηλωτικὸν φύσεως παρειλήφασι τὸ τῆς ὑποστάσεως ὄνομα. Δηλοῖ καὶ τὸ ἄτομον ὃ καὶ κυρίως ὑπόστασις λέγεται, διὰ τὸ καθ’ αὑτὸ ὑφεστάναι πραγματικῶς.
Ἐν γὰρ τοῖς ἀτόμοις ἡ οὐσία ἐνεργείᾳ ὑφέστηκε, προσλαβοῦσα τὰ συμβεβηκότα. ι. Καὶ τὸ ἀνυπόστατον δὲ δύο σημαίνει. Τό τε γὰρ μηδαμῆ μηδαμῶς ὄν, καὶ τὸ συμβεβηκός, ὡς μὴ ἔχον ἰδίαν ὑπόστασιν, εἴτουν ὕπαρξιν, ἀλλ’ ἐν τῇ οὐσίᾳ ὑφεστηκός. ια. Τὸ δὲ ἐνυπόστατον ποτὲ μὲν τὸ ἁπλῶς ὕπαρχον δηλοῖ, καθὸ σημαινόμενον οὐ μόνον τὴν ἁπλῶς οὐσίαν, ἀλλὰ καὶ τὸ συμβεβηκὸς ἐνυπόστατον λέγομεν, ἑτεροϋπόστατον μᾶλλον ὑπάρχον· ποτὲ δὲ δηλοῖ καὶ τὸ ἄτομον. Οὐδ’ αὐτὸ δὲ κυρίως ἐνυπόστατόν ἐστιν, ἀλλ’ ὑπόστασις. Κυρίως γὰρ ἐνυπόστατόν ἐστιν ἢ τὸ καθ’ αὐτὸ μὲν μὴ ὑφιστάμενον, ἀλλ’ ἐν ταῖς ὑποστάσεσι θεωρούμενον, ὥσπερ τὸ εἶδος, ἤγουν ἡ φύσις· καὶ γὰρ τῶν ἀνθρώπων ἡ φύσις οὐ καθ’ ἑαυτήν, ἀλλ’ ἐν τοῖς κατὰ μέρος ἀνθρώποις ὑφέστηκεν· ἢ τὸ συνερχόμενον ἑτέρῳ τινὶ διαφόρῳ κατὰ τὴν οὐσίαν εἰς μιᾶς ὑποστάσεως συνθέτου ἐκπλήρωσιν· ὡς ἡ ψυχὴ καὶ τὸ σῶμα συνελθόντα ἀλλήλοις τόν τινα ἄνθρωπον ἀπετέλεσαν. ιβ. Τὰ μὲν οὖν ἐνυπόστατα λεχθεῖεν ἄν· τὸ δ’ ἐξ αὐτῶν ἀλλήλων συντεθειμένον ὑπόστασις. Ἀλλὰ καὶ ὑφ’ ἑτέρας ὑποστάσεως προσληφθεῖσα φύσις, καὶ ἐν αὐτῇ ἐσχηκυῖα τὴν ὕπαρξιν καὶ αὕτη καλῶς ἐνυπόστατος λέγεται· ὅθεν καὶ τοῦ Κυρίου ἡ σάρξ, μηδὲ πρὸς καιροῦ ῥοπὴν ἀκαριαίαν ὑποστᾶσα καθ’ ἑαυτήν, οὐχ ὑπόστασις, ἀλλ’ ἐνυπόστατος καὶ λέγεται καὶ ἔστιν.
Ἐν γὰρ τῇ τοῦ Θεοῦ Λόγου ὑποστάσει ὑπέστη προσληφθεῖσα ὑπ’ αὐτῆς, καὶ ταύτην ἔσχε καὶ ἔχει ὑπόστασιν. ιγ. Ἰστέον δ’ ὅτι οἱ ἅγιοι Πατέρες τὸ αὐτὸ καὶ ἓν ἐκάλεσαν ὑπόστασίν τε καὶ ἄτομον καὶ πρόσωπον, τὸ διὰ τῶν ἑαυτοῦ ἰδιωμάτων ἀρίδηλον καὶ περιωρισμένην ἀπὸ τῶν ὁμοφυῶν αὐτοῦ παρεχόμενον ἡμῖν τὴν οἰκείαν ἐμφάνειαν.
Σχῆμα κεφαλ. ιζ, περὶ ἑνὸς ταυτοῦ καὶ ἑτέρου, ἐν ᾧ καὶ περὶ ὑποστάσεως. Τὸ ἓν καὶ ταυτὸν ἢ γένει, οἷον ἄνθρωπος καὶ ἵππος· ἢ εἴδει, ὡς Πέτρος καὶ Παῦλος· ἢ ἀριθμῷ, ὡς λώπιον καὶ ἱμάτιον· Τὸ ἕτερον ἢ γένει, ὡς ζῶον καὶ ἐπιστήμη· ἢ εἴδει, ὡς ἵππος καὶ βοῦς· ἢ ἀριθμῷ, ὡς Σωκράτης καὶ Πλάτων·
Ὑπόστασις ἢ ἁπλῶς ὕπαρξις· ἢ καὶ τὸ ἄτομον· Ἀνυπόστατον ἢ τὸ μηδαμῆ μηδαμῶς ὄν· ἢ τὸ συμβεβηκός. Τὸ ἐνυπόστατον τὸ ἁπλῶς ὑπάρχον· τὸ ἄτομον· τὸ μὴ καθ’ ἑαυτὸ θεωρούμενον, ὡς τὸ εἶδος τοῦ ἀνθρώπου ἐν τοῖς κατὰ μέρος· καὶ τὸ συνερχόμενον διαφόρως κατὰ τὴν οὐσίαν εἰς μιᾶς ὑποστάσεως σύστασιν.
ΚΕΦΑΛ. ΙΗ. Περὶ προτέρου καὶ ὑστέρου, καὶ περὶ τοῦ ἅμα. α. Κατὰ πέντε τρόπους τὸ πρότερον λέγεται. β. Καθ’ ἕνα μὲν τρόπον ἀπὸ τοῦ χρόνου, καθ’ ὃ πρεσβύτερον καὶ παλαιότερον ἕτερον ἑτέρου φαμέν. Τάττεται δὲ τὸ μὲν πρεσβύτερον κυρίως ἐπὶ τῶν ἐμψύχων καὶ μάλιστα ἐπ’ ἀνθρώπων, ἐπὶ δὲ τῶν ἀψύχων καὶ ὁμοῦ πάντων τὸ παλαιότερον. Δῆλον δ’ ὅτι πρὸς ἕτερον χρὴ παραβάλλοντα πάντοτε ποιεῖσθαι τὴν σύγκρισιν, ἵνα μή τις ἑαυτοῦ κατὰ τὴν νέαν ἡλικίαν, ὡς τῷ χρόνῳ προτέραν, εὑρεθείη πρεσβύτερος. γ. Καθ’ ἕτερον τρόπον λέγεται πρότερον, τὸ κατὰ φύσιν. Φύσει δὲ πρότερόν ἐστι τὸ συναναιροῦν καὶ μὴ συναναιρούμενον, καὶ συνεισφερόμενον καὶ μὴ συνεισφέρον. Οἷον τὸ ἓν πρότερον φύσει τῶν δύο.
Καὶ γὰρ ἀναιρούμενον, συναναιρεῖ τὰ δύο. Μὴ ὄντος γὰρ ἑνός, πῶς ἔσονται δύο; τῶν δύο δ’ ἀναιρεθέντων, οὐ συναναιρεῖται τὸ ἕν. Ἔστι γὰρ ἕν, δύο μὴ ὄντων. Πάλιν τοῖς μὲν δύο συνεισφέρεται τὸ ἕν· ἔνθα γὰρ δύο, ἐκεῖ καὶ τὸ ἕν· ἓν γὰρ καὶ ἓν τὰ δύο· οὐ συνεισφέρει δὲ τὸ ἓν τὰ δύο· ἑνὸς γὰρ ὄντος, οὐκ ἀναγκαῖον εἶναι καὶ δύο. Κατὰ τοῦτον τὸν τρόπον τὰ γένη πρότερα τῶν οἰκείων εἰδῶν, καὶ τὰ εἴδη τῶν ἀτόμων, καὶ ἁπλῶς τὰ καθολικώτερα τῶν ὑπὸ τὴν αὐτὴν κατηγορίαν μερικωτέρων. δ. Τρίτος τρόπος ὁ κατὰ τάξιν, ὡς τὸ προοίμιον πρότερον τῆς διηγήσεως, καὶ ὁ στρατιώτης τοῦ στρατηγοῦ. ε. Τέταρτος ὁ κατ’ ἀξίαν· ὡς ὁ ἄρχων πρότερος τοῦ ἀρχομένου, τῇ ἀξίᾳ δηλονότι καὶ τῇ τιμῇ. Τοῦτον τὸν τρόπον ὁ Ἀριστοτέλης οὐ δέχεται. Τίθησι δ’ ἀντ’ αὐτοῦ τὸν κατὰ τὸ αἴτιον· οἷον, Ἔστιν ἄνθρωπος, καὶ λέγομεν καὶ ἡμεῖς ἀληθῆ λόγον, ὅτι ἔστιν ἄνθρωπος. Τὸ εἶναι γοῦν ἄνθρωπον αἴτιον γίνεται τοῦ λόγου τούτου τοῦ ἀληθοῦς, τοῦ, ὅτι ἔστιν ἄνθρωπος.
Κατὰ τοῦτο τὸ σημαινόμενον λέγομεν τὸν ἄναρχον Πατέρα πρῶτον καὶ μείζονα τοῦ Μονογενοῦς, ὡς αἴτιον τῆς αὐτοῦ ὑπάρξεως οὐσιωδῶς. ϛ. Προστιθέασί τινες τοῖς τρόποις τοῦ προτέρου τὸν κατ’ ἐπίνοιαν· ὡς ὅταν βουλόμενοι τοῖχον δείμασθαι θεμέλιον καταβάλλωμεν· καὶ λέγομεν, Ἐπεὶ πρότερον τὸν τοῖχον ἐπινοήσαντες διὰ τὸν τοῖχον τιθέμεθα τὸν θεμέλιον, ὁ τοῖχός ἐστι πρότερος τοῦ θεμελίου. Συνάγεται δ’ οὗτος ὁ τρόπος τῷ κατ’ ἀξίαν· καθ’ ὃν τὸ βέλτιον καὶ τιμιώτερον λέγεται πρότερον. Καὶ ὥσπερ ὁ κατ’ ἀξίαν πρότερος ὕστερος εὑρίσκεται κατὰ τάξιν ὁ γὰρ ἄρχων πρότερόν ἐστιν ἀρχόμενος καὶ ὕστερον ἄρχων καθίσταται· τοιουτοτρόπως καὶ τὸ κατ’ ἐπίνοιαν πρότερον ὕστερον ἀπαρτίζεται καὶ τελειοῦται. ζ. Ὁσαχῶς δὲ τὸ πρότερον, τοσαυταχῶς καὶ τὸ ὕστερον, προσφυῶς τοῖς τρόποις καὶ καταλλήλως γινομένης τῆς ἀντιθέσεως. η. Διαιροῦσι δὲ τὸ πρότερον καὶ ὕστερον καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον, ὥσπερ τὰ ἀφ’ ἑνός. θ. Ἅμα δέ ἐστι καθ’ ἕνα μὲν τρόπον, ὧν ἡ γένεσις ἐν τῷ αὐτῷ χρόνῳ· ὡς ὅταν ἐν μιᾷ ῥοπῇ τύχῃ γεννηθῆναι δύο τινάς· οὗτος ὁ τρόπος τῷ πρώτῳ τρόπῳ τοῦ προτέρου ἀντίκειται, τῷ ἀπὸ τοῦ χρόνου. ι. Καθ’ ἕτερον τρόπον ἅμα λέγονται τὰ κατὰ φύσιν ἅμα ὑπάρχοντα. Ταῦτα δέ ἐστι τὰ συναναιροῦντα καὶ συναναιρούμενα, συνεισφερόμενά τε καὶ συνεισφέροντα· οἷον τὰ πρός τι.
Οὗτος δὲ ὁ τρόπος ἀντίκειται τῷ τοῦ προτέρου δευτέρου τρόπῳ, τῷ κατὰ φύσιν· καί γε τῷ πέμπτῳ τῷ κατὰ τὸ αἴτιον. Τῷ δευτέρῳ μὲν οὖν καθ’ ὅσον ἀντιστρέφει, ἀντίκειται τῷ μὴ ἀντιστρέφοντι· τῷ πέμπτῳ δ’ αὖθις, ἢ μὴν τετάρτῳ, καθ’ ὅσον οὐκ ἔστι θάτερον αἴτιον τοῦ λοιποῦ.
Τοιαῦτα γὰρ τὰ πρός τι, καθὸ πρός τι. Τὸ γὰρ πατὴρ καὶ υἱὸς ἅμα ἐστὶ καὶ οὐδέτερον αἴτιον, κατ’ αὐτὸ τοῦτο, τὸ πατὴρ καὶ υἱός· μᾶλλον μὲν οὖν αἴτιον ἑκατέρου ἑκάτερόν ἐστι. Αἴτιον γὰρ τοῦ πατέρα εἶναι τὸ υἱὸν εἶναι· καὶ τοῦ υἱὸν εἶναι τὸ πατέρα εἶναι. Κἂν ἄλλως αἴτιος τῆς τοῦ υἱοῦ ὑπάρξεως ὁ πατήρ, οὐ μὴν τῆς τοῦ πατρὸς ὁ υἱός. Ὁ μὲν γὰρ πατὴρ ἐγέννησεν, ὁ δὲ υἱὸς ἐγεννήθη. Καὶ γέγονεν ὁ υἱὸς ἐκ τοῦ πατρός· οὐ μὴν ἐκ τοῦ υἱοῦ ὁ πατήρ. ια. Τρίτον τοῦ ἅμα σημαινόμενον, τὰ ἀντιδιαιρούμενα εἴδη· ὡς ὅταν διαιροῦντες τὸ ζῶον εἰς λογικὸν καὶ ἄλογον, ἅμα λέγομεν εἶναι τὸ λογικὸν καὶ τὸ ἄλογον· καὶ οὐ τὸ μὲν πρότερον, τὸ δ’ ὕστερον.
Ἀντίκειται δὲ τῶν ἀντιδιαιρουμένων ὁ τρόπος τῷ τρίτῳ τρόπῳ τοῦ προτέρου τῷ κατὰ τάξιν. Ἰσόστοιχα γὰρ τὰ ἀντιδιαιρούμενα, καὶ τὴν αὐτὴν ἀλλήλοις ἔχοντα τάξιν. ιβ. Δοκεῖ δὲ τί τοῦ ἅμα καὶ τῷ κατ’ ἀξίαν ἀντικεῖσθαι τρόπῳ τοῦ προτέρου. Τοῦτο δ’ ἂν εἴη τὸ ἰσάξιόν τε καὶ ὁμότιμον.
Σχῆμα κεφαλ. ιη, περὶ προτέρου καὶ ὑστέρου καὶ περὶ τοῦ ἅμα. Τὸ πρότερον καὶ ὕστερον τὸ κατὰ χρόνον· τὸ τῇ φύσει πρότερον· τὸ κατὰ τάξιν, ὡς τὸ προοίμιον τῆς διηγήσεως· τὸ κατ’ ἀξίαν, ὡς ὁ ἄρχων τοῦ ἀρχομένου· τὸ κατὰ τὸ αἴτιον, ὡς τὸ εἶναι ἄνθρωπον τοῦ ἀληθοῦς περὶ αὐτοῦ λόγου τοῦ ὅτι ἐστὶν ἄνθρωπος.
Ἅμα λέγεται τὰ κατὰ χρόνον, οἷον εἰ γεννηθῶσι δύο τινὲς κατὰ τὸν αὐτὸν χρόνον· τὰ κατὰ φύσιν, ὡς τὰ πρός τι· τὰ ἀντιδιαιρούμενα ἐκ τοῦ αὐτοῦ γένους, ὡς τὸ λογικὸν καὶ ἄλογον.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.