Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Ἐπιτομὴ λογικῆς

Νικηφόρος Βλεμμύδης

Ανάλυση των Πέντε Φωνών (Κεφ. Ι΄-ΙΓ΄)

Διεξοδική μελέτη του γένους, του είδους, της διαφοράς, του ιδίου και του συμβεβηκότος, και της ιεραρχικής τους σχέσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 4 από 16

ΚΕΦΑΛ. Ι. Περὶ γένους καὶ εἴδους, ἐν ᾧ καὶ περὶ σχέσεως. α. Τὰ σημαινόμενα τοῦ γένους ὑπάρχει διάφορα. Γένος γὰρ λέγεται καὶ ἡ ἑκάστου τῆς γενέσεως ἀρχή, εἴτε ἀπὸ τοῦ τεκόντος, εἴτε ἀπὸ τῆς πατρίδος· ἀπὸ μὲν τοῦ τεκόντος, ὡς ὅταν εἴπωμεν, τὸν Ἰούδαν ἐκ τοῦ Ἰσραὴλ ἔχειν τὸ γένος ἢ ἐκ τοῦ Ἀβραάμ. Ἀπὸ δὲ τῆς πατρίδος, ὡς ὅταν λέγωμεν τὸν Παῦλον Ταρσέα εἶναι τὸ γένος. Ἐκεῖ μὲν γὰρ τὸ γένος εἴτουν ἡ ἀρχὴ τῆς γενέσεως ὁ Ἀβραὰμ καὶ ὁ Ἰσραήλ, ἐνταῦθα δὲ πάλιν γένος καὶ ἀρχὴ γενέσεως ἡ Ταρσός. Διττὴ τοίνυν ἡ τῆς γενέσεως ἀρχή, φυσική τε καὶ τοπική· φυσικὴ μὲν ἡ ἐκ τοῦ τεκόντος, τοπικὴ δὲ ἡ ἐκ τῆς πατρίδος. β. Λέγεται γένος καὶ αὐτὸ τὸ πλῆθος τῶν ἀπὸ μιᾶς ἀρχῆς, καθὸ σχέσεως ἔχουσι πρός τε τὴν πρώτην ἀρχὴν καὶ πρὸς ἀλλήλους αὐτούς· ὡς ὅταν λέγωμεν τὸ γένος τῶν Ἰουδαίων. Καὶ γὰρ οἱ Ἰουδαῖοι σχέσιν ἔχουσι καὶ πρὸς τὴν πρώτην ἀρχὴν τῆς γενέσεως, ἤγουν τὸν Ἰούδαν, ἐξ οὗ κατάγονται, καὶ πρὸς ἀλλήλους τὴν τῆς συγγενείας. γ. Ἐκλήθησαν δὲ πρώτως καὶ κυρίως οἱ Ἰουδαῖοι οἱ ἐκ τοῦ Ἰούδα κατὰ ἀποτομὴν τῶν ἀπὸ τῶν ἄλλων κεκλημένων γενῶν, ἤγουν τῶν Λευϊτῶν, τῶν Βενιαμιτῶν, καὶ τῶν λοιπῶν φυλῶν· ὕστερον δὲ καὶ τὸ ἅπαν ἔθνος τῶν Ἑβραίων Ἰουδαῖοι κατονομάζονται διὰ τὸ τῆς Ἰούδα φυλῆς ἐπίσημον καὶ βασιλικόν. δ. Ἄλλως δὲ λέγεται γένος, ᾧ ὑποτάσσεται τὸ εἶδος, καθ’ ὁμοιότητα τῶν εἰρημένων γενῶν.

Ἀρχή τε γάρ ἐστι τὸ τοιοῦτον γένος τῶν ὑφ’ ἑαυτό, καὶ περιέχει καὶ πᾶν τὸ πλῆθος τῶν ὑπ’ αὐτό. ε. Τριχῶς οὖν τοῦ γένους λεγομένου, περὶ τοῦ τρίτου τοῖς φιλοσόφοις ὁ λόγος ὃ καὶ ὑπογράφοντες λέγουσι· Γένος ἐστὶ τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον.

ϛ. Καὶ τὸ εἶδος δὲ οὐχ ἕν τι δηλοῖ· λέγεται γὰρ τὸ εἶδος καὶ ἐπὶ τῆς ἑκάστου μορφῆς, καθὸ λέγομεν εὐειδεῖς ἀνθρώπους καὶ δυσειδεῖς· οἷον ὁ Νιρεὺς εὐειδής, ὁ Θερσίτης δὲ δυσειδής. Καὶ τὸ εἶδος τοῦ ἀνδριάντος τοιόνδε. ζ. Λέγεται εἶδος καὶ τὸ τασσόμενον ὑπὸ τὸ γένος καὶ οὗ κατηγορεῖται τὸ γένος ἐν τῷ τί ἐστι. Περὶ τούτου τοῖς φιλοσόφοις ὁ λόγος. η. Ἐπεὶ δὲ τὸ γένος ἀποδιδόντες τοῦ εἴδους ἐμνήσθημεν, εἰπόντες· Γένος ἐστὶ τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον, καὶ τὸ εἶδος ὑπογράφοντες, καὶ περὶ τοῦ γένους διαλαμβάνομεν· Εἶδός ἐστι, λέγοντες, τὸ τασσόμενον ὑπὸ τὸ γένος καὶ οὗ κατηγορεῖται τὸ γένος ἐν τῷ τί ἐστι· χρὴ γινώσκειν, ὅτι καθάπερ ἐν τῷ περὶ τοῦ πατρὸς λόγῳ καὶ ὁ υἱὸς συνεισάγεται, καὶ ὁ πατὴρ πάλιν ἐν τῷ περὶ τοῦ υἱοῦ, πατὴρ γάρ ἐστιν ὁ ἔχων υἱόν, καὶ ὁ υἱὸς ὁ ἔχων πατέρα· τὸν αὐτὸν τρόπον κὰν τῷ περὶ γένους λόγῳ καὶ τὸ εἶδος εἰσφέρεται, κἀν τῷ περὶ εἴδους τὸ γένος. Τὸ γὰρ γένος εἴδους ἐστὶ γένος, καὶ τὸ εἶδος γένους ἐστὶν εἶδος. Σχέσιν γὰρ ἔχουσι πρὸς ἄλληλα φυσικήν. θ. Λέγεται δὲ ἡ σχέσις τετραχῶς· ἢ κατὰ τέχνην, ὥσπερ διδασκάλου καὶ μαθητοῦ· ἢ κατὰ τύχην, ὡς δεσπότου καὶ δούλου· ἢ κατὰ προαίρεσιν, ὡς φίλου πρὸς φίλον· ἢ κατὰ φύσιν, ὡς πατρὸς καὶ υἱοῦ, καὶ γένους καὶ εἴδους. ι.

Ὥσπερ γὰρ ὁ πατὴρ αἴτιός ἐστι τοῦ υἱοῦ, ὁ δὲ υἱὸς αἰτιατός· οὕτω καὶ τὰ γένη τῶν οἰκείων εἰδῶν αἴτιά εἰσι, τὰ δὲ εἴδη αἰτιατά. ια. Ὥσπερ δὲ ὁ πρῶτος ἄνθρωπος, ἤγουν ὁ Ἀδάμ, πατὴρ μὲν λέγεται, διότι ἔσχεν υἱούς· υἱὸς δὲ οὐ λέγεται πατέρα μὴ σχών· ὁ δὲ Ἄβελ υἱὸς μὲν λέγεται, διότι γεγέννηται παρὰ πατρὸς τοῦ Ἀδάμ· οὐ λέγεται δὲ πατήρ, ἐπείπερ υἱὸν οὐκ ἐγέννησεν· ὁ δέ γε Σὴθ καὶ πατὴρ λέγεται καὶ υἱός, πατὴρ μὲν ὡς γεννήσας υἱὸν τὸν Ἐνώς, υἱὸς δέ, ὡς γεννηθεὶς ἐκ τοῦ πατρὸς τοῦ Ἀδάμ· οὕτω δὴ καὶ ἐπὶ τῶν γενῶν καὶ τῶν εἰδῶν ἔστιν εὑρεῖν. ιβ. Εἰσὶ γάρ τινα γένη πρώτιστα καὶ ἀνώτατα, μὴ ἔχοντα ἐπάνω αὐτῶν ἕτερον γένος· ταῦτα καλοῦνται γενικώτατα γένη. Γενικώτατον γὰρ γένος ἐστίν, ὃ γένος ὂν οὐκ ἔστιν εἶδος, καὶ ὑπὲρ ὃ οὐκ ἂν εἴη ἄλλο τι ἐπαναβεβηκὸς γένος. Εἰσὶ δὲ καί τινα εἴδη ἔσχατα καὶ κατώτατα, μὴ ἔχοντα ἕτερα εἴδη, ἐξ αὐτῶν διαιρούμενα. Ταῦτα ὀνομάζεται εἰδικώτατα εἴδη. Εἰδικώτατον γὰρ εἶδός ἐστιν, ὅπερ εἶδος ὂν οὐκ ἔστι γένος· καὶ ὃ εἶδος ὂν οὐκ ἂν διελοίμεθα εἰς εἴδη ἔτι, καὶ τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ ἀριθμῷ ἐν τῷ τί ἐστι κατηγορούμενον. Εἰσὶ δὲ καὶ ἄλλα μέσα τῶν ἄκρων εἴδη καὶ γένη τὰ αὐτά· εἴδη μὲν τῶν πρὸ αὐτῶν, γένη καὶ τῶν μετ’ αὐτά. ιγ.

Λέγεται δὲ ταῦτα τὰ μέσα γένη ὑπάλληλα· οὐχ ὅτι ἕκαστον ἐφ’ ἕκαστον φέρεται καὶ τοῦ αὐτοῦ τὸ αὐτὸ γένος καὶ εἶδός ἐστιν· ἀλλ’ ὅτι γένος ὑπ’ ἄλλο γένος τελεῖ, κἀκεῖνο ὑφ’ ἕτερον, καὶ ἔχουσιν ἄλληλα κοινὸν τὸ ὑποκεῖσθαι ὡς εἴδη καὶ γένη ὄντα. ιδ. Οἷον ἡ οὐσία πρώτιστόν ἐστι γένος καὶ γενικώτατον.

Ὑπὸ γὰρ τὴν οὐσίαν τὸ σῶμα. Διαιρεῖται γὰρ ἡ οὐσία εἰς σῶμα καὶ ἀσώματον. Ὑπὸ δὲ τὸ σῶμα τὸ ἔμψυχον σῶμα· ὑπ’ αὐτὸ πάλιν τὸ αἰσθητικόν· ὑφ’ ὃ τὸ ζῶον· ὑπὸ τὸ ζῶον δὲ τὸ λογικὸν ζῶον, ὁ ἄνθρωπος· ὑφ’ ὃ ὁ Πέτρος, ὁ Παῦλος καὶ οἱ λοιποὶ κατὰ μέρος ἄνθρωποι, οἵτινες ὀνομάζονται πάντες ἄτομα. Ἡ μὲν οὖν οὐσία γένος ἐστίν, ὡς εἴρηται, γενικώτατον, διὰ τὸ μὴ ἔχειν ἕτερον γένος ταύτην ἐπαναβεβηκός· ὁ δὲ ἄνθρωπος εἶδός ἐστιν εἰδικώτατον, διὰ τὸ μὴ ἔχειν ἕτερον εἶδος ὑποβεβηκός· τὸ δὲ μέσον τῆς οὐσίας καὶ τοῦ ἀνθρώπου, καὶ γένη καὶ εἴδη εἰσὶ τὰ αὐτά· τῶν μετ’ αὐτὰ γένη, τῶν πρὸ αὐτῶν εἴδη. Τὸ γὰρ σῶμα τῆς μὲν οὐσίας εἶδος, τοῦ δὲ ἐμψύχου σώματος γένος· ἔχει γὰρ τὸ ἁπλῶς σῶμα τεταγμένον ὑφ’ ἑαυτὸ τὸ ἔμψυχον σῶμα. Τοῦτο δὴ τὸ ἔμψυχον εἶδος μὲν ἔστι τοῦ σώματος, γένος δὲ τοῦ αἰσθητικοῦ· τὸ αἰσθητικὸν εἶδος μὲν τοῦ ἐμψύχου, γένος δὲ τοῦ ζώου· τὸ ζῶον εἶδος μὲν τοῦ αἰσθητικοῦ, γένος δὲ τοῦ λογικοῦ· τὸ δὲ λογικὸν ζῶον, ὁ ἄνθρωπος, εἶδος μὲν τοῦ ζώου, οὐκέτι δὲ γένος τοῦ Πέτρου, καὶ τοῦ Παύλου, καὶ τῶν λοιπῶν ἀτόμων, ἀλλ’ εἶδός ἐστι καὶ αὐτῶν. ιε. Τοῦ μὲν οὖν ζώου, εἶδος λέγεται, διότι περιέχεται ὑπ’ αὐτοῦ, τῶν δὲ ἀτόμων εἶδος, ὅτι περιέχει αὐτά.

ιϛ. Εἰ γὰρ ἦν γένος τῶν ἀτόμων ὁ ἄνθρωπος, εἴδη ἂν ὑπῆρχον τὰ ἄτομα. Πᾶν γὰρ γένος εἰς εἴδη διαιρεῖται· τὰ δὲ εἴδη τεμνόμενα μεταδιδόασι καὶ τοῖς ἐξ αὐτῶν καὶ τοῦ ὀνόματος καὶ τοῦ ὁρισμοῦ. Ὥστε καὶ ὁ Πέτρος, εἰς ψυχὴν καὶ σῶμα τεμνόμενος, μετεδίδου ἂν τοῖς ἐξ αὐτοῦ καὶ τοῦ ὀνόματος καὶ τοῦ ὁρισμοῦ· καὶ ἦν οὕτως ἡ τοῦ Πέτρου ψυχὴ Πέτρος· καὶ τὸ σῶμα πάλιν Πέτρος· καὶ τὸν τοῦ Πέτρου ὅρον, ἀλλὰ δὴ καὶ τὸν τοῦ ἀνθρώπου παρὰ μέρος ἐκληροῦντο ἀμφότεροι. Νῦν δὲ τοῦτο οὐκ ἔστιν· οὐκ ἄρα γένος ὁ ἄνθρωπος, ἀλλ’ εἶδος εἰς ἄτομα διαιρούμενον. ιζ. Πάντα δὲ τὰ ἄτομα καὶ τὸ ὄνομα καὶ τὸν ὁρισμὸν τῶν οἰκείων εἰδῶν ἀνελλιπῶς ἐπιδέχονται, οὐ μὴν ἀλλὰ καὶ αὐτῶν τῶν γενῶν. Ὡσαύτως δὲ καὶ τὰ εἴδη τῶν γενῶν, καὶ τὰ ὑπάλληλα γένη τῶν ἀνωτέρω γενῶν ἕως τοῦ γενικωτάτου· καὶ ἁπλῶς εἰπεῖν, τὰ μὲν ὑποκάτω λαμβάνουσι τῶν ἄνω πάντων ἀνελλιπῶς καὶ τὰ ὀνόματα καὶ τοὺς ὁρισμούς· τὰ ἐπάνω τῶν ὑποκάτω οὐδ’ ὁπωσοῦν. ιη. Ἀλλ’ οὐδὲ τὰ εἴδη κοινωνοῦσιν ἀλλήλοις, ἢ κατὰ τοὺς ὅρους, ἢ κατὰ τὰ ὀνόματα. Καὶ γὰρ ὁ ἄνθρωπος οὔποτ’ ἂν ἵππος κληθείη, ἢ ὁ ἵππος ἄνθρωπος.

Οὔτε δὲ ὁ τοῦ ἵππου ὅρος ἁρμόσει τῷ ἀνθρώπῳ, ἢ ὁ τοῦ ἀνθρώπου τῷ ἵππῳ. Τὸν γὰρ ἄνθρωπον οὐδεὶς εἶναι φαίη ἂν ζῶον ἄλογον, τετράπουν, χρεμετιστικόν· ἢ τὸν ἵππον, ζῶον λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν. ιθ. Τοῦ δὲ κοινοῦ γένους καὶ τὸ ὄνομα καὶ τὸν ὅρον τὰ εἴδη ἐπίσης λαμβάνουσιν· οὐ τὸ μὲν τῶν εἰδῶν μᾶλλον, τὸ δὲ ἧττον· καὶ γὰρ ὁ ἄνθρωπος καὶ ὁ ἵππος, κοινὸν γένος ἔχοντες τὸ ζῶον, καὶ ζῶα καλοῦνται ὁμοῦ, καὶ ὁμοίως τὸν τοῦ ζώου κέκτηνται ὁρισμόν. Καὶ ἄμφω γὰρ οὐσίαι εἰσὶν ἔμψυχοι, αἰσθητικαὶ καὶ μεταβατικαί.

Σχῆμα κεφαλ. ι, Περὶ γένους καὶ εἴδους, ἐν ᾧ καὶ περὶ σχέσεως. Τὸ γένος ἡ ἑκάστου τῆς γενέσεως ἀρχὴ ἢ φυσική, εἴτουν ἀπὸ τοῦ τεκόντος ὡς Ἰσραηλῖται· ἢ τοπική, εἴτουν ἀπὸ τῆς πατρίδος, ὡς Θηβαῖοι. ἢ ἀπὸ μιᾶς σχέσεως, ὡς Ἡρακλεῖδαι καὶ Ἰουδαῖοι καὶ ᾧ ὑποτάσσεται τὸ εἶδος.

Τὸ εἶδος ἡ ἑκάστου μορφή, ὡς δυσειδής τις, ἢ εὐειδής· καὶ οὗ κατηγορεῖται τὸ γένος ἐν τῷ τί ἐστι. Ἡ σχέσις φυσική, ὡς πατήρ, υἱός, καὶ γένος καὶ εἶδος· τυχική, ὡς δοῦλος καὶ δεσπότης· τεχνική, ὡς μαθητὴς καὶ διδάσκαλος· καὶ προαιρετική, ὡς φίλος καὶ φίλος.

ΚΕΦΑΛ. ΙΑ. Περὶ γένους καὶ εἴδους· ἐν ᾧ καὶ περὶ ἀτόμων. α. Τῶν λεγομένων εἶναι τὰ μὲν ὑφέστηκε, τὰ δὲ οὐχ ὑφέστηκεν, ἀλλ’ ἐν μόναις ἐπινοίαις κεῖται ψιλαῖς. Τῶν δὲ ὑφεστηκότων τὰ μὲν σώματά εἰσι, τὰ δὲ ἀσώματα. Τῶν δὲ ἀσωμάτων τὰ μὲν ἰδίαν ὑπόστασιν ἔχει, ὡς ἄγγελος καὶ ψυχή· τὰ δὲ ἐν ἑτέροις ἔχει τὸ εἶναι· τοιαῦτά εἰσι καὶ τὰ γένη καὶ τὰ εἴδη. β. Λέγονται δὲ τὰ γένη καὶ τὰ εἴδη πρὸ τῶν πολλῶν, ἐν τοῖς πολλοῖς, ἐπὶ τοῖς πολλοῖς. γ. Οἷον ἐννοείσθω τι σφραγιστήριον, ἔχον καὶ ἐκτύπωμα τὸ τυχόν, ἐξ οὗ κηρία πολλὰ μεταλαβέτω τοῦ ἐκτυπώματος, καί τις ὑπ’ ὄψιν ἀγαγέτω ταῦτα· μὴ προκατιδὼν μηδόλως τὸ σφραγιστήριον. ἑωρακὼς δὲ τὰ ἐν οἷς τὸ ἐκτύπωμα, καὶ ἐπιστήσας ὅτι πάντα τοῦ αὐτοῦ μετέχουσιν ἐκτυπώματος, καὶ τὰ δοκοῦντα πολλὰ τῷ λόγῳ συναθροίσας εἰς ἕν, ἐχέτω τοῦτο κατὰ διάνοιαν. Τὸ μὲν οὖν σφραγιστήριον τύπωμα λέγεται πρὸ τῶν πολλῶν· τὸ δ’ ἐν τοῖς κηρίοις ἐν τοῖς πολλοῖς· τὸ δὲ ἐξ αὐτῶν καταληφθὲν καὶ κατὰ διάνοιαν ἀΰλως ὑποστὰν ἐπὶ τοῖς πολλοῖς. δ. Οὕτως οὖν καὶ τὰ γένη καὶ τὰ εἴδη πρὸ τῶν πολλῶν μέν εἰσιν ἐν τῷ δημιουργῷ, κατὰ τοὺς ποιητικοὺς λόγους· ἐν τῷ Θεῷ γὰρ οἱ οὐσιοποιοὶ λόγοι τῶν ὄντων ἑνιαίως προϋφεστήκασι· καθ’ οὓς λόγους ὁ ὑπερούσιος τὰ ὄντα πάντα καὶ προώρισε καὶ παρήγαγεν. ε.

Ὑφεστηκέναι δὲ λέγονται τὰ γένη καὶ τὰ εἴδη ἐν τοῖς πολλοῖς, διότι ἐν τοῖς κατὰ μέρος ἀνθρώποις τὸ τοῦ ἀνθρώπου εἶδός ἐστι. καὶ τοῖς κατὰ μέρος ἵπποις τὸ τοῦ ἵππου εἶδος· ἐν ἀνθρώποις δὲ καὶ ἵπποις καὶ τοῖς ἄλλοις ζώοις τὸ γένος εὑρίσκεται τῶν τοιούτων εἰδῶν, ὅπερ ἐστὶ τὸ ζῶον· κὰν τοῖς ζώοις ὁμοῦ καὶ τοῖς ζωοφύτοις τὸ καθολικώτερον γένος τὸ αἰσθητικὸν ἐξετάζεται· συναχθέντων δὲ καὶ τῶν φυτῶν, θεωρεῖται τὸ ἔμψυχον.

Εἰ δὲ σὺν τοῖς ἐμψύχοις ἐθέλει τις ἐπισκοπεῖν καὶ τὰ ἄψυχα, τὸ σῶμα σύμπαν κατόψεται. Συνδραμουσῶν δὲ τοῖς εἰρημένοις τῶν ἀσωμάτων οὐσιῶν, τὸ πρῶτον γένος φανεῖται καὶ γενικώτατον, καὶ οὕτω μὲν ἐν τοῖς πολλοῖς ὑφέστηκε τὰ εἴδη καὶ τὰ γένη.

ϛ. Καταλαβὼν δέ τις ἐκ τῶν κατὰ μέρος ἀνθρώπων τὴν αὐτῶν φύσιν, τὴν ἀνθρωπότητα, ἐκ δὲ τῶν κατὰ μέρος ἵππων αὐτὴν τὴν ἱππότητα, καὶ οὕτω τὸν καθόλου ἄνθρωπον καὶ τὸν καθόλου ἵππον ἐπινοήσας· καὶ τὸ καθόλου ζῶον ἐκ τῶν καθέκαστα τῷ λόγῳ συναγαγών· καὶ τὸ καθόλου αἰσθητικόν, καὶ τὸ καθόλου ἔμψυχον, καὶ τὸ καθόλου σῶμα, καὶ τὴν καθολικωτάτην οὐσίαν ἐξ ἁπάντων συλλογισάμενος, ὁ τοιοῦτος ἐν τῇ ἑαυτοῦ διανοίᾳ τὰ γένη καὶ τὰ εἴδη ἀΰλως ὑπέστησεν ἐπὶ τοῖς πολλοῖς, τουτέστι μετὰ τὰ πολλὰ καὶ ὑστερογενῶς. ζ. Ἰστέον δὲ ὅτι πάντα μὲν τὰ γένη λεχθήσονται ἐπὶ τοῖς πολλοῖς, οὐ πάντα δὲ τὰ εἴδη. Τὸ γὰρ ὂν ἢ καὶ τῇ φύσει καὶ τῇ γνώσει πεπερασμένον ἐστίν· ἢ οὐδὲ τῇ φύσει οὐδὲ τῇ γνώσει· ἢ τῇ φύσει μὲν πεπέρασται, τῇ γνώσει δὲ οὐ πεπέρασται· οὐδὲν δέ πού ἐστι τῇ γνώσει πεπερασμένον, ἄπειρον ὂν τῇ φύσει. η. Τούτων οὕτως ἐχόντων, τὰ μὲν γενικώτατα γένη καὶ τὰ ὑπάλληλα καὶ φύσει καὶ γνώσει πεπέρασται.

Δέκα γάρ εἰσι τὰ γένη τὰ γενικώτατα· ὡρισμένα δέ γε καὶ τὰ ὑπάλληλα. θ. Τὸ δὲ τῶν ἀτόμων πλῆθος οὔτε τῇ φύσει οὔτε τῇ γνώσει πεπερασμένον ἐστίν. Ἀεὶ γὰρ γίνεται καὶ ἀεὶ φθείρεται, καὶ οὔτε πέρας ὑπὸ τῆς φύσεως εἵληφεν, οὔτε τὸ γεγονὸς στάσιμον ὑπάρχει καὶ μόνιμον.

Τὸ δὲ τοιοῦτον πῶς τῇ γνώσει περιληφθήσεται; ι. Τὰ δὲ εἰδικώτατα εἴδη τῇ μὲν φύσει πεπέρασται, τῇ γνώσει δέ εἰσιν ἀπερίληπτα. Πολλὰ γὰρ ἡμῖν ἄγνωστα τῶν τοιούτων εἰδῶν, ἢ ἐν ἐρημίαις ἀβάτοις, ἢ ἐν σπηλαίοις ὄντα καὶ τὴν ἡμετέραν γνῶσιν διαδιδράσκοντα. ια. Καθὸ μὲν οὖν πάντα τὰ εἴδη τῇ φύσει πεπέρασται, κατέπαυσεν ὁ Θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ· ἑτεροῖον γὰρ ὧν ἐποίησεν οὐ ποιεῖ· καθὸ δὲ τὰ ἄτομα γίνεται ἔτι, καὶ οὔπω πεπέρασται τούτων ἡ γένεσις ὑπὸ φύσεως· ὁ Πατὴρ τοῦ Κυρίου ἕως ἄρτι ἐργάζεται, καὶ ὁ Υἱὸς ἐργάζεται· δῆλον δ’ ὅτι καὶ ὁ συμπαντουργὸς Παράκλητος συνεργάζεται, ταῦτά τε καὶ τὰς προνοίας καὶ τὰς οἰκονομίας καὶ τὰ θαυμάσια. ιβ. Χρὴ δὲ γινώσκειν ὡς ὁ Πλάτων πέντε γένη τῶν ὄντων φησίν· οὐσίαν, ταυτότητα, ἑτερότητα, κίνησιν καὶ στάσιν· οὐσίαν λέγων τὴν ἁπλῶς ὕπαρξιν, ταυτότητα τὴν κοινωνίαν, ἑτερότητα τὴν διαφοράν, κίνησιν τὴν ἐνέργειαν, στάσιν τήν τε ἠρεμίαν, ἤγουν τὴν ἀποβολὴν τῆς τοιᾶσδε κινήσεως, καὶ τὴν ἐν τῷ κινεῖσθαι μονήν, καθ’ ἣν καὶ τῷ οὐρανῷ καὶ τοῖς θείοις δίδωσι στάσιν· τὸ γὰρ ἀεὶ ἐν τῷ αὐτῷ κινεῖσθαι στάσιν λέγει δηλοῦν. Ἐπεὶ τοίνυν ἐν τοῖς οὖσι καὶ ὕπαρξίς ἐστι καὶ κοινωνία πρὸς ἄλληλα καὶ διαφορά, ἐνέργειά τε καὶ στάσις τῆς ἐνεργείας ὁποιαοῦν· διὰ τοῦτο τὰ τοιαῦτα γένη ὀνομάζει τῶν ὄντων ὡς πολλοῖς τοῖς γε οὖσιν ἐνθεωρούμενα. ιγ.

Ὁ δὲ Ἀριστοτέλης ἐν μὲν τοῖς φυσικοῖς τὴν ὕλην τίθεται γένος· ἐν δὲ τῇ λογικῇ πραγματείᾳ τὰς δέκα κατηγορίας γένη λέγει τὰ γενικώτατα· οὐσίαν, ποσόν, ποιόν, πρὸς τί, ποῦ, πότε, ποιεῖν, πάσχειν, ἔχειν, κεῖσθαι. ιδ. Τούτων ἕκαστον ἔχει καὶ εἰδικώτατα εἴδη καὶ ὑπάλληλα γένη. ιε. Ἐκ δὲ τῶν εἰδικωτάτων εἰδῶν εὐθὺς εἰς ἄτομα γίνεται ἡ διαίρεσις· ἥτις οὐδὲ διαίρεσίς ἐστι κυρίως, ἀλλ’ ἀπαρίθμησις. Διὸ καί τινες αὐτὰ τὰ εἰδικώτατα εἴδη γένη ὠνόμασαν ἄτομα· γένη μὲν ὡς περιληπτικὰ τῶν ὑπ’ αὐτὰ μερῶν· ἄτομα δὲ ὡς ἀδιαίρετα.

Τὸ γὰρ διαιρούμενον γένος εἰς εἴδη διαιρεῖται ἀναγκαίως. ιϛ. Σημαίνει δὲ τὸ ἄτομον τέσσαρα· τὸ ἀδιαίρετον καθὸ ἀμερές, ὡς ἡ στιγμή, καὶ τὸ νῦν, καὶ ἡ μονάς, ἅτινα καὶ ἄποσα λέγεται· τὸ δύστμητον, ὡς ὁ ἀδάμας, λίθος· τὸ εἰδικώτατον εἶδος διὰ τὸ μὴ τέμνεσθαι εἰς ἕτερα εἴδη· καὶ τὸ κυρίως ἄτομον, ὁ τέμνεται μέν, οὐ σώζει δὲ μετὰ τὴν τομὴν τὸ πρότερον εἶδος· οἷον ὁ Πέτρος τέμνεται μὲν εἰς ψυχὴν καὶ σῶμα, ἀλλ’ οὔτε ἡ ψυχὴ καθ’ ἑαυτήν ἐστι Πέτρος τέλειος, ἐπεὶ οὐδὲ ἄνθρωπος τέλειός ἐστιν, οὔτε τὸ σῶμα. ιζ. Περὶ τούτου τοῦ ἀτόμου τοῖς φιλοσόφοις ὁ λόγος· ὅπερ ἀποδιδόασιν οὕτως· Ἄτομόν ἐστι τὸ ἐξ ἰδιοτήτων συγκείμενον, ὧν τὸ ἄθροισμα οὐκ ἂν ὀφθείη ἐπὶ ἑτέρου ποτέ.

Σχῆμα κεφαλ. ια, Περὶ γενῶν καὶ εἰδῶν, ἐν ᾧ καὶ περὶ ἀτόμου. Τὰ γένη καὶ τὰ εἴδη πρὸ τῶν πολλῶν, ὡς ἐν τῷ δημιουργῷ· ἐν τοῖς πολλοῖς, ὡς ἐν τοῖς κατὰ μέρος ἀνθρώποις τὸ ἀνθρώπου εἶδος· ἐπὶ τοῖς πολλοῖς, ὡς ἐν τῇ διανοίᾳ.

Τῶν λεγομένων εἶναι τὰ μὲν ὑφέστηκε τὰ μὲν σώματα τὰ δὲ ἀσώματα τὰ μὲν ἰδίαν ὑπόστασιν ἔχει, ὡς ἄγγελος, ψυχή· τὰ δὲ ἐν ἑτέροις ἔχει τὸ εἶναι, ὡς τὰ γένη καὶ τὰ εἴδη. τὰ δὲ ἐν μόναις ψιλαῖς ἐπινοίαις εἰσί.

Τὸ ἄτομον τὸ ἀδιαίρετον, ὡς ἡ στιγμὴ καὶ τὸ νῦν καὶ ἡ μονάς· τὸ δύστμητον, ὡς ὁ ἀδάμας· τὸ εἰδικώτατον εἶδος, ὡς μὴ τεμνόμενον εἰς εἴδη· καὶ τὸ κυρίως ἄτομον, ὡς Σωκράτης.

Τὸ ὂν πεπέρασται φύσει ἀσύστατον οὐ φύσει τὰ εἰδικώτατα εἴδη Τὰ γενικώτατα καὶ τὰ ἄτομα ὑπάλληλα ἀσύστατον γνώσει ἀσύστατον οὐ γνώσει

ΚΕΦΑΛ. ΙΒ Περὶ διαφορᾶς καὶ συμβεβηκότος. α. Τῷ διαλαμβάνοντι περὶ διαφορᾶς οὐκ ἀπεικὸς καὶ περὶ συμβεβηκότος εἰπεῖν· ἐπεὶ καὶ αὐτὸ διαφορὰ ὀνομάζεται. Ἡ γὰρ διαφορὰ ἢ οὐσιώδης ἐστίν, ἢ ἐπουσιώδης. β. Οὐσιώδης μὲν ἔστι διαφορὰ ἡ καθ’ αὐτήν τε καὶ φυσικὴ καὶ εἰδοποιός, ἥτις καλεῖται παρὰ τοῖς φιλοσόφοις ἰδιαίτατα διαφορά· καθ’ ἣν εἶδος εἴδους διαφέρει· οἷον τὸ λογικόν. Κατὰ τοῦτο γὰρ διαφέρει τὸ εἶδος τοῦ ἀνθρώπου τοῦ εἴδους τοῦ ἵππου καὶ τῶν λοιπῶν τῶν παρὰ τὸν ἄνθρωπον ζώων. Ὃ δὴ λογικὸν καθ’ αὐτὸ ὑπάρχει τῷ ἀνθρώπῳ, καὶ τῆς τοῦ ἀνθρώπου φύσεώς ἐστι παραστατικόν, καὶ τοῦ ἀνθρωπείου εἴδους ποιητικόν. Λέγουσι δὲ τὴν ἰδιαίτατα διαφορὰν οὕτως· γ. Διαφορά ἐστιν, ἢ περισσεύει τὸ εἶδος τοῦ γένους.

Ὁ γὰρ ἄνθρωπος πλέον ἔχει τοῦ ζώου τὸ λογικόν. Τὸ γὰρ ζῶον οὔτε λογικόν ἐστιν ἐνεργείᾳ, οὔτε ἄλογον· ἐπεὶ τὸ αὐτὸ ἕξει τὰ ἀντικείμενα. Δυνάμει δέ γε τὸ ζῶον καὶ λογικὸν ὑπάρχει καὶ ἄλογον, καὶ πάσας ἔχει τὰς ὑπ’ αὐτὸ διαφοράς. Εἰ μὴ γὰρ τοῦτο, πόθεν ἂν τὰ εἴδη σχοῖεν τὰς διαφοράς;

Οὔτε γοῦν ἐκ τῶν οὐκ ὄντων ἐν τῷ γένει τὸ εἶδος συνίσταται δυνάμει γάρ εἰσιν ἐν τῷ γένει τῶν εἰδῶν αἱ διαφοραί· οὔτε περὶ τὸ αὐτό εἰσιν ἅμα τὰ ἀντικείμενα. Ἐνεργείᾳ γὰρ οὐδεμίαν ἔχει τὸ γένος διαφορὰν τῶν εἰδῶν. δ. Ὁρίζονται δὲ ταύτην τὴν οὐσιώδη καὶ ἰδιαίτατα διαφορὰν καὶ οὕτω· Διαφορά ἐστι τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορούμενον.

Ἐρωτώμενοι γάρ τί ἐστιν ἄνθρωπος, οἰκείως ἂν λέγοιμεν ὅτι ζῶον· πυνθανομένου δέ τινος ὁποῖόν τι ζῶον ὁ ἄνθρωπος, τότε πάλιν οἰκείως ἔστιν εἰπεῖν, ὅτι λογικόν. ε. Ὑπογράφουσι δὲ τὰς τοιαύτας καὶ οὕτω· Διαφορά ἐστι τὸ χωρίζειν πεφυκὸς τὸ ὑπὸ τὸ αὐτὸ γένος.

Τὸ γὰρ λογικὸν καὶ τὸ ἄλογον χωρίζει τὸν ἄνθρωπον καὶ τὸν ἵππον, ὑπὸ τὸ αὐτὸ γένος ὄντα τὸ ζῶον. ϛ. Πάλιν διαφορά ἐστιν, ὅτῳ διαφέρει ἕκαστον. Ἄνθρωπος γὰρ καὶ ἵππος κατὰ μὲν τὸ γένος οὐ διενήνοχε ζῶα γὰρ καὶ ἀμφότερα· κατὰ δὲ τὰς διαφοράς, ἤτοι κατὰ τὸ λογικὸν καὶ τὸ ἄλογον, ἀπ’ ἀλλήλων διέστηκε. ζ. Λέγονται δὲ αἱ ἰδιαίτατα διαφοραὶ διαιρετικαὶ καὶ συστατικαί· διαιρετικαὶ μὲν τῶν γενῶν, συστατικαὶ δὲ τῶν εἰδῶν. Τὸ γὰρ σῶμα καὶ τὸ ἀσώματον διαιροῦσι τὴν οὐσίαν· τὸ δὲ ἔμψυχον καὶ τὸ ἄψυχον διαιροῦσι τὸ σῶμα· καὶ τὸ αἰσθητικὸν καὶ τὸ ἀναίσθητον διαιροῦσι τὸ ἔμψυχον· καὶ τὸ μεταβατικὸν καὶ τὸ ἀμετάβατον διαιροῦσι τὸ αἰσθητικόν.

Ταῦτα γοῦν τὰ τῶν γενῶν διαιρετικὰ γίνονται συστατικὰ τῶν εἰδῶν· τὸ γὰρ ἔμψυχον, καὶ τὸ αἰσθητικὸν καὶ τὸ μεταβατικὸν συνιστῶσι τὸ ζῶον. Ζῶον γάρ ἐστιν οὐσία ἔμψυχος αἰσθητική, μεταβατική. Τὸ ἔμψυχον, τὸ αἰσθητικόν, τὸ ἀμετάβατον, συνιστῶσι τὸ ζωόφυτον. Ἔστι γὰρ τὸ ζωόφυτον οὐσία ἔμψυχος, αἰσθητική, ἀμετάβατος. Τὸ ἔμψυχον δὲ μετὰ τοῦ ἀναισθήτου τὸ φυτὸν συνιστῶσι, καὶ ἔστι τὸ φυτὸν οὐσία ἔμψυχος, ἀναίσθητος.

Καὶ ἕτερα πάλιν ἑτέρων εἰδῶν γίνονται συστατικά, πρότερον ὄντα γενῶν διαιρετικά. η. Διότι γοῦν αἱ διαιρετικαὶ τῶν γενῶν διαφοραὶ γίνονται συστατικαὶ τῶν εἰδῶν, ὁμοῦ πᾶσαι κέκληνται εἰδοποιοί. θ. Αὗται δὲ αἱ διαφοραὶ λέγονται εἶναι τὰ ὑπάλληλα γένη, ἀπαραλλάκτως δὲ οὐκ εἰσίν, ἀλλ’ ὥσπερ θερμὸν καὶ ψυχρόν. Ὀνομάζονται μὲν καὶ αὗται μόναι αἱ ποιότητες, ἡ θερμότης δηλονότι καὶ ἡ ψυχρότης· καλοῦνται δὲ οὕτω καὶ τὰ τῶν τοιούτων ποιοτήτων μετέχοντα σώματα, ἤγουν τὸ σῶμα τὸ ἔχον ἐν ἑαυτῷ τὴν θερμότητα καλεῖται θερμόν, καὶ τὸ τὴν ψυχρότητα κεκτημένον ψυχρόν. Τὸ δ’ αὐτὸ κἀπὶ τῶν ἄλλων ποιοτήτων τε καὶ πεποιωμένων σωμάτων ἔστιν εὑρεῖν. ι. Οὕτω δὴ καὶ σῶμα καὶ ἀσώματον, ἔμψυχόν τε καὶ ἄψυχον, καὶ αἰσθητικὸν καὶ λογικόν, καὶ τᾶλλα ὁμοίως. Λέγονται μὲν καὶ αὗται μόναι αἱ ποιότητες· ἡ σωματότης, ἡ ἀσωματότης, ἡ ἐμψυχότης, ἡ ἀψυχότης, ἡ αἰσθητικότης, ἡ λογικότης καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως· λέγονται δ’ οὕτως καὶ αἱ οὐσίαι αἱ τὰς τοιαύτας ἐν ἑαυταῖς κεκτημέναι ποιότητας. Σῶμα μὲν ἡ τὴν σωματότητα κεκτημένη οὐσία· ἀσώματον δὲ ἡ τὴν ἀσωματότητα· καὶ ἡ μὲν τὴν ἐμψυχότητα ἔχουσα ἔμψυχον· ἡ δὲ τὴν ἀψυχότητα ἄψυχον· ἡ δὲ τὴν αἰσθητικότητα αἰσθητικόν· καὶ ἡ τὴν λογικότητα λογικόν. ια.

Αὗται μὲν οὖν καθ’ ἑαυτὰς αἱ ποιότητές εἰσιν αἱ διαφοραί· αἱ δὲ μετέχουσαι τῶν τοιούτων ποιοτήτων οὐσίαι τὰ ὑπάλληλα γένη τυγχάνουσιν. Ἐπεὶ πῶς ἂν τὰ αὐτὰ καὶ γένη ἔσοιντο καὶ διαφοραί;

Καὶ ὡς διαφοραὶ μέν, ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορηθεῖεν, ὡς γένη δ’ αὖ ἐν τῷ τί ἐστιν. ιβ. Εἰ δὲ καὶ πᾶν γένος εἰς εἴδη διαιρούμενον διὰ τῶν διαιρετικῶν διαιρεῖται διαφορῶν· εἴδη δὲ τῆς οὐσίας ὁμολογοῦνται εἶναι τὸ σῶμα καὶ τὸ ἀσώματον· διὰ ποίων διαφορῶν εἰς ταῦτα ἡ οὐσία διαιρεῖται ἢ διαιρεθήσεται, εἰ μὴ δι’ αὐτῆς σωματότητός τε καὶ τῆς ἀσωματότητος; Τὸ δὲ σῶμα πάλιν εἰς τὰ οἰκεῖα εἴδη, τὸ ἔμψυχόν τε καὶ τὸ ἄψυχον, πῶς ἄρα τμηθήσεται, ἢ πάντως διὰ τῆς ἐμψυχότητος καὶ ἀψυχότητος; Ὅτε γὰρ λέγομεν τὴν οὐσίαν διαιρεῖσθαι εἰς σῶμα καὶ ἀσώματον, εἰς οὐσίαν σεσωματωμένην καὶ μὴ σεσωματωμένην, τὴν ἁπλῶς οὐσίαν διαιρεῖσθαί φαμεν· ἐπεὶ τὸ σῶμα πρότερον ἦν οὐσία μόνον, ἐνεργείᾳ δὲ λαβὸν καὶ τὴν σωματότητα, γέγονεν οὐσία ἐνσώματος. Ὡσαύτως δὲ καὶ τὸ ἀσώματον δεξάμενον τὴν ἀσωματότητα οὐσία ὑπῆρξεν ἀσώματος. Καὶ τὸ ἔμψυχον δὲ πρότερον ἦν ἁπλῶς σῶμα, τουτέστιν οὐσία ἐνσώματος· μετασχὸν δὲ καὶ τῆς ἐμψυχότητος, σῶμα ἔμψυχον ἐκτετέλεσται. ιγ. Ὅτε γοῦν τοῦ σώματος τὴν διαίρεσιν εἰς ἔμψυχον ποιοῦμεν καὶ ἄψυχον, χρὴ προσυπακούειν τὸ σῶμα· ἵνα διαιρῆται τὸ σῶμα εἰς ἔμψυχον σῶμα καὶ ἄψυχον σῶμα. Οὕτω δὴ κἀπὶ τῶν ἄλλων ποιητέον· ὡς ἂν καὶ αἱ διαφοραὶ καὶ τὰ γένη καὶ τὰ εἴδη σώζωνται ἀσυγχύτως ὅπερ εἰσί. ιδ. Περὶ μὲν οὖν τῆς οὐσιώδους διαφορᾶς, ἥτις καὶ ἰδιαίτατα καλεῖται διαφορά, τοσαῦτα εἰρήσθω.

ιε. Ἡ δ’ ἐπουσιώδης διαφορὰ αὐτό ἐστι τὸ συμβεβηκός.

ιϛ. Διαιρεῖται δ’ αὕτη εἴς τε τὴν κοινῶς διαφοράν, καὶ εἰς τὴν ἰδίως διαφοράν. ιζ. Καὶ κοινῶς μὲν διαφορά ἐστι τὸ χωριστὸν συμβεβηκός, ὃ καὶ ἐν τῷ πῶς ἔχον ἐστὶ κατηγορεῖται· ἰδίως δὲ διαφορὰ τὸ ἀχώριστον συμβεβηκός· ὃ καὶ ἐν τῷ ὁποῖόν τί ἐστι λέγεται. Τοῦ γὰρ συμβεβηκότος τὸ μὲν ἔστι χωριστόν, τὸ δὲ ἀχώριστον. ιη. Κατὰ μὲν οὖν τὸ χωριστὸν συμβεβηκὸς διαφέρει ἄτομον ἑτέρου ἀτόμου καὶ ἑαυτοῦ· οἷον κάθηται Πέτρος, βαδίζει Παῦλος. Κατὰ γοῦν τὸ καθῆσθαι καὶ τὸ βαδίζειν ἀλλήλων λέγονται διαφέρειν ὁ Πέτρος καὶ ὁ Παῦλος. Ἐνδέχεται δὲ καθῆσθαι τὸν Παῦλον καὶ βαδίζειν τὸν Πέτρον, καὶ οὕτω χωρισθῆναι αὐτῶν τὴν τοιαύτην διαφοράν, καὶ λαβεῖν ἄλλην ἀντ’ ἄλλης ἑκάτερον. Πάλιν διαφέρει ἄτομον ἑαυτοῦ ἐν τῷ ποτὲ μὲν καθῆσθαι, ποτὲ δ’ ἐστάναι ἢ βαδίζειν· καὶ ποτὲ μὲν καθεύδειν, ποτὲ δ’ ἐγρηγορέναι· καὶ ὁτὲ μὲν νοσεῖν, ὁτὲ δὲ ὑγιαίνειν· καὶ νῦν μὲν νεάζειν, ἔκτοτε δὲ γεγηρακέναι. Ταῦτα γοῦν καὶ τὰ παραπλήσια λέγονται κοινῶς διαφοραί, καὶ χωριστὰ συμβεβηκότα. ιθ. Κατὰ δὲ τὸ ἀχώριστον συμβεβηκὸς ἑαυτοῦ μὲν οὐ διαφέρει τὸ ἄτομον, ἑτέρου δὲ ἀτόμου διαφέρει.

Οἷον, Ἔστι τις σιμός· ἀδύνατον χωρισθῆναι αὐτοῦ τὴν σιμότητα· διαφέρει δὲ οὗτος τοῦ γρυποῦ. Ὡσαύτως καὶ ὁ γλαυκὸς καὶ ὁ ἔχων ἐκ τραύματος ἐσκιῤῥωμένην οὐλήν, ἑαυτῶν μὲν οὐ διαφέρουσιν, ἄλλων δὲ διαφέρουσιν. κ. Ἔστι δὲ ἡ σιμότης, ἡ γλαυκότης, ἡ ἐν τῷ Αἰθίοπι μελανία καὶ ἡ ἐν τῷ κόρακι, καὶ ἡ ἐν τῷ κύκνῳ λευκότης, καὶ τὰ τοιαῦτα συμβεβηκότα ἀχώριστα· καθὸ οὐ δύναται χωρισθῆναι πραγματικῶς τῶν ἐν οἷς ἀτόμων εἰσί· κατ’ ἐπίνοιαν δὲ χωρίζονται καὶ αὐτὰ τῶν πραγμάτων, τὴν φύσιν μὴ λυμαινόμενα. κα. Διὰ τοῦτο παντὸς συμβεβηκότος ἀχωρίστου καὶ χωριστοῦ κοινὸς ὁ λόγος οὗτός ἐστι· Συμβεβηκός ἐστιν, ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς. Καὶ πάλιν, συμβεβηκός ἐστιν ὁ ἐνδέχεται τῷ αὐτῷ ὑπάρχειν ἢ μὴ ὑπάρχειν.

Ἐνδέχεται γὰρ ἄνθρωπον καὶ καθῆσθαι καὶ ἑστάναι καὶ βαδίζειν καὶ εἶναι σιμὸν καὶ μὴ εἶναι· καὶ ἀπογινομένης τῆς γλαυκότητος, οὐδὲν ἧττον ὁ ἄνθρωπος μένει. Δύναται δὲ καὶ κύκνος ἐπινοηθῆναι μέλας, καὶ ὁ κόραξ λευκός, καὶ Αἰθίοψ ἀποβαλὼν τὴν χροιάν. Καὶ ταῦτα πάντα γενέσθαι δύναται χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς. κβ. Τριχῶς οὖν τῆς διαφορᾶς λεγομένης, κοινῶς καὶ ἰδίως καὶ ἰδιαίτατα, πᾶσα μὲν διαφορὰ ἑτερότης τέ ἐστι καὶ ἑτεροῖόν τι ποιεῖ προσγινομένη τινί.

Ἀλλ’ αἱ μὲν κοινῶς καὶ ἰδίως διαφοραὶ ἀλλοῖον ποιοῦσιν· αἱ δὲ ἰδιαίτατα ἄλλο· αἵτινές εἰσιν ἀχώριστοι καὶ κατ’ αὐτὴν τὴν ἐπίνοιαν. Οὐδὲ γὰρ ἔστιν ἐπινοῆσαι ζῶον ἀναίσθητον, ἢ ἄνθρωπον ἄλογον, ἢ ἵππον ἀλογίας κεχωρισμένον. κγ. Αὗται μὲν οὖν αἱ ἄλλο ποιοῦσαι διαφοραὶ καθ’ ἑαυτάς τέ εἰσι, καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον οὐκ ἐπιδέχονται. Οὔτε γὰρ τὸ γένος μᾶλλον καὶ ἦττον κατηγορεῖται οὗ ἂν εἴη γένος, οὔτε αἱ τοῦ γένους διαφοραί, καθ’ ἃς διαιρεῖται τὸ γένος εἰς τὰ εἴδη. Αἱ δὲ ἀλλοῖον ποιοῦσαι κατὰ συμβεβηκός τέ εἰσι, καὶ ἐπιτείνονται καὶ ἀνίενται ἅπασαι. Κάθηται γάρ τις πλέον ἑτέρου, καὶ ἄλλος ἄλλου βαδίζει πλέον· καὶ σιμοῦ σιμώτερός ἐστί τις, καὶ γλαυκοῦ γλαυκότερος. κδ. Οὐδεμία δὲ τῶν κοινῶς ἢ ἰδίως διαφορῶν συντελεῖ πρὸς τὸν ὁρισμόν. Ὑπογράφουσι γὰρ αὗται τὰ πράγματα, οὐ μὴν καὶ ὁρίζουσιν. Αἱ δὲ ἰδιαίτατα διαφοραὶ πράγματος ἑκάστου συμπληροῦσι τὸν ὁρισμόν. κε. Ἀναγκαῖον δὲ εἰδέναι, ὅτι τε τὸ τῆς οὐσίας ὄνομα καὶ ἐπὶ τῆς ἁπλῶς ὑπάρξεως ἐνίοτε τάττεται, καὶ ὅτι τὸ συμβεβηκὸς δηλοῖ ποτε τὸ οὐσιῶδες ἴδιον, ὡς συμβαῖνον καὶ συντρέχον τῷ πράγματι.

Λέγομεν γὰρ τὴν οὐσίαν τοῦ χρώματος, διὰ τὸ ἐν τοῖς οὖσι τετάχθαι καὶ τὸ συμβεβηκὸς καὶ ὁπωσοῦν εἶναι αὐτό. Καὶ πάλιν λέγομεν συμβαίνειν ταῖς προτάσεσι τὸ συμπέρασμα, τουτέστι συνέπεσθαι φυσικῶς τε καὶ οὐσιωδῶς.

κϛ. Λέγεται δὲ τὸ τοιοῦτον συμβεβηκός, εἴτουν τὸ οὐσιῶδες, ἴδιον καὶ πάντη ἀχώριστον καὶ κατ’ αὐτὴν τὴν ἐπίνοιαν, πρώτως καὶ καθ’ αὐτὸ ὑπάρχειν τῷ πράγματι· ὡς τῷ σώματι, τὸ τριχῆ διαστατόν· πρώτως μέν, ὅτι αὐτῷ μόνῳ ὑπάρχει ἀμέσως· καθ’ ἑαυτὸ δέ, ὅτι οὐσιωδῶς. κζ. Οὐκ εἴ τι δὲ καθ’ αὐτό, τοῦτο καὶ πρώτως.

Ἐπὶ πλέον γὰρ τοῦ πρώτως τὸ καθ’ αὑτό. Τὸ γὰρ ζῶον ὑπάρχον τῷ ἀνθρώπῳ καθ’ αὑτὸ καὶ οὐσιωδῶς, οὐχ ὑπάρχει καὶ πρώτως. Ἔστι γὰρ ζῶον ἀνθρώπου μὴ ὄντος. Τριχῆ δέ τι διαστατόν, σώματος μὴ ὄντος, οὐκ ἔστιν· οὔτε νοῦ καὶ ἐπιστήμης δεκτικόν, ἀνθρώπου μὴ ὄντος· οὔτε συμπέρασμα, προτάσεων μὴ οὐσῶν· οὔτε ὁρισμός, ἀπόντος τοῦ ὁριστοῦ. κη. Διὸ καὶ οἱ ὁρισμοὶ καὶ πρώτως ὑπάρχουσι τοῖς ὁριστοῖς, καὶ οὐσιωδῶς, εἴ γε κυρίως εἰσὶν ὁρισμοί. κθ. Ἐκ τούτων οὖν τῶν καθ’ αὑτὰ καὶ πρώτως ἡ κυρίως ἀπόδειξις γίνεται· οὔτε δὲ ἐκ τῶν συμβεβηκότων, οὔτ’ ἐκ τῶν καθ’ αὐτὰ μέν, μὴ πρώτως δὲ τοῖς πράγμασιν ὑπαρχόντων.

Σχῆμα κεφαλ. ιβ, Περὶ διαφορᾶς καὶ συμβεβηκότος. Ἡ διαφορὰ ἢ οὐσιώδης, ἥτις καλεῖται ἰδιαίτατα, ὡς τὸ λογικόν· ἢ ἐπουσιώδης ἢ κοινῶς, ὡς τὸ καθῆσθαι· ἢ ἰδίως, ὡς τὸ φαλακρόν. Ἡ διαφορὰ κοινῶς, ἰδίως. ἰδιαίτατα.

Τῶν διαφορῶν αἱ μὲν ἄλλο ποιοῦσιν, ὡς τὸ λογικόν· αἱ δὲ ἀλλοῖον, ὡς τὰ κοινῶς καὶ ἰδίως συμβεβηκότα. Τῶν διαφορῶν αἱ μὲν χωρισταί, αἱ δὲ ἀχώριστοι. αἱ μὲν κατ’ αὐτό, αἱ δὲ κατὰ συμβεβηκός.

ΚΕΦΑΛ. ΙΓ. Περὶ ἰδίου· ἐν ᾧ καὶ περὶ κοινοῦ. α. Τὸ ἴδιον λέγεται τετραχῶς. β. Ἢ ὃ παντὶ μὲν ὑπάρχει τῷ εἴδει, οὐ μόνῳ δέ· ὡς τῷ ἀνθρώπῳ τὸ δίπουν· πᾶς μὲν γὰρ ἄνθρωπος δίπους· οὐ μόνος ὁ ἄνθρωπος δίπους, ἀλλὰ καὶ ἕτερα ζῶα. γ. Ἢ ὃ μόνῳ μέν, οὐ παντὶ δέ, ὡς τῷ ἀνθρώπῳ τὸ φαλακρόν· καὶ γὰρ μόνος ὁ ἄνθρωπος φαλακρός, ἀλλ’ οὐ πᾶς ἄνθρωπος φαλακρός. δ. Ἢ ὃ παντὶ καὶ μόνῳ, οὐκ ἀεὶ δέ, ὡς τῷ ἀνθρώπῳ τὸ πολιοῦσθαι· οὐκ ἀεὶ γάρ, ἀλλ’ ἐν γήρᾳ, μένοντος τοῦ κατὰ φύσιν. ε. Τέταρτον, ἐφ’ ᾧ συνδεδράμηκε τὸ παντὶ καὶ τὸ μόνῳ καὶ τὸ ἀεί· ὡς τῷ ἀνθρώπῳ τὸ γελαστικόν.

Πᾶς γὰρ ἄνθρωπος, καὶ μόνος ἄνθρωπος, καὶ ἀεί, γελαστικός. ϛ· Γελαστικὸς δὲ λέγεται, οὐ τῷ ἀεὶ γελᾷν, ἀλλὰ τῷ πεφυκέναι γελᾷν. ζ. Τοῦτο τὸ τέταρτον κυρίως ἴδιον λέγεται· ὅτι καὶ ἀντιστρέφει. Πᾶς γὰρ ἄνθρωπος γελαστικός, καὶ πᾶν γελαστικὸν ἄνθρωπος. η. Εἰ γὰρ καὶ ὁ πίθηκος φαίνεται ἴσως γελῶν· ἀλλ’ οὐκ ἔχει ἐν ἑαυτῷ τὴν δύναμιν τοῦ γελᾷν, οὐδὲ ταῖς ἀληθείαις γελᾷ· κατὰ μόνην δὲ τὴν ἐπιφάνειαν τὸ γελᾷν σχηματίζεται, τῷ μιμεῖσθαι τὸν ἄνθρωπον.

Ζῶον γὰρ μιμηλότατον τυγχάνει ὁ πίθηκος. Οὕτω γελᾷν οἶμαι καὶ τὸν ἐρωδιόν, διάκενον γέλωτος καὶ ψυχικῆς ἄμοιρον διαχύσεως. θ. Ὑπογράφεται δὲ τὸ ἴδιον οὕτως· ἴδιόν ἐστι τὸ παντὶ καὶ μόνῳ τῷ εἴδει καὶ ἀεὶ ὑπάρχον. ι. Ἑκάστῳ μὲν οὖν εἴδει τῶν ζώων ἐξαίρετόν ἐστιν ἴδιον· τῷ ἀνθρώπῳ τὸ γελαστικόν, τῷ ἵππῳ τὸ χρεμετιστικόν, τῷ κυνὶ τὸ ὑλακτικόν· καὶ τοῖς ἄλλοις ἕτερα ἴδια. Κατὰ ταῦτα γὰρ διαχωρίζονται τῆς κοινωνίας ἀλλήλων τὰ εἴδη, καὶ διὰ τοῦτο λέγονται ἴδια· διὰ τὸ ἰδιαζόντως προσεῖναι τοῖς εἴδεσιν, ὧν εἰσιν ἴδια μηδεμίαν κοινωνίαν ἔχοντος τοῦ εἴδους πρὸς ἕτερον εἶδος κατὰ τὸ ἴδιον. ια. Ἐπεὶ δὲ ὁ ἄνθρωπος ὑπάρχει διπλοῦς μετέχει γὰρ καὶ τῆς τῶν ἀλόγων ζωῆς, καὶ τῆς τῶν λογικῶν νοήσεως, ἐπίγειος ὢν καὶ οὐράνιος, θνητὸς καὶ ἀθάνατος, ὁρατὸς καὶ νοούμενος, καθὸ μὲν κοινωνεῖ τοῖς ἀλόγοις, ἔχει καὶ τὸ γελαστικόν. Ἔστι γὰρ τὸ γελαστικὸν δύναμις τῆς ἀλόγου ψυχῆς ἐνεργουμένη διὰ τῶν μυῶν· ὡς καὶ τὸ χρεμετιστικὸν καὶ τὰ τοιαῦτα· καθὸ δὲ τοῖς λογικοῖς κοινωνεῖ, τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν κέκτηται ἴδιον· τοῦτο δὲ τῆς λογικῆς ψυχῆς ἐστι δύναμις. ιβ. Ἔχει τοίνυν ὁ ἄνθρωπος ἕκαστον ἴδιον κατάλληλον ἑκάστῳ κοινῷ. ιγ. Λέγεται δὲ καὶ τὸ κοινὸν τετραχῶς. ιδ. Ἢ γὰρ τὸ εἰς μέρη διαιρετόν, ὡς ἀγρὸς κοινός. ιε. Ἢ τὸ ἀδιαιρέτως ἐν χρήσει κοινῇ λαμβανόμενον, ὡς εἷς δοῦλος, ἢ εἷς ἵππος, δεσποτῶν διαφόρων.

ιϛ. Ἢ τὸ ἐν προκαταλήψει ἰδιοποιούμενον, ὡς ὁ ἐν θεάτρῳ τόπος κοινὸς ὤν, ἴδιος γίνεται τοῦ προκαταλαβόντος αὐτόν. ιζ. Ἢ τὸ ἐπίσης μετεχόμενον, ὡς ἡ φωνὴ τοῦ κήρυκος. ιη. Κατὰ τοῦτο τὸ σημαινόμενον ἥ τε ὕλη πᾶσι τοῖς οὖσι κοινή, καὶ τὰ γένη καὶ αἱ διαφοραὶ κοινὰ τοῖς αὐτῶν μετέχουσιν εἴδεσι· τὸ ζῶον ὅλοις τοῖς ζώοις κοινόν, καὶ τὸ λογικὸν ὅλοις τοῖς λογικοῖς, καὶ τοῖς ἀλόγοις τὸ ἄλογον· καὶ ἐπὶ τῶν ἄλλων ἁρμοζόντως.

Κατὰ τὸ τοιοῦτον τοῦ κοινοῦ σημαινόμενον, καὶ ἐπὶ τῶν ὁμωνύμων τὸ ὄνομα μόνον κοινόν· ἐπὶ δὲ τῶν συνωνύμων τό τε ὄνομα καὶ ὁ κατὰ τοὔνομα λόγος. Ἔστι δὲ κοινὸν τὸ ἐν πολλοῖς θεωρούμενον, ἢ τὸ πολλῶν κατηγορούμενον. ιθ. Τὸ δὲ ἴδιον οἱ Πλατωνικοὶ τριχῶς ἐκλαμβάνονται· ἀπὸ τῆς διοργανώσεως, ὡς τὸ δικέφαλον τῇ ἀμφισβαίνῃ· ἀπὸ τῆς ἐνεργείας, ὡς τὸ λοξοβαδιστικὸν τῷ καρκίνῳ· ἀπὸ τῆς δυνάμεως, ὡς τὸ καυστικὸν τῷ πυρί. Δύναται γὰρ ὑπὲρ πᾶν ἕτερον σῶμα καίειν τὸ πῦρ.

Σχῆμα κεφαλ. ιγ, περὶ ἰδίου, ἐν ᾧ καὶ περὶ κοινοῦ. Τὸ ἴδιον ὃ παντὶ μὲν ὑπάρχει, μὴ μόνῳ δέ, ὡς τῷ ἀνθρώπῳ τὸ δίπουν· ὃ μόνῳ, οὐ παντί· ὡς τὸ φαλακρὸν ἢ γραμματικόν· ὃ μόνῳ καὶ παντί, οὐκ ἀεὶ δέ· ὡς τῷ ἀνθρώπῳ τὸ πολιοῦσθαι· ὃ μόνῳ καὶ παντὶ καὶ ἀεί· ὡς τῷ ἀνθρώπῳ τῷ γελαστικόν, ὃ καὶ κυρίως ἴδιόν ἐστι.

Τὸ κοινὸν τὸ εἰς μέρη διαιρετόν, ὡς ἀγρὸς κοινός· τὸ ἀδιαιρέτως ἐν χρήσει κοινῇ λαμβανόμενον, ὡς εἷς δοῦλος δύο δεσποτῶν· τὸ ἐν προκαταλήψει ἰδιοποιούμενον, ὡς ὁ ἐν θεάτρῳ τόπος· τὸ ἐπίσης μετεχόμενον, ὡς ἡ φωνὴ τοῦ κήρυκος τοῖς ἀκούουσι.

Τὸ ἴδιον ἐκλαμβάνουσιν ἀπὸ τῆς διοργανώσεως, ὡς τὸ δικέφαλον τῇ ἀμφισβαίνῃ· οἱ Πλατωνικοὶ ἀπὸ τῆς ἐνεργείας, ὡς τὸ λοξοβαδιστικὸν τῷ καρκίνῳ· ἀπὸ τῆς δυνάμεως, ὡς τὸ καυστικὸν τῷ πυρί.