Ἔργον
Νικηφόρος Βλεμμύδης – Ἐπιτομὴ λογικῆς
Εισαγωγή στις Κατηγορίες και τα Κατηγορούμενα (Κεφ. ΙΔ΄-ΙΣΤ΄)
Παρουσίαση των δέκα αριστοτελικών κατηγοριών των όντων, του υποκειμένου και των πολλαπλών τρόπων του κατηγορείσθαι.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εισαγωγή στις Κατηγορίες και τα Κατηγορούμενα (Κεφ. ΙΔ΄-ΙΣΤ΄)
Παρουσίαση των δέκα αριστοτελικών κατηγοριών των όντων, του υποκειμένου και των πολλαπλών τρόπων του κατηγορείσθαι.
ΚΕΦΑΛ. ΙΔ. Περὶ τῶν κατηγοριῶν. α. Τὰ λεγόμενα καὶ ὄντα, ἢ τῇ μὲν προφορᾷ εἰσιν ἁπλᾶ, τῷ δὲ σημαινομένῳ συμπεπλεγμένα ὡς τὸ τρέχω. Τὸ γὰρ τρέχω ἁπλοῦν μὲν ἔστι τῇ προφορᾷ καὶ ἀσύνθετον, τῷ δὲ σημαινομένῳ, συμπεπλεγμένον καὶ σύνθετον. Δηλοῖ γὰρ ἐμέ, καὶ τὸν δρόμον, τουτέστιν οὐσίαν καὶ ἐνέργειαν· ἢ τῇ μὲν προφορᾷ ὑπάρχουσι σύνθετα, τῷ σημαινομένῳ δέ γε ἁπλᾶ ὡς ὅτε λέγει τις πράγματος ὁρισμόν· ἓν γὰρ τότε δηλοῖ διὰ τῆς συνθέτου φωνῆς, ἐκεῖνο δηλονότι τὸ πρᾶγμα, ὅπερ ὁρίζεται· ἢ καὶ τῇ προφορᾷ καὶ τῷ σημαινομένῳ συμπεπλεγμένα εἰσὶ τὰ λεγόμενα· ὡς τὸ Παῦλος δημηγορεῖ· ἢ καὶ τῇ προφορᾷ καὶ τῷ σημαινομένῳ ἁπλᾶ. β. Τούτων τῶν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων ἕκαστον ἢ οὐσίαν σημαίνει, ἢ ποσόν, ἢ ποιόν, ἢ πρός τι, ἢ πότε, ἢ ποιεῖν, ἢ πάσχειν, ἢ ἔχειν, ἢ κεῖσθαι. Πάντα γὰρ τὰ ὄντα ὑπὸ τὰς δέκα ταύτας κοινότητας ἀναφέρονται· καὶ οὐκ ἔστι τῶν ὄντων οὐδέν, ὃ μὴ ταύταις ἐμπερικλείεται. γ. Καὶ γὰρ οἱ φιλόσοφοι πάντων τῶν ὄντων ἐπιστήμονες εἶναι βουλόμενοι, ἐπεὶ τῶν κατὰ μέρος ἐπιστήμη οὐκ ἔστι διά τε τὸ πολυάριθμον αὐτῶν καὶ τὸ ἀεὶ γεννητὸν καὶ φθαρτόν, ταῖς εἰρημέναις κοινότησι τὰ πάντα συμπεριώρισαν. δ.
Καὶ τοὺς μὲν κατὰ μέρος ἀνθρώπους, καὶ τοὺς κατὰ μέρος ἵππους ἐπισκεψάμενοι πρότερον ὅπως ἔχουσι φύσεως, ἐπὶ τὸν καθόλου ἄνθρωπον καὶ τὸν καθόλου ἵππον ἀνέδραμον, τουτέστιν ἐπὶ τὸ εἶδος τοῦ ἀνθρώπου καὶ ἐπὶ τὸ εἶδος τοῦ ἵππου. Τοῦτο δὲ κἀπὶ τῶν ἄλλων ζώων πεποιηκότες τῶν μερικῶν, ἀπὸ τῶν τρεπτῶν καὶ ἀλλοιωτῶν μετέβησαν ἐπὶ τὰ ἄτρεπτά τε καὶ ἀναλλοίωτα. Τρεπτὰ μὲν γὰρ καὶ ἀλλοιωτὰ ὑπάρχει τὰ μερικά, τοῖς δὲ καθόλου τὸ ἀεὶ ὡσαύτως ἔχειν ἐστίν. Ἐπεὶ δὲ καὶ τῶν τοιούτων εἰδῶν οὐκ ἔστιν ἅπαντα τῇ διανοίᾳ περιληπτὰ πολλὰ γὰρ αὐτῶν ἀγνοεῖται ἡμῖν, τὸ καθολικώτερον αὖθις ζητήσαντες εὗρον τὸ ζῶον. Ὡσαύτως δὲ καὶ τὰ κατὰ μέρος φυτὰ πρὸς τὸ καθόλου συναγαγόντες φυτόν, καὶ πρὸς τὸ ζωόφυτον τὰ ζωόφυτα· ταῦτα πάντα, τὸ ζῶον, τὸ φυτόν, τὸ ζωόφυτον, τῷ ἐμψύχῳ συνέδησαν. Θεωρήσαντες δὲ καὶ τὰς ἀψύχους φύσεις, τὸ ξύλον, τὸν λίθον, τὸν σίδηρον καὶ τὰ ὅμοια, τὸ καθόλου ἄψυχον δι’ αὐτῶν συνεστήσαντο· καὶ τοῦτο μετὰ τοῦ ἐμψύχου συνῆψαν διὰ τοῦ σώματος.
Ὅτι δὲ καὶ ἄγγελον ἔγνωσαν εἶναι καὶ ψυχήν, οὐ μετέχει δὲ ταῦτα τῆς τοῦ σώματος φύσεως τὸ μὲν γὰρ μεριστόν, καὶ τρεῖς ἔχον διαστάσεις· τὰ δὲ παντελῶς ἀμερῆ, καὶ μηδεμίαν κεκτημένα διάστασιν· οὐ μῆκος, οὐ πλάτος, οὐ βάθος, διὰ τῆς οὐσίας ἥνωσαν τῷ σώματι τὸ ἀσώματον, καὶ γέγονε ἡ οὐσία πάντων τούτων αὐθυπάρκτων ὄντων γένος κοινόν. ε. Ἐπεὶ δέ τινα τῶν πραγμάτων ἐν τῇ οὐσίᾳ, μὴ μέντοι ἐν ἑαυτοῖς τὴν ὕπαρξιν ἔχουσιν, οὕτω καὶ περὶ τούτων ἐσκέψαντο.
ϛ. Δύο τινὰ καὶ τρία, καὶ δέκα καὶ εἴκοσιν εὑρηκότες, ἀνήγαγον ἐπὶ τὸν ἀριθμόν· μέγα δὲ καὶ μικρὸν καὶ τὰ τοιαῦτα ἐπὶ τὸ μέγεθος· τὸν ἀριθμὸν δὲ καὶ μέγεθος περιέλαβον τῷ ποσῷ. Δύο γοῦν ἔσχον κοινότητας περιεκτικὰς πραγμάτων πολλῶν, τὴν οὐσίαν καὶ τὸ ποσόν. ζ. Πάλιν ἔστι τι λευκόν, μέλαν, κιῤῥόν· ταῦτα ὑπὸ τὸ χρῶμα συνήθροισαν. Ἔστι δέ τι γλυκύ, πικρόν, θερμόν, ψυχρόν· ταῦτα δὴ καὶ τὸ χρῶμα, καὶ τὰς τέχνας, καὶ τὰς ἐπιστήμας μιᾷ κοινότητι περιέγραψαν, τῷ ποιῷ. Ποιὸν δέ ἐστιν, ἀφ’ οὗ παρωνύμως ὀνομάζεται τὸ μετέχον, ἢ ὁπωσοῦν ἄλλως ἀπ’ αὐτοῦ· ὡς ἀπὸ τῆς γραμματικῆς ὁ γραμματικός, καὶ ἀπὸ τῆς ἀρετῆς ὁ σπουδαῖος. η. Ὅτι δὲ καὶ δεξιὸν ἔστι τι καὶ ἀριστερόν, καὶ διπλάσιον καὶ ἥμισυ· τὰ τοιαῦτα τῷ πρός τι ἀπένειμαν.
Ἔστι δὲ τὰ πρός τι σχέσις ἑτέρου πρὸς ἕτερον. θ. Πάλιν ἔστι τι ἐν νῷ, ἐν ἀγορᾷ, ἐν θεάτρῳ, τῇ τοῦ ποῦ κοινότητι τὰ τοιαῦτα προσήρμοσαν. Τόπου δὲ παραστατικὸν ὑπάρχει τὸ ποῦ· διαφοραὶ δὲ αὐτοῦ ὅσαι καὶ τοῦ τόπου· ἄνω, κάτω, δεξιά, ἀριστερά, ἔμπροσθεν, ὄπισθεν. ι. Τὸ δὲ χθὲς καὶ πέρυσι καὶ σήμερον, καὶ αὕριον, καὶ ὅσα τοιαῦτα, ἐπὶ τοῦ πότε συνήγαγον· τὸ δέ ἐστι χρόνου σημαντικόν. Διαφοραὶ δὲ τοῦ πότε, ὅσαι καὶ τοῦ χρόνου· ἐνεστώς, παρεληλυθώς, καὶ μέλλων. ια. Τὸ δὲ τύπτειν, τὸ θερμαίνειν, τὸ ψύχειν καὶ τὰ τοιαῦτα, ἤγουν παραπλήσια, ἐν τῷ ποιεῖν ἔθεσαν. ιβ. Ὥσπερ αὖ ἐν τῷ πάσχειν, τὸ τύπτεσθαι, τὸ θερμαίνεσθαι, τὸ ψύχεσθαι, καὶ τὰ ὅμοια. ιγ. Ἔστι δὲ ποιεῖν μὲν τὸ δρᾷν περί τι, πάσχειν δὲ τὸ ὑφ’ ἑτέρου ἀλλοιοῦσθαι. ιδ. Πάλιν ἐπειδή ἐστι τὸ ὑποδεδέσθαι, ὡπλίσθαι, δακτύλιον φορεῖν, τὰ ἐοικότα πάντα ταῦτα τῷ ἔχειν δεδώκασιν. Ἔστι δὲ τὸ ἔχειν οὐσίας περὶ οὐσίαν περίθεσις. ιε. Τὸ δὲ ἐστάναι, καὶ ἀνακεῖσθαι, καὶ καθῆσθαι, γένει κοινῷ τῷ κεῖσθαι ὑπέταξαν.
ιϛ. Κεῖσθαι δέ ἐστιν ἡ τοιάδε θέσις τοῦ σώματος. ιζ. Εἰ μὲν γὰρ ὄρθια τὰ μέλη πάντα εἰσίν, ἑστάναι λέγεται· εἰ δ’ ὕπτια πάντα, ἀνακεῖσθαι καὶ ἀνακεκλίσθαι. Εἰ δὲ τὰ μὲν ὀρθιάζοντα, τὰ δ’ ὑπτιάζοντά πως, καθῆσθαι. ιη. Τοῦ δὲ κεῖσθαι τὰ μὲν φύσει μετέχει, ὡς τὰ τέσσαρα στοιχεῖα, ἐν τοῖς ἰδίοις ἱδρυμένα, καὶ ὁ οὐρανὸς τὴν ἀνωτάτω χώραν ἐπέχων· τὰ δὲ θέσει, ὡς ἀνδριάντες, καὶ κίονες, καὶ σκεύη καὶ ὅλως τὰ κατὰ τέχνην τινὰ ἢ χρείαν τιθέμενα. ιθ. Ἔτι τὰ μὲν ἐν στάσει ἔχει τὴν θέσιν, ὡς ἡ γῆ· τὰ δ’ ἐν κινήσει, ὡς τὰ οὐράνια σώματα. κ. Ἔτι τὰ μὲν διαμέσον ἔχει τὸ κεῖσθαι, ὡς τὰ στοιχεῖα καὶ οὐρανός· τὰ δ’ ἔγχρονον, ὡς τὰ ἐν μέρει χρόνου ὑφεστῶτα. κα. Οὕτω μὲν οὖν οἱ φιλόσοφοι τὰς τοιαύτας δέκα γενικωτάτας ἐξεῦρον κοινότητας. κβ. Ἕκαστον δὲ τῶν κατὰ μηδεμίαν συμπλοκὴν λεγομένων αὐτὸ καθ’ αὑτὸ πρᾶγμα μὲν ἐξ ἀνάγκης δηλοῖ, ψεῦδος δὲ ἢ ἀλήθειαν οὐδαμῶς· τῇ δὲ πρὸς ἄλληλα τούτων συμπλοκῇ ἢ ἀλήθεια, ἢ ψεῦδος ἀκολουθεῖ.
Ἂν μὲν γὰρ εἴπω, ἄνθρωπος, ἢ ἵππος, ἢ τρέχει, ἢ ἵσταται· πρᾶγμα μὲν σημαίνω ἁπλῶς, οὐκ ἀληθεύω δέ, οὐδὲ ψεύδομαι· ἐὰν δὲ συμπλέξας ἐρῶ, ἄνθρωπος τρέχει, ἢ ἵππος ἵσταται, τότ’ ἐξ ἀνάγκης ἢ ἀληθεύω ἢ ψεύδομαι. κγ. Τὰ μὲν οὖν πρῶτα καὶ δεύτερα πρόσωπα, διὰ τὸ εἶναι ὡρισμένα, ὡς τὸ τρέχω καὶ τρέχεις, συμπεπλεγμένα εἰσὶ τῷ σημαινομένῳ· τὰ δὲ τρίτα, διὰ τὸ εἶναι ἀόριστα, μετὰ τῶν ἁπλῶν ἐτάχθησαν.
Σχῆμα κεφαλ. ιδ, περὶ τῶν κατηγοριῶν. Τὰ λεγόμενα καὶ ὄντα ἢ τῇ μὲν προφορᾷ εἰσιν ἁπλᾶ, τῷ δὲ σημαινομένῳ σύνθετα, ὡς τὸ τρέχω· ἢ τῇ μὴν προφορᾷ σύνθετα, τῷ δὲ σημαινομένῳ ἁπλᾶ, ὡς οἱ ὁρισμοί. ἢ καὶ τῇ προφορᾷ καὶ οὐσία, ὡς ἄνθρωπος, βοῦς· τῷ σημαινομένῳ ἁπλᾶ ποσόν, ὡς δίπηχυ· ποιόν, ὡς λευκόν, μέλαν· πρός τι, ὡς πατήρ, υἱός· ποῦ, ἐν λυκείῳ· πότε, χθές, πέρυσι· ποιεῖν, ψύχειν, θερμαίνειν· πάσχειν, θερμαίνεσθαι, ψύχεσθαι· ἔχειν, ὑποδεδέσθαι· κεῖσθαι, καθῆσθαι.
Τὰ κείμενα τὰ μὲν φύσει, ὡς τὰ στοιχεῖα· τὰ δὲ θέσει, ὡς ἀνδριάντες καὶ τὰ σκεύη. Τὸ κεῖσθαι ἵστασθαι, ἀνακεῖσθαι, καθῆσθαι. Ἄλλως· τὰ κείμενα ἢ διαμένον ἔχει τὸ κεῖσθαι, ὡς τὰ στοιχεῖα· ἢ ἔγχρονον, ὡς τὰ τεχνητά.
ΚΕΦΑΛ. ΙΕ. Ἔτι περὶ κατηγοριῶν. α. Τῶν ὄντων τὰ μὲν καθ’ ὑποκειμένου λέγεται, τὰ δ’ οὐ λέγεται καθ’ ὑποκειμένου. Τῶν δὲ λεγομένων καθ’ ὑποκειμένου τὰ μὲν ἐν ὑποκειμένῳ οὐκ ἔστι, τὰ δ’ ἐν ὑποκειμένῳ ἐστίν. Ὡσαύτως καὶ τῶν μὴ λεγομένων καθ’ ὑποκειμένου, τὰ μὲν ἐν ὑποκειμένῳ οὐκ ἔστι, τὰ δ’ ἐν ὑποκειμένῳ ἐστί. β. Διττὸν δὲ τοῦ ὑποκειμένου τὸ σημαινόμενον· δηλοῖ γὰρ καὶ τὸ πρὸς ὕπαρξιν ὑποκείμενον, καὶ τὸ ὑποκείμενον πρὸς κατηγορίαν. Κατηγορία δὲ εἵρηται, διὰ τὸ κατά τινων ἀγορεύεσθαι ἤτοι λέγεσθαι. γ. Πρὸς ὕπαρξιν μὲν οὖν ὑπόκειται ἡ οὐσία τοῖς συμβεβηκόσι. Ταῦτα γὰρ ἐν τῇ οὐσίᾳ ἔχει τὸ εἶναι· καὶ ἔστι μόνη ἡ οὐσία πρὸς ὕπαρξιν ὑποκείμενον. δ. Πρὸς κατηγορίαν δὲ ὑπόκεινται τὰ ἄτομα τοῖς οἰκείοις εἴδεσί τε καὶ γένεσι· καὶ τὰ εἴδη τοῖς ἑαυτῶν γένεσιν ἕως τοῦ γενικωτάτου. ε. Οἷον ὁ Πέτρος ἄνθρωπός ἐστιν. Ὑπόκειται ὁ Πέτρος ἐνταῦθα τῷ ἀνθρώπῳ πρὸς κατηγορίαν, καὶ λέγεται ὁ ἄνθρωπος καθ’ ὑποκειμένου τοῦ Πέτρου· ἐπεὶ ὁ Πέτρος ὑποκείμενόν ἐστι· κατηγορούμενον δὲ ὁ ἄνθρωπος. Πάλιν τὸ ζῶον οὐσία ἐστίν· ὑπόκειται τὸ ζῶον καθ’ ὑποκειμένου τοῦ ζώου, τουτέστι κατηγορούμενον, ἡ οὐσία.
ϛ. Ἔνθα μὲν οὖν ἡ κατὰ πρόθεσις φαίνεται, καὶ κατὰ γενικὴν πτῶσιν τελεῖται ἡ σύνταξις· ἐκεῖ τὸ πρὸς κατηγορίαν παραλαμβάνεται ὑποκείμενον, ὡς ὅταν εἴπωμεν τῶν ὄντων τὰ μὲν καθ’ ὑποκειμένου λέγεται. Διὰ τοῦτο γὰρ τίθεμεν καὶ τὸ λέγεται, ἵνα καὶ ἐντεῦθεν τὸ πρὸς κατηγορίαν γνωσθῇ ὑποκείμενον.
Τὸ γὰρ λέγεται καὶ τὸ κατηγορεῖται ταυτόν ἐστιν. Ἔνθα δὲ ἡ ἐν πρόθεσις ὁρᾶται, καὶ κατὰ δοτικὴν πτῶσιν γίνεται ἡ σύνταξις· ἐκεῖ τὸ πρὸς ὕπαρξίν ἐστιν ὑποκείμενον, ὡς ὅταν εἴπωμεν· Τὰ δὲ ὑποκειμένῳ ἐστί. Διὰ τοῦτο γὰρ καὶ τὸ ἐστὶ τιθέαμεν, ἵνα καὶ ἐντεῦθεν τὸ πρὸς ὕπαρξιν γνωσθῇ ὑποκείμενον· ὑπάρξεως γὰρ παραστατικὸν τὸ ἔστιν. ζ. Ὅταν οὖν λέγωμεν ὅτι τῶν ὄντων τὰ μὲν καθ’ ὑποκειμένου λέγεται, τὰ δὲ οὐ λέγεται καθ’ ὑποκειμένου, τοῦτό φαμεν· ὅτι τῶν ὄντων τὰ μέν τινων κατηγοροῦνται, τὰ δὲ οὐ κατηγοροῦνταί τινων. η. Ὅταν δὲ λέγωμεν ὅτι τῶν καθ’ ὑποκειμένου λεγομένων τὰ μὲν ἐν ὑποκειμένῳ οὐκ ἔστι, τὰ δ’ ἐν ὑποκειμένῳ ἐστί, τοῦτό φαμεν, ὅτι τῶν κατηγορουμένων τὰ μὲν ἐν ἑτέροις οὐκ ἔχουσι τὴν ὕπαρξιν οὐσίαι γάρ εἰσιν αὐθύπαρκτα πράγματα καὶ μὴ δεόμενα ἑτέρων πρὸς σύστασιν, τὰ δ’ ἐν ἑτέροις ἔχουσι τὸ εἶναι. Συμβεβηκότα γάρ εἰσι, μὴ δυνάμενα καθ’ ἑαυτὰ εἶναι, ἀλλ’ ἐν ταῖς οὐσίαις τὴν ὕπαρξιν ἔχοντα. θ. Μόνως μὲν οὖν καθ’ ὑποκειμένου λέγεται καὶ οὐχ ὑποκείμενα τὰ καθόλου τῶν πραγμάτων καὶ γενικώτατα. Ταῦτα γὰρ κατηγοροῦνται μόνον, οὐ μὴν καὶ ὑπόκεινται. Οὐ καθ’ ὑποκειμένου δέ εἰσιν, ἀλλ’ ὑποκείμενα μόνως, δηλονότι τὰ μερικὰ τῶν πραγμάτων καὶ ἄτομα, διὰ τὸ μὴ κατηγορεῖσθαί τινων.
Ὁμοῦ δὲ καθ’ ὑποκειμένου τε καὶ ὑποκείμενα λέγεται τὰ εἰδικώτατα εἴδη καὶ τὰ ὑπάλληλα γένη· ὡς ἄλλων μὲν ὄντα καθολικώτερα καὶ ἄλλων αὖ μερικώτερα· καὶ τοῖς μὲν ἐπάνω αὐτῶν ὑποκείμενα, τῶν δ’ ὑποκάτω κατηγορούμενα. ι. Δῆλον ἐντεῦθεν ὡς καθ’ ὑποκειμένου, καὶ οὐκ ἐν ὑποκειμένῳ ἐστὶν ἡ καθολικωτέρα οὐσία. Οὐ καθ’ ὑποκειμένου, καὶ οὐκ ἐν ὑποκειμένῳ, ἡ μερικὴ οὐσία καὶ ἄτομος. Καθ’ ὑποκειμένου, καὶ ἐν ὑποκειμένῳ, τὸ καθολικὸν συμβεβηκός. Οὐ καθ’ ὑποκειμένου καὶ ἐν ὑποκειμένῳ τὸ μερικὸν καὶ ἄτομον συμβεβηκός. ια. Τούτων οὕτω διακεκριμένων, τὸ ὂν ἢ ἐν ὑποκειμένῳ ἐστίν, ἢ οὐκ ἐν ὑποκειμένῳ. Εἰ μὲν οὖν μὴ ἐν ὑποκειμένῳ εἴη, τὴν οὐσίαν ποιεῖ· εἰ δ’ ἐν ὑποκειμένῳ, ἢ οὐ καθ’ αὐτό ἐστιν, ἢ καθ’ αὑτό. Ἀλλ’ εἰ μὲν καθ’ αὐτό, ἢ μεριστόν ἐστι καὶ ποιεῖ τὸ ποσόν, ἢ ἀμέριστον καὶ ποιεῖ τὸ ποιόν. Εἰ δ’ οὐ καθ’ αὐτό, ἢ σχέσις μόνον ἐστὶ καὶ ποιεῖ τὰ πρός τι, ἢ κατὰ σχέσιν ἄλλων νοεῖται, καὶ ποιεῖ τὰς λοιπὰς ἓξ κατηγορίας. Ἡ γὰρ καλλίστη καὶ πρώτη τῶν κατηγοριῶν οὐσία μετὰ μὲν τοῦ ποσοῦ γεννᾷ τὸ ποῦ καὶ τὸ πότε· μετὰ δὲ τοῦ ποιοῦ τὸ ποιεῖν καὶ τὸ πάσχειν· μετὰ δὲ τοῦ πρός τι τὸ ἔχειν καὶ τὸ κεῖσθαι. ιβ. Καὶ αὗταί εἰσιν αἱ δέκα κατηγορίαι· πᾶσαι δὲ τυγχάνουσι ἁπλαῖ. ιγ.
Κἂν γὰρ ἀπογεννᾷν ἡ οὐσία λέγηται, μετὰ μὲν τοῦ ποσοῦ τὸ ποῦ καὶ τὸ πότε· μετὰ δὲ τοῦ ποιοῦ, τὸ ποιεῖν καὶ τὸ πάσχειν· μετὰ δὲ τῶν πρός τι, τὸ ἔχειν καὶ τὸ κεῖσθαι. Ἀλλ’ οὐδεμία τῶν κατηγοριῶν σύνθετός ἐστιν. Οὐδὲ γὰρ κατηγορία τὸ ἐν τόπῳ εἶναι, ἢ τὸ ἐν χρόνῳ εἶναι, ἢ ἄλλο τι τῶν τοιούτων. Διὰ τοῦτο καὶ ὀνόμασιν ἀπαρεμφάτοις τῶν κατηγοριῶν τινες ὠνομάσθησαν· τὸ ποιεῖν δηλαδὴ καὶ τὸ πάσχειν καὶ τὸ ἔχειν καὶ τὸ κεῖσθαι· ἵνα μὴ τῷ ἐφέλκεσθαι πρόσωπα σύνθεσίν τινα εἰσαγάγωσιν. ιδ. Πᾶσαι τοίνυν αἱ κατηγορίαι ἁπλαῖ καὶ καθολικαὶ φωναί εἰσιν, ἁπλᾶ καὶ καθολικὰ σημαίνουσαι πράγματα διὰ μέσων ἁπλῶν καὶ καθολικῶν νοημάτων. ιε. Διαφέρουσι δὲ τῶν πέντε φωνῶν, ὅτι αὗται μὲν αἱ κατηγορίαι κατὰ πραγμάτων φέρονται φυσικῶς, φύσεις πραγμάτων σημαίνουσαι· καὶ εἰσὶ φωναὶ κατηγορικαὶ φύσεων, ἤτοι λόγοι κατὰ πραγμάτων λεγόμενοι φυσικῶς. Διὰ τοῦτο καὶ κατηγορίαι κυρίως ἐκλήθησαν. Αἱ δὲ πέντε φωναὶ λέγονται μὲν καὶ αὗται κατηγορικαὶ ἁπλῶς, ὡς σημαντικαί· οὐ μὴν φύσεις πραγμάτων σημαίνουσιν, οὐδὲ κατὰ πραγμάτων ὑπάρξεως φέρονται. Καὶ κατὰ τοῦτο οὐδὲ κυρίως ἔχουσι τὸ κατηγορικαὶ εἶναι φωναί, ἀλλ’ ἁπλῶς φωναί· λόγοι δηλονότι σημαντικοὶ τῆς κατὰ πραγμάτων ὀντότητος, λεγομένοις λόγοις ἐνθεωρούμενοι. Διὸ καὶ λογικαὶ μᾶλλον εἶεν ἄν, ἢ κατηγορικαί.
ιϛ. Καθάπερ γὰρ ἐν τοῖς οὖσιν οἱ κυρίως κατηγορικοὶ λόγοι εὑρίσκονται καὶ οὐσία γὰρ ἐνορᾶται τοῖς πράγμασι καὶ ποσὸν καὶ ποιὸν καὶ τὰ λοιπὰ, κατὰ τὸν αὐτὸν τρόπον ἐν τοῖς τοιούτοις κατηγορικοῖς, αἱ λογικαὶ αὗται θεωροῦνται φωναί. Καὶ γένος γὰρ ἐμφαίνεται τῇ οὐσίᾳ καὶ εἶδος καὶ διαφορὰ καὶ ἴδιον, καὶ συμβεβηκὸς ἐν αὐτῇ συνιστάμενον. Καὶ τῶν λοιπῶν δὲ κατηγοριῶν μιᾷ ἑκάστῃ καὶ γένος ἐμφαίνεται καὶ εἶδος, καὶ διαφορὰ καὶ ἴδιον καὶ συμβεβηκὸς δι’ αὐτῆς ὅλος χωροῦν. ιζ. Πᾶσαι δὲ αἱ κατηγορίαι γενικώτατα γένη εἰσί, διὰ τὸ μὴ ἔχειν ἐπάνω αὐτῶν ἄλλοτι γένος ἐπαναβεβηκός. ιη. Κἂν γὰρ ἐκ τοῦ ὄντος διαιροῦνται, ἀλλ’ οὐκ ἔστιν αὐτῶν γένος τὸ ὄν. ιθ. Τὸ γὰρ γένος οὐ μόνον τοῦ ὀνόματος μεταδίδωσι τοῖς οἰκείοις εἴδεσιν, ἀλλὰ καὶ ὅλου τοῦ ὁρισμοῦ.
Τὸ δὲ ὂν διαιρούμενον εἰς τὰς δέκα κατηγορίας, τοῦ μὲν ὀνόματος αὐταῖς μεταδίδωσιν· τοῦ λόγου δὲ τελείου γε οὐδεμιᾷ· τὸ γὰρ ὂν οὕτως ὑπογράφουσιν. Ὅν ἐστιν ἢ αὐθύπαρκτον πρᾶγμα καὶ μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν· ἢ τὸ μὴ καθ’ ἑαυτὸ δυνάμενον εἶναι, ἀλλ’ ἐν ἑτέρῳ ἔχον τὴν ὕπαρξιν.
Ἡ δὲ πρώτη τῶν κατηγοριῶν οὐσία τὸν τοιοῦτον ὅλον λόγον οὐκ ἐπιδέχεται· ἀλλὰ τὸ ἓν μέρος αὐτοῦ. Καὶ γὰρ οὐσία ἐστὶ πρᾶγμα αὐθύπαρκτον, μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν, καὶ οὐδὲν πλέον. Ἀλλὰ καὶ αἱ λοιπαὶ κατηγορίαι συμβεβηκὸς οὖσαι, τὸ λοιπὸν μέρος λαμβάνουσι τῆς τοῦ ὄντος ὑπογραφῆς, καὶ οὐχ ὅλην τὴν ὑπογραφήν, οὐδὲ αὗται. Συμβεβηκὸς γάρ ἐστι πρᾶγμα, μὴ καθ’ ἑαυτὸ δυνάμενον εἶναι, ἀλλ’ ἐν ἑτέρῳ ἔχον τὴν ὕπαρξιν. Ὥστε οὐκ ἔστι γένος τῶν κατηγοριῶν τὸ ὄν. κ. Ἔτι πᾶν γένος διαιρούμενον εἰς εἴδη μὴ εἰδικώτατα, δύο ἢ τρία ἔχει τὰ ἐξ αὐτοῦ διαιρούμενα, ἢ καὶ κατὰ τὸ σπάνιον τέσσαρα. Τοῦ δὲ ὄντος ἡ διαίρεσις μέχρι δέκα προχωροῦσά τινων μὴ ὄντων εἰδικωτάτων εἰδῶν, εἰκότως οὐδ’ ἀπὸ γένους εἰς εἴδη ἐστί. Τὸ δὲ μὴ εἶναι τὰς κατηγορίας εἰδικώτατα εἴδη παρίσταται σαφῶς ἐκ τοῦ ἔχειν ταύτας ὑφ’ ἑαυτὰς καὶ εἰδικώτατα εἴδη, καὶ γένη ὑπάλληλα. κα. Ἐντεῦθεν δηλονότι οὐδὲ τὸ συμβεβηκός ἐστι γένος τῶν ἐννέα κατηγοριῶν, εἰ καὶ μεταδίδωσι ταύταις καὶ τοῦ ὀνόματος καὶ τοῦ λόγου τελείου.
Ὥσπερ γάρ τι γένος φωνὴ ὂν λογική. μεταδίδωσι ταῖς δέκα κατηγορίαις καὶ τοῦ ὀνόματος καὶ τοῦ λόγου αὐτοῦ καὶ γὰρ ἑκάστη τῶν κατηγοριῶν καὶ γένος λέγεται, καὶ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει, ἐν τῷ τί ἐστι κατηγορεῖται, κατὰ τοῦτον τὸν λόγον καὶ τὸ συμβεβηκὸς μεταδίδωσι ταῖς ἐννέα κατηγορίαις, καὶ τοῦ ὀνόματος αὐτοῦ καὶ τῆς οἰκείας ὑπογραφῆς, μὴ ὂν γένος τῶν κατηγοριῶν. Φωνὴ γάρ ἐστι καὶ αὐτὸ λογική, μία τῶν πέντε φωνῶν. κβ. Πάλιν ἐν οἷς τὸ πρῶτον καὶ τὸ δεύτερον φύσει, τούτων τὸ κοινῶς κατηγορούμενον γένος οὐκ ἔστιν οὐδὲ γὰρ ἐν τοῖς εἴδεσι τοῦ αὐτοῦ γένους θεωρεῖται τὸ φύσει πρότερόν τε καὶ ὕστερον. Ἐν δὲ ταῖς κατηγορίαις θεωρεῖται αὐτό· φύσει γὰρ προτέρα τῶν συμβεβηκότων ἡ οὐσία ἐστί. Οὐσίας γὰρ μὴ οὔσης, ἐν τίνι σχοίη ἂν τὴν ὕπαρξιν τὸ συμβεβηκός;
Συμβεβηκότος δὲ μὴ ὄντος, ἔσται οὐσία. Πρᾶγμα γάρ ἐστιν αὐθύπαρκτον αὕτη, μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν. Ὥστε ἡ οὐσία συναναιρεῖ καὶ οὐ συναναιρεῖται, καὶ συνεισφέρεται καὶ οὐ συνεισφέρει. Ὅπου γὰρ συμβεβηκός, ἀναγκαίως ἐκεῖ καὶ οὐσία ἐν ᾗ ἐστι τὸ συμβεβηκός. Οὐ μὴν ἔνθα γε οὐσία, εἴη ἂν καὶ συμβεβηκὸς ἐξ ἀνάγκης. Δυνατὸν γὰρ καὶ χωρὶς συμβεβηκότος οὐσίαν θεωρεῖσθαι κατὰ τὸν τῆς αὐθυπαρξίας λόγον. Ὥστε καὶ οὕτως οὐκ ἔστι γένος τῶν κατηγοριῶν τὸ ὄν. κγ. Θεωρεῖται δὲ κὰν ταῖς λοιπαῖς κατηγορίαι τὸ φύσει πρότερόν τε καὶ ὕστερον. Τὸ γὰρ ποσὸν πρότερον τοῦ ποιοῦ· καὶ τὸ ποιὸν τῶν πρός τι· ἡ γὰρ ἀνείδεος ὕλη πρότερον ποσοῦται. καὶ ὕστερον ποιοῦται.
Τὸ ποιὸν δὲ πάλιν καθ’ αὑτὸ ὂν πρότερόν ἐστι τῶν πρός τι· ταῦτα γὰρ σχέσεις ἐστί· τὰ δὲ κατ’ ἑαυτὰ ὄντα τῆς σχέσεως πρότερα. Τούτων οὗτοι ἐχόντων, πρότερα τὰ ἐξ οὐσίας καὶ ποσοῦ τῶν ἐξουσίας καὶ ποιοῦ. Καὶ ταῦτα πάλιν πρότερα τῶν ἐξουσίας καὶ τῶν πρός τι. Τοίνυν καὶ οὕτως οὐκ ἔστιν οὐδὲ τὸ συμβεβηκὸς γένος τῶν ἐννέα κατηγοριῶν. κδ. Διαιρεῖται δὲ τὸ ὂν εἰς τὰς δέκα κατηγορίας κατ’ ἄλλον οὐδένα τῶν διαιρετικῶν τρόπων, ἢ ὡς τ’ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. Μόνη γὰρ ἡ διαίρεσις αὕτη τῷ φύσει πρότερόν τε καὶ ὕστερον ἔχει θεωρούμενον ἐν τοῖς τμήμασι.
Σχῆμα κεφαλ. ιδ, ἔτι περὶ κατηγοριῶν. Τῶν ὄντων τὰ μὲν καθ’ τὰ μὲν ἐν ὑποκειμένῳ ἐστίν, ὡς τὸ καθολικὸν ὑποκειμένου λέγεται συμβεβηκός· τὰ δ’ ἐν ὑποκειμένῳ οὐκ ἔστιν, ὡς ἡ καθολικὴ οὐσία. τὰ δ’ οὐ λέγεται καθ’ τὰ μὲν ἐν ὑποκειμένῳ ἐστίν, ὡς τό τι λευκόν· ὑποκειμένου τὰ δ’ ἐν ὑποκειμένῳ οὐκ ἔστιν, ὡς ἡ μερικὴ οὐσία καὶ ἄτομον. τὰ ὄντα καθ’ ὑποκειμένου ἀσύστατον οὐ καθ’ ὑποκειμένου ἡ καθολικὴ οὐσία ὡς ζῶον, φυτόν. τὸ καθολικὸν συμβεβηκός, ἡ μερικὴ οὐσία οἷον οἷον ποσόν, ποιόν, λευκόν, ὅ τις ἄνθρωπος. δίπηχυ. τὸ μερικὸν συμβεβηκός, οἷον τό τε λευκόν. ἐν ὑποκειμένῳ ἀσύστατον οὐκ ἐν ὑποκειμένῳ Τὸ ὂν ἢ ἐν ὑποκειμένῳ ἢ καθ’ αὑτὸ ἢ μεριστόν ἐστι καὶ ποιεῖ τὸ ποσόν· ἢ ἀμέριστον καὶ ποιεῖ τὸ ποιόν. καὶ οὐ καθ’ ἢ σχέσις μόνον ἐστί, καὶ ποιεῖ τὰ πρός τι. αὐτὸ ἢ κατὰ ἢ οὐσίας καὶ ποσοῦ ποῦ, σχέσιν ἄλλων πότε νοεῖται. ἢ οὐσίας καὶ ποιοῦ ποιεῖν, πάσχειν· ἢ οὐσίας καὶ πρός τι ἔχειν, κεῖσθαι. ἢ οὐκ ἐν ὑποκειμένῳ, καὶ ποιεῖ τὴν οὐσίαν.
ΚΕΦΑΛ. ΙϚ. Περὶ τῶν κατηγορουμένων· ἐν ᾧ καὶ περὶ τοῦ ἔν τινι. α. Πᾶσα κατηγορία ἢ ἐπίσης ἐστὶ τοῦ ὑποκειμένου, ἢ ἐπὶ πλέον· ἐπ’ ἔλαττον δὲ οὐδέποτε. β. Καὶ ἐπὶ πλέον μέν, ὅτε τὰ καθολικώτερα κατηγοροῦνται τῶν μερικωτέρων. Οἷον, Πᾶς ἄνθρωπος ζῶόν ἐστιν. Ἰδοὺ τὸ ζῶον ἐπὶ πλέον ὂν τοῦ ἀνθρώπου, κατηγορήθη αὐτοῦ μερικωτέρου ὑπάρχοντος.
Οὐκ ἔστι δὲ ἀντιστρέψαντας εἰπεῖν, ὅτι Πᾶν ζῶον ἄνθρωπός ἐστιν. Ἐπ’ ἔλαττον γὰρ τοῦ ζώου ὁ ἄνθρωπος ὢν οὐ δύναται κατηγορηθῆναι αὐτοῦ· τὸ μὲν γὰρ ζῶον περιέχει τὸν ἄνθρωπον· ὁ δὲ ἄνθρωπος οὐ περιέχει τὸ ζῶον. Οὐδὲ γὰρ μόνος ὁ ἄνθρωπός ἐστι ζῶον, ἀλλὰ καὶ τὰ ἄλογα ζῶα. Καὶ οὕτως ἐπὶ πλέον μὲν γίνεται κατηγορία· ἐπ’ ἔλαττον δὲ οὐδαμῶς. γ. Γίνεται δέ ποτε καὶ ἐπίσης κατηγορία· ὡς ἐπὶ τῶν εἰδῶν τε καὶ τῶν ἰδίων. ἐπὶ τῶν ὁρισμῶν τε καὶ τῶν ὁριστῶν. Οἷον, Πᾶς ἄνθρωπος γελαστικός ἐστι· καί, Πᾶν γελαστικὸν ἄνθρωπός ἐστιν. Ὁμοίως Πᾶς ἄνθρωπος ζῶον λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν ἐστι. Καί, Πᾶν ζῶον λογικόν, θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν, ἄνθρωπός ἐστι. Ταῦτα δὲ τὰ ἐπίσης ἀντιστρέφοντα, καὶ ἀντικατηγορούμενα λέγεται. δ. Χρὴ δὲ γινώσκειν, ὡς ὅταν ἕτερον ἑτέρου κατηγορῆται ὡς καθ’ ὑποκειμένου, τουτέστιν, οὐσιωδῶς, ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται οὐσιωδῶς, ταῦτα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται. ε. Διττῆς γὰρ οὔσης τῆς κατηγορίας, τῆς μὲν καθ’ ὑποκειμένου, τῆς δ’ ἐν ὑποκειμένῳ.
ϛ. Καθ’ ὑποκειμένου μέν ἐστιν, ὅτε τὰ καθολικώτερα κατηγοροῦνται τῶν μερικωτέρων οὐσιωδῶς καὶ πραγματικῶς, καὶ τὸ ὅλον εἰπεῖν συνωνύμως· ὁπότε δηλαδή, καὶ τὰ κατηγορούμενα καὶ τὰ ὑποκείμενα, ὑφ’ ἓν καὶ τὸ αὑτὸ γένος κοινὸν ἀναφέρονται, ὑπὸ τὴν οὐσίαν τυχόν, ἢ τὸ ποσόν, ἢ ἄλλο τι τῶν δέκα γενικωτάτων γενῶν. Τότε γὰρ ὅσα τινὸς κατηγοροῦνται, καθὼς εἴπομεν, καὶ τοῦ ὑποκειμένου αὐτῷ κατηγορηθήσονται. ζ. Οἷον ὁ ἄνθρωπος οὐσιωδῶς κατηγορεῖται τοῦ Πέτρου, καὶ τοῦ ἀνθρώπου δ’ οὐσιωδῶς κατηγορεῖται τὸ ζῶον ὑπὸ μίαν γὰρ κατηγορίαν τὴν οὐσίαν καὶ ἀμφότερα, καὶ τοῦ Πέτρου τοίνυν τὸ ζῶον κατηγορηθήσεται.
Ὁ γὰρ Πέτρος ἄνθρωπός ἐστιν· ἀλλὰ καὶ ζῶόν ἐστι. Πάλιν τοῦ πέντε κατηγορεῖται οὐσιωδῶς ὁ ἀριθμός· καὶ τοῦ ἀριθμοῦ κατηγορεῖται τὸ διωρισμένον οὐσιωδῶς καὶ αὐτό. Καὶ γὰρ ὑπὸ τὸ ποσὸν καὶ ἀμφότερα, καὶ τοῦ πέντε γοῦν κατηγορηθήσεται τὸ διωρισμένον. Ὁ γὰρ πέντε καὶ ἀριθμός ἐστι, καὶ διωρισμένον ἐστί. Καὶ αὕτη μὲν ἡ καθ’ ὑποκειμένου κατηγορία. η. Ἐν ὑποκειμένῳ δὲ κατηγορία ἐστὶν ὅταν κατά τινος λέγηταί τι ἐπουσιωδῶς· ὁπόταν δηλονότι μηδ’ ὑφ’ ἓν καὶ τὸ αὐτὸ γένος κοινὸν ἀναφέρονται τὸ κατηγορούμενον καὶ τὸ ὑποκείμενον. θ. Τότε γὰρ οὐχ ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, εἴτε οὐσιωδῶς, εἴτε ἐπουσιωδῶς, ταῦτα ἤδη καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται. ι. Οἷον τοῦ κύκνου κατηγορεῖται τὸ λευκὸν ἐπουσιωδῶς· τοῦ δὲ λευκοῦ τὸ χρῶμα οὐσιωδῶς. Ὁ μὲν γὰρ κύκνος ὑπὸ τὴν οὐσίαν ἐστί· τὸ δὲ λευκὸν καὶ τὸ χρῶμα ὑπὸ τὸ ποιόν. Οὐ τοίνυν τὸ χρῶμα κατὰ τοῦ κύκνου ῥηθήσεται· ὁ γὰρ κύκνος, καὶ τὸ ψιμμίθιον, καὶ ἡ τίτανος καὶ ἡ χιὼν λευκὰ μέν εἰσι· χρώματα δὲ οὐκ εἰσί. Πάλιν τοῦ ἀνθρώπου κατηγορεῖται τὸ ζῶον οὐσιωδῶς· τοῦ δὲ ζώου τὸ δισύλλαβον ἐπουσιωδῶς· ὁ μὲν γὰρ ἄνθρωπος, καὶ τὸ ζῶον, ὑπὸ τὴν οὐσίαν εἰσί· τὸ δὲ δισύλλαβον ὑπὸ τὸ ποσόν.
Οὐ τοίνυν καὶ τοῦ ἀνθρώπου τὸ δισύλλαβον κατηγορηθήσεται· καὶ γὰρ ὁ ἄνθρωπος ζῶον μέν ἐστι, δισύλλαβον δὲ οὐκ ἔστι. Πάλιν κατὰ τοῦ Σωκράτους ἐπουσιωδῶς λέγεται τὸ φιλόσοφον· κατὰ δὲ τοῦ φιλοσόφου ὁμοίως ἐπουσιωδῶς τὸ τετρασύλλαβον· ὁ μὲν γὰρ Σωκράτης ὑπὸ τὴν οὐσίαν ἐστί, τὸ δὲ φιλόσοφον ὑπὸ τὸ ποιόν· τὸ δὲ τετρασύλλαβον ὑπὸ τὸ ποσόν. Ἀλλ’ οὐχὶ καὶ κατὰ τοῦ Σωκράτους ῥηθείη ἂν τὸ τετρασύλλαβον. Φιλόσοφος μὲν γάρ ἐστιν ὁ Σωκράτης, οὐ μὴν δὲ καὶ τετρασύλλαβον. ια. Ὥσπερ δὲ πάντοτε τῇ καθ’ ὑποκειμένου κατηγορίᾳ ἐμφαίνεται τὸ συνώνυμον, οὕτως τῇ ἐν ὑποκειμένῳ οὐδέποτε· ἀλλ’ ὁτὲ μὲν τὸ ὁμώνυμον· ὡς ὅταν εἴπῃ τις τήνδε τὴν γυναῖκα μουσικὴν ἢ γραμματικήν· ὁτὲ δὲ τὸ παρώνυμον· ὡς ὅταν ἀπὸ τῆς φιλοσοφίας παρονομάσῃ τις τὸν Ἀριστοτέλη φιλόσοφον· ποτὲ αὖ τὸ ἑτερώνυμον· ὡς ὅταν ἐκ τῆς ἀρετῆς σπουδαῖον τὸν Σωκράτην καλέσῃ τις. Τὸ γὰρ ἐνάρετον ἐν τῇ τοῦ Ἑλληνισμοῦ συνηθείᾳ οὐχ εὕρηται. ιβ. Οὐσία δὲ καὶ οὐσιῶδες διαφέρουσιν ἀλλήλων· ὡσαύτως συμβεβηκός τε καὶ ἐπουσιῶδες. ιγ. Ἡ μὲν γὰρ οὐσία πρᾶγμά ἐστιν αὐθύπαρκτον, μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν. Τὸ δὲ συμβεβηκὸς πρᾶγμά ἐστιν ἐν τῇ οὐσίᾳ ὑπάρχον, μὴ ὡς μέρος, καὶ μὴ δυνάμενον εἶναι τῆς οὐσίας χωρίς. ιδ. Τὸ οὐσιῶδες δὲ καὶ ἐπουσιῶδες τρόποι εἰσὶν ὑπάρξεώς τινων ἔν τισι.
Καὶ τὸ μὲν οὐσιῶδες τὸ οἰκεῖον καὶ γνήσιον τοῦ ἐνυπάρχοντος παρίστησι πράγματος πρὸς ἐκεῖνο ᾧ ἐνυπάρχει. Τὸ δὲ ἐπουσιῶδες τὸ ἀλλότριον δηλοῖ καὶ τὸ ἐπείσακτον. Ὅθεν καὶ ἐν πάσαις ταῖς κατηγορίαις τὸ οὐσιῶδές τε καὶ τὸ ἐπουσιῶδες λαμβάνεσθαι δύναται. ιε. Τὸ δ’ ἔν τινι λέγεται ἑνδεκαχῶς· ὡς γένος ἐν εἴδει· οἷον τὸ ζῶον ἐν τῷ ἀνθρώπῳ. Τὸ γὰρ γένος ἐξῃρημένην ἔχον τὴν ὕπαρξιν, ὅλον ἐν ἑκάστῳ γίνεται τῶν εἰδῶν, καὶ κοινὸν τοῖς εἴδεσιν ἅπασι καὶ ἰδικὸν ἑνὶ ἑκάστῳ εἴδει ἐστί. Καθὼς ἡ φωνὴ τοῦ κήρυκος τοῖς ἀκούουσι, καὶ ἡ ὕλη τοῖς ἐν κόσμῳ, καὶ τὸ τοῦ κύκλου κέντρον ταῖς ἐξ αὐτοῦ δὴ τοῦ κέντρου ἀρχομέναις εὐθείαις· ὡς εἶδος ἐν γένει, οἷον ὁ ἄνθρωπος ἐν τῷ ζώῳ. Περιέχεται γὰρ ὁ ἄνθρωπος ἐν τῷ ζῴω, καὶ πᾶν εἶδος ἐν τῷ οἰκείῳ γένει, ὡς ὅλον ἐν μέρεσι, καθάπερ ὁ Σωκράτης ἐν τοῖς ἑαυτοῦ μέρεσι, κεφαλῇ, χερσί, ποσί, καὶ τοῖς ἄλλοις· καὶ τοῦτο δ’ ἔν τισίν ἐστι, καὶ οὐκ ἔν τινι. Λέγεται δὲ μέρος μὲν ὅλου· ὅλον δὲ μερῶν οὐδαμῶς, ἀλλ’ ὅλον ἐν μέρεσιν. Ὡς μέρος ἐν ὅλῳ· καθάπερ χεὶρ ἢ ποῦς ἐν Σωκράτει. Ὡς εἶδος ἐν ὕλῃ· καθὰ τὸ εἶδος τοῦ ἀνδριάντος ἐν τῷ χαλκῷ, καὶ τὸ σημεῖον ἐν τῇ γραμμῇ· εἰδοποιεῖ γὰρ καὶ τὸ σημεῖον τὴν πεπερασμένην γραμμήν. Ἐν χρόνῳ, ὡς ἐν τῷ καιρῷ τοῦ κατακλυσμοῦ Νῶε. Ἐν τόπῳ, ὡς ἱερεὺς ἐν τῷ ναῷ· ἐν ἀγγείῳ, ὡς ὕδωρ ἐν ἐκπώματι.
Καὶ εἴη ἂν τὸ μὲν ἀγγεῖον τόπος μεταφορητός· ὁ δὲ τόπος ἀγγεῖον ἀμεταφόρητον. Ἐν τῷ ποιητικῷ αἰτίῳ, ὡς τὰ πάντα ἐν τῷ Θεῷ, καὶ ἐν τῷ τεχνίτῃ τῶν ὑπ’ αὐτοῦ γενομένων οἱ λόγοι· καὶ ἐν τῷ ἄρχοντι, τῶν ἀρχομένων τὰ πράγματα. Ἐν τῷ τελικῷ αἰτίῳ, ὡς ἐν τῇ ἀναπαύσει τῶν ἀνθρώπων ἡ κλίνη, καὶ ἐν τῇ ὑγιείᾳ ἡ γυμνασία. Ἐν ὑποκειμένῳ, ὡς ἐν τῇ οὐσίᾳ τὸ συμβεβηκός.
ιϛ. Ἀνάγονται δὲ ὑπὸ τὴν ποῦ κατηγορίαν τὰ ἔν τινι. Καὶ τὰ μὲν ἀπηριθμημένα τοῦ κατὰ φύσιν ἐστί· τοῦ δὲ παρὰ φύσιν, ὡς ἡ φθορὰ ἐν τῷ ζώῳ, καὶ τὸ πῦρ ἐν τῷ ξύλῳ. Καθόλου γὰρ ἡ φθορὰ ἐν τῷ φθειρομένῳ παρὰ φύσιν ἐστίν. Οὐδὲ γὰρ ὁ τῆς φύσεως σκοπὸς τὸ ταύτης ἔργον ἀπόλλυσθαι· συντηρεῖσθαι δὲ μᾶλλον καὶ διαμένειν.
Σχῆμα κεφαλ. ιϛ, περὶ τῶν κατηγορουμένων· ἐν ᾧ καὶ περὶ τοῦ ἔν τινι. Πᾶσα κατηγορία ἢ ἐπὶ πλέον, ὡς τὸ ζῶον τοῦ ἀνθρώπου· ἢ ἐπίσης, ὡς τὸ γελαστικὸν τοῦ ἀνθρώπου. Τὰ ἔν τινι ὡς γένος ἐν εἴδει· οἷον τὸ ζῶον ἐν ἀνθρώπῳ· ὡς εἶδος ἐν γένει· οἷον ἄνθρωπος ἐν τῷ ζώῳ· ὡς ὅλον ἐν μέρεσιν· οἷον ὁ Σωκράτης ἐν τοῖς οἰκείοις μέρεσι· ὡς μέρος ἐν ὅλῳ· οἷον γὰρ ἢ χεὶρ ἢ ποῦς ἐν Σωκράτει· ὡς εἶδος ἐν ὕλῃ· ὡς τὸ εἶδος τοῦ ἀνδριάντος ἐν τῷ χαλκῷ· ἐν χρόνῳ· ὡς Νῶε ἐν τῷ καιρῷ τοῦ κατακλυσμοῦ· ἐν τόπῳ· ὡς ἱερεὺς ἐν τῷ ναῷ, ὕδωρ ἐν ἀγγείῳ· ἐν τῷ ποιητικῷ αἰτίῳ· ὡς τὰ πάντα ἐν τῷ Θεῷ· ἐν τῷ τελικῷ αἰτίῳ, ὡς ἡ γυμνασία ἐν τῇ ὑγιείᾳ· ἐν ὑποκειμένῳ, ὡς ἐν τῇ οὐσίᾳ τὸ συμβεβηκός.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.