Ἔργον
Νικηφόρος Βλεμμύδης – Ἐπιτομὴ λογικῆς
Φιλοσοφική Ορολογία και Εισαγωγή στις Πέντε Φωνές (Κεφ. Η΄-Θ΄)
Ανάλυση των συνωνύμων, ομωνύμων και παρωνύμων, καθώς και εισαγωγή στις πέντε καθολικές λογικές φωνές.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Φιλοσοφική Ορολογία και Εισαγωγή στις Πέντε Φωνές (Κεφ. Η΄-Θ΄)
Ανάλυση των συνωνύμων, ομωνύμων και παρωνύμων, καθώς και εισαγωγή στις πέντε καθολικές λογικές φωνές.
ΚΕΦΑΛ. Η. Περὶ συνωνύμων, ἑτερωνύμων, καὶ ἑτέρων, ὡμωνύμων τε καὶ πολυωνύμων, καὶ παρωνύμων. α. Ἕκαστον τῶν ὄντων ἐν κόσμῳ καὶ ἕν τί ἐστι καὶ πολλά· οἷον ὁ ἄνθρωπος καὶ ἕν τί ἐστι καθὸ ἄνθρωπος, καὶ πολλὰ καθὸ ζῶον, καὶ λογικὸν καὶ θνητόν, καὶ νοῦ καὶ ἐπιστήμης δεκτικόν. Ἐπεὶ οὖν ἕκαστον τῶν ὄντων ἐν κόσμῳ, καὶ ἕν τί ἐστι καὶ πολλά, ὡς μὲν ἓν δηλοῦται ὑπὸ τοῦ ὀνόματος, ὡς δὲ πολλὰ δηλοῦται ὑπὸ τοῦ ὁρισμοῦ, ἢ τῆς ὑπογραφῆς. Καὶ γὰρ ὁ ἄνθρωπος, ἓν ὢν καὶ πολλά, ὡς μὲν ἓν ὑπὸ τῆς ἄνθρωπος δηλοῦται φωνῆς, ἥτις ἁπλοῦν ἐστιν ὄνομα· ὡς δὲ πολλά, ὑπὸ τοῦ ὅρου τοῦ λέγοντος, ζῶον λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν· ὃς δὴ ὅρος λόγος ὑπάρχει τῶν ὧν ἔχει ὁ ἄνθρωπος ἕκαστον ἐπεξιών. β. Ἔστωσαν οὖν δύο τινὰ πράγματα ἢ καὶ πλείω, καὶ ταῦτα ἢ καὶ κατὰ τὸ ὄνομα καὶ κατὰ τὸν λόγον κοινωνείτωσαν ἀλλήλοις· ἢ καὶ κατ’ ἄμφω διαφερέτωσαν· ἢ καὶ κατὰ μὲν τὸ ὄνομα κοινωνείτωσαν, κατὰ δὲ τὸν λόγον διαφερέτωσαν· ἢ τὸ ἀνάπαλιν, κατὰ μὲν τὸν λόγον κοινωνείτωσαν, κατὰ δὲ τὸ ὄνομα διαφερέτωσαν, ὡς εἶναι τέσσαρας τὰς διαφοράς. γ.
Εἰ μὲν οὖν καὶ κατ’ ἄμφω κοινωνοῦσι, κατὰ τὸ ὄνομά φημι, καὶ κατὰ τὸν λόγον καλοῦνται συνώνυμα, ὡσανεὶ μεταδιδόντα ἀλλήλοις σὺν τῷ ὀνόματι καὶ τοῦ λόγου· συνώνυμα γάρ εἰσιν, ὧν τό τε ὄνομα κοινὸν καὶ ὁ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ὁ αὐτός, οἷον ζῶον, ὅ τε ἄνθρωπος καὶ ὁ βοῦς κατὰ τὸ ζῶον ὄνομα συνώνυμα ὄντα· καὶ γὰρ ἄμφω καὶ ζῶα προσαγορεύονται, καὶ τὸν αὐτὸν ἐπιδέχονται λόγον, καθὸ ζῶα· ἔστι γὰρ ἑκάτερον οὐσία ἔμψυχος, αἰσθητική, μεταβατική. δ. Εἰ δὴ κατὰ τὸ ὄνομα, καὶ κατὰ τὸν λόγον διαφέρουσιν, εἰ μὲν ἔχουσιν ἓν ὑποκείμενον, λέγονται ἑτερώνυμα, ὥσπερ ἀνάβασις καὶ κατάβασις. Ἔχουσι γὰρ ἓν ὑποκείμενον τὴν κλίμακα· ὁμοίως καὶ σπέρμα καὶ καρπός. Θεωροῦνται γὰρ περὶ τὸν αὐτὸν σῖτον, ὃς πρὸς μὲν τὸ εἶναι καὶ ἀπηρτίσθαι λέγεται καρπός, πρὸς δὲ τὸ μέλλειν καὶ πεφυκέναι λέγεται σπέρμα. Εἰ δὲ διάφορα ἔχουσι τὰ ὑποκείμενα, λέγονται ἕτερα, οἷον ἄνθρωπος καὶ ἵππος, οὐ καθὸ ζῶα κατὰ τοῦτο γὰρ συνώνυμά εἰσιν, ἀλλὰ καθὸ ἄνθρωπος καὶ ἵππος. Διάφορα γὰρ ἔχουσι καὶ τὰ ὀνόματα καὶ λόγους. Ὁ μὲν γὰρ ἄνθρωπος ᾗ ἄνθρωπος ζῶόν ἐστι λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν· ὁ δὲ ἵππος ᾗ ἵππος ζῶον ἄλογον, τετράπουν, χρεμετιστικόν. Ἀλλὰ καὶ τὰ ὑποκείμενα διάφορα· ἄλλη γὰρ ἡ οὐσία τοῦ ἀνθρώπου καὶ ἄλλη ἡ οὐσία τοῦ ἵππου.
Λέγεται δὲ ἑτερώνυμα μὲν ὧν τό τε ὄνομα ἕτερον καὶ ὁ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος ἓν ἐχόντων τὸ ὑποκείμενον· ἕτερα δέ, ὧν τό τε ὄνομα ἕτερον, καὶ ὁ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος διάφορα ἐχόντων τὰ ὑποκείμενα. ε. Εἰ δὲ κατὰ μὲν τὸ ὄνομα κοινωνοῦσι, κατὰ δὲ τὸν λόγον διαφέρουσι, καλοῦνται ὁμώνυμα. Ὁμώνυμα γάρ εἰσιν, ὧν ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τοὔνομα λόγος τῆς οὐσίας ἕτερος· ὥσπερ οἱ δύο Αἴαντες. Οὗτοι γὰρ ἐν μὲν ὄνομα κοινὸν ἔχουσι τὸ Αἴας, τὸν δὲ κατὰ τὸ Αἴας λόγον οὐ τὸν αὐτόν.
Ὁ μὲν γάρ ἐστιν Αἴας ὁ τοῦ Τελαμῶνος υἱὸς ὁ ἐκ Σαλαμῖνος, ὁ μονομαχήσας τῷ Ἕκτορι· ὁ δὲ Αἴας ὁ τοῦ Ὀϊλέως υἱός, ὁ Λοκρός, ὁ τοὺς πόδας ταχύς, καὶ εἴ τι ἕτερον ἔχει. ϛ. Πρόσκειται δὲ τὸ κατὰ τοὔνομα καλῶς πανταχοῦ.
Κατ’ ἄλλο γάρ τι τὰ ὁμώνυμα συνώνυμα εὑρεθήσονται, καὶ τὰ συνώνυμα· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. Ἰδοὺ γὰρ καὶ οἱ δύο Αἴαντες καθὸ μὲν Αἴαντες ὁμώνυμοί εἰσι, καθὸ δὲ ἄνθρωποι πάντως συνώνυμοι. ζ. Ὁ δὲ λόγος ἐν τούτοις ἅπασι κατά τε τοῦ ὁρισμοῦ καὶ τῆς ὑπογραφῆς εἴρηται. η. Τὸ δὲ τῆς οὐσίας ὄνομα τὸ ἁπλῶς εἶναι δηλοῖ.
Οἱ γὰρ δύο Αἴαντες καθό εἰσιν Αἴας ἑκάτεροι, κατὰ τοῦτο τὸν λόγον ἔχουσιν ἕτερον, κατὰ δὲ τὴν φύσιν ἕνα καὶ τὸν αὐτόν. θ. Χρὴ δὲ γινώσκειν, ὅτι τὸ ὄνομα οἱ φιλόσοφοι καὶ κατὰ πάσης φωνῆς σημαντικῆς ἐκλαμβάνουσιν.
Εἰ τοῦτο, τοίνυν καὶ ῥήματα ὁμώνυμα ἔσονται, οἷον τὸ ἐρῶ. Ἔστι γὰρ τὸ λέξω, καὶ τὸ ἐρωτικῶς ἔχω. Καὶ ἐφ’ ἑτέρων δὲ τοῦ λόγου μερῶν ὁμωνυμίαν εὑρήσει τις. ι. Τρία δὲ δεῖ ἐπὶ τῶν ὁμωνύμων ζητεῖν· εἰ ἔστι τῶν ὁμωνύμων τὸ περὶ οὗ ὁ λόγος· καὶ κατὰ πόσων σημαινομένων τὸ τοιοῦτον ὄνομα φέρεται· καὶ περὶ ποίου τῶν σημαινομένων ὁ λόγος ἐστίν. ια. Εἰ δὲ κατὰ μὲν τὸν λόγον κοινωνοῦσι τὰ πράγματα, κατὰ δὲ τὸ ὄνομα διαφέρουσι, πολυώνυμα λέγονται, ἤγουν ὅταν τὸ αὐτὸ πρᾶγμα πολλοῖς καλῆται ὀνόμασιν, οἷον φάσγανον, σπάθη, ξίφος, ἄορ. Ἔνα γὰρ λόγον ἐπιδέχονται ταῦτα πάντα. Σίδηρος γὰρ ἀμφήκης εἰσίν. Ἔστι δὲ ὁ τῶν πολυωνύμων λόγος πλεῖστα ὀνόματα καθ’ ἑνὸς λεγόμενα πράγματος. ιβ. Εἰσὶ δὲ καί τινα μεταξὺ τῶν ὁμωνύμων καὶ τῶν συνωνύμων, κοινωνοῦντα καὶ διαφέροντα τῷ τε ὀνόματι καὶ τῷ κατὰ τοὔνομα λόγῳ· πλησιάζουσι δὲ ταῦτα μᾶλλον τοῖς συνωνύμοις· πλείονα γὰρ ἔχουσι τὴν κοινωνίαν, ἢ τὴν διαφοράν, ἅπερ καλοῦνται παρώνυμα, ὡς ἀπό τινων παρωνομασμένα· οἷον ἀπὸ τῆς γραμματικῆς γραμματικός, καὶ ἀπὸ τῆς μουσικῆς ὁ μουσικός. Καὶ γὰρ τῷ ὀνόματι κοινωνοῦσι καὶ διαφέρουσι, μὴ τὴν αὐτὴν κατάληξιν ἔχοντα τοῦ ὀνόματος· καὶ τῷ κατὰ τοὔνομα λόγῳ κοινωνοῦσι πάλιν καὶ διαφέρουσιν. ιγ. Ἡ μὲν γὰρ γραμματικὴ καὶ ἡ μουσικὴ γνώσεις εἰσίν· ὁ δὲ γραμματικὸς καὶ ὁ μουσικὸς οὐσίαι, ἐν αἷς αἱ γνώσεις.
Ἡ γραμματικὴ δὲ γυνή, καὶ ἡ μουσικὴ γυνὴ οὐκ εἰσὶ παρώνυμα, ἀλλ’ ὁμώνυμα. Χρὴ γὰρ ἐπὶ μὲν τῶν παρωνύμων ἐξ ἀνάγκης παρηλλάχθαι τὴν κατάληξιν τοῦ ὀνόματος, ἐπὶ δὲ τῶν ὁμωνύμων σώζεσθαι κατὰ πάντα τὸ ὄνομα ἀπαράλλακτον· μὴ μόνον κατὰ τὴν κατάληξιν, ἀλλὰ καὶ κατὰ τὸ πνεῦμα, καὶ κατὰ τὸν τόπον, καὶ κατὰ τὴν πτῶσιν, καὶ κατὰ τὴν γραφήν, καὶ κατὰ τὸν ἀριθμόν, καὶ κατὰ τὸ γένος, καὶ κατὰ τὸ τοῦ λόγου μέρος, καὶ κατὰ τὴν συνήθειαν. ιδ. Τὸ γὰρ οἷος, δασυνόμενον μὲν δηλοῖ τὸ ὁποῖος, ψιλούμενον δέ, τὸ μόνος. Καὶ ἡ τοῦ πνεύματος διαφορὰ χωρίζει τῶν ὁμωνύμων αὐτό. Ἀλλ’ οὐδὲ τὸ Ἄργος, καὶ τὸ ἀργός, ὁμώνυμά εἰσι διὰ τὴν τοῦ τόνου διαφοράν. Τὸ μὲν γὰρ Ἄργος παροξυτόνως δηλοῖ τὸν Ἄργον ὃν ἀπέκτεινεν ὁ Ἑρμῆς, καὶ ἄλλων ὀνόματα· τὸ δὲ ἀργὸς ὀξυτόνως δηλοῖ τὸν βραδὺν καὶ λευκόν. Τὸ ἐλάτης, διαφέρον κατὰ τὴν πτῶσιν, οὐκ ἔστιν ὁμώνυμον. Ὅτε γὰρ τὴν ἐλάτην δηλοῖ τὸν ἡνίοχον, εὐθεῖά ἐστιν· ὅτε δὲ τὴν ἐλάτην τὸ δένδρον, γενική· ἐνταῦθα δὲ κατὰ τὸ γένος ἐστὶν ἡ διαφορά· τὸ καινὸν καὶ κατὰ τὴν γραφὴν διαφέρον οὐκ ἔστιν ὁμώνυμον· ψιλούμενον γὰρ σημαίνει τὸ μάταιον καὶ τὸ κοῦφον, διφθογγιζόμενον δέ, τὸ νέον καὶ τὸ παράδοξον. Τὸ εἶπον, ἐπεὶ διαφέρει τῷ ἀριθμῷ καὶ ἑνικῶς μὲν δηλοῖ τὸ εἶπον ἐγώ, πληθυντικῶς δὲ τὸ εἶπον ἕτεροι. Διὰ τοῦτο οὐκ ἔστιν ὁμώνυμον. Τὸ φάρος ὅτε διαφέρει τὸ γένος οὐκ ἔστιν ὁμώνυμον.
Ἀρσενικῶς μὲν γὰρ αὐτὸ τὸ κτίσμα δηλοῖ, θηλυκῶς δὲ τὴν πόλιν· οὐδετέρως δὲ τὸ ἱμάτιον. Τὸ ἔχεις μέρει λόγου διαφέρει.
Καὶ ὅτε μὲν ὀνομά ἐστι, γένος ὄφεων σημαίνει πληθυντικῶς, ὅτε δὲ ῥῆμα, ἐπὶ δευτέρου προσώπου τὸ κέκτησαι· διὸ καὶ τῆς ὁμωνυμίας ἐξέπεσε. Τὸ ἅρμα, συνηθείᾳ μὲν Ἑλληνικῇ ταττόμενον ἐπὶ τοῦ ἱππικοῦ ζεύγους, ἐπὶ τῶν ὅπλων δὲ τῷ τῶν Ῥωμαίων ἔθει φερόμενον, τῶν ὁμωνύμων ἀπηλλοτρίωται. ιε. Τοσαῦτα περὶ τῶν ὁμωνύμων.
ιϛ. Τὰ δὲ παρώνυμα ὑπογράφουσιν οὕτως· παρώνυμά εἰσιν, ὅσα ἀπό τινος ἀποφέροντα τῇ πτώσει, τὴν κατὰ τοὔνομα προσηγορίαν ἔχει. Οἷον ἀπὸ τῆς γραμματικῆς ὁ γραμματικός, καὶ ἀπὸ τῆς ἀνδρείας ὁ ἀνδρεῖος. ιζ. Ἐν ταύτῃ τῇ τῶν παρωνύμων ὑπογραφῇ πτῶσις καλεῖται πέρας τῆς λέξεως. ιη. Τεσσάρων δέ τινων χρεία, ἵνα γίνωνται τὰ παρώνυμα· κοινωνίας καὶ διαφορᾶς ὀνόματος καὶ κοινωνίας καὶ διαφορᾶς πράγματος. ιθ. Ὅθεν τὸ Ἕλενος καὶ Ἑλένη παρώνυμα οὐκ εἰσί.
Κοινωνίαν μὲν γὰρ καὶ διαφορὰν ὀνόματος ἔχουσι· πράγματος δὲ κοινωνίαν οὐκ ἔχουσιν. Ὁ μὲν γὰρ Ἕλενος ὁ ἐκ Τροίας ὁ Πριαμίδης ὁ μαντικὸς ἕτερος· ἄλλη δὲ πάλιν ἡ Ἑλένη ἡ Λάκαινα, ἡ τῆς Λήδης ἐκ Τυνδάρεω παῖς, ἡ μυρίων συμφορῶν Φρυξὶν αἰτία καὶ Ἀχαιοῖς· καὶ οὐχ ὡς ἐξ ἐπιστήμης ὁ ἐπιστήμων, ἐκ τῆς Ἑλένης ὁ Ἕλενος. κ. Ἀλλ’ οὐδὲ τὸ παρθενικὴ καὶ παρθένος παρώνυμα.
Πράγματος γὰρ ἐν τούτοις οὐκ ἔστι διαφορά· ταυτὸ γὰρ αἱ λέξεις καὶ ἄμφω σημαίνουσι. κ. Παρθένος δ’ ἡμῖν ἐκ τοῦ παρὰ Θεῷ εἶναι, τουτέστι πλησίον Θεοῦ, διὰ τὴν ἁγνείαν ἠτυμολόγηται· εἴγε τὸ ὅλον παρθένος εἴη καὶ τῆς ψυχῆς παρθενευούσης μετὰ τοῦ σώματος. κβ. Οὔτε δὲ τὸ ἀρετὴ καὶ σπουδαῖος παρώνυμα.
Καὶ γὰρ ἄπεστιν ἐκ τούτων ἡ κοινωνία τοῦ ὀνόματος. κγ. Οὔτ’ αὖ μουσικὴ γυνή, καὶ μουσικὴ ἐπιστήμη παρώνυμα· διὰ τὸ μὴ κεκτῆσθαί τινα διαφορὰν τοῦ ὀνόματος. κδ Διαφέρουσι δὲ τὰ παρώνυμα τῶν ἀφ’ ἑνός· ὅτι τὰ μὲν παρώνυμα περιέχουσι τὰ ἀφ’ ὧν παρωνομάσθησαν, ὡς ὁ γραμματικὸς τὴν γραμματικήν, καὶ ὁ δίκαιος τὴν δικαιοσύνην· τὰ δὲ ἀφ’ ἑνὸς οὐκ ἔτι.
Οὐδὲ γὰρ περιέχει τὸ ἰατρικὸν ἐργαλεῖον τὴν ἰατρικήν, οὐδὲ τὸ γραμματικὸν βιβλίον τὴν γραμματικήν· ἐπεὶ τὸ μὲν ἂν ἰάτρευεν ἐξ ἑαυτοῦ, τὸ δ’ ἔγραφε καὶ ἀνεγίνωσκε.
Σχῆμα κεφαλ. η, Περὶ συνωνύμων, ἑτερωνύμων, ἑτέρων ὁμωνύμων τε καὶ πολυωνύμων, καὶ παρωνύμων. Δύο τινὰ ἢ καὶ κατὰ τοὔνομα καὶ κατὰ τὸν λόγον κοινωνοῦσι· καί εἰσι συνώνυμα, οἷον ζῶον, ὅ τε ἄνθρωπος καὶ ὁ βοῦς κατὰ τὸ ζῶον ὄνομα· ἢ καὶ κατὰ τοὔνομα, καὶ κατὰ τὸν λόγον διαφέρουσιν, ἢ ἓν ἔχουσιν ὑποκείμενον, καί εἰσιν ἑτερώνυμα, ὡς ἀνάβασις καὶ κατάβασις· ἢ διαφορά, καί εἰσιν ἕτερα, ὡς ἄνθρωπος καὶ ἵππος, καθὸ ἄνθρωπος καὶ ἵππος· ἢ κατὰ μὲν τὸ ὄνομα κοινωνοῦσι, κατὰ δὲ τὸν λόγον διαφέρουσι καί εἰσιν ὁμώνυμα· ὡς οἱ δύο Αἴαντες κατὰ τὸ Αἴας ὄνομα· ἢ κατὰ μὲν τὸν λόγον κοινωνοῦσι, κατὰ δὲ τὸ ὄνομα διαφέρουσι καί εἰσι πολυώνυμα, ὡς ἄορ, ξίφος, μάχαιρα· ἢ κοινωνοῦσι καὶ διαφέρουσι καὶ κατὰ τοὔνομα καὶ κατὰ τοὔνομα λόγον, καί εἰσι παρώνυμα, ὡς γραμματικὸς καὶ γραμματική.
ΚΕΦΑΛ. Θ. Περὶ τῶν πέντε φωνῶν. α. Ἡ φωνὴ ἢ ἔναρθρός ἐστιν ἢ ἄναρθρος. Καὶ περὶ μὲν τῆς ἀνάρθρου φωνῆς, ἐπείπερ οὐκ ἐγγράμματος αὕτη, λόγος οὐδείς. β. Ἡ δ’ ἔναρθρος φωνὴ καὶ ἐγγράμματος ἢ σημαντική ἐστιν, ἢ ἄσημος. Ἄσημος μὲν οὖν ἐστιν ἡ μὴ δηλοῦσά τι πρᾶγμα. Τοιαύτην ἄσημον ἔφασάν τινες εἶναι τὸ βλίτυρι καὶ τὸ σκινδαψός· ἥτις φωνὴ καὶ ἀκατηγόρητος λέγεται, ὡς μὴ κατά τινος πράγματος ἀγορευομένη, τουτέστι λεγομένη.
Σημαντικὴ δὲ καὶ κατηγορικὴ φωνή ἐστιν ἡ σημαίνουσα πρᾶγμα· οἷον ζῶον, ἄνθρωπος, λίθος· ἥτις λέγεται καὶ ἁπλῶς κατηγορική, ὡς ἀγορευομένη καὶ λεγομένη κατὰ πράγματος ὁπωσοῦν. γ. Αὕτη τοίνυν ἡ ἁπλῶς κατηγορικὴ λεγομένη φωνὴ ἢ μερική ἐστιν, ἢ καθόλου. Καὶ μερικὴ μὲν ἔστιν ἡ ἐπὶ τῶν ἀτόμων παραλαμβανομένη· περὶ ὧν οὐ διαλαμβάνουσιν οἱ φιλόσοφοι, διὰ τὸ ἄπειρα ὑπάρχειν αὐτά. δ. Ἡ δὲ ἁπλῶς κατηγορικὴ καθόλου φωνὴ ἢ οὐσιωδῶς κατηγορεῖται ὧν κατηγορεῖται, ἢ ἐπουσιωδῶς. ε. Καὶ εἰ μὲν οὐσιωδῶς κατηγορεῖται, ἢ πολλαῖς φύσεσιν ἁρμόζει, ἢ μιᾷ.
ϛ. Καὶ εἰ μὲν πολλαῖς φύσεσιν ἁρμόζει, ἢ ἐν τῷ τί ἐστι κατηγορεῖται καὶ ποιεῖ γένος, ἢ ἐν τῷ ὁποῖόν τί ἐστι, καὶ ποιεῖ τὴν διαφοράν. ζ. Εἰ δὲ μιᾷ φύσει ἁρμόζει, ἢ ἐν τῷ τί ἐστι κατηγορεῖται καὶ ποιεῖ τὸ εἶδος· ἢ ἐν τῷ ὁποῖόν τί ἐστι καὶ ποιεῖ τὸ οὐσιῶδες ἴδιον. η. Καὶ οὕτω μὲν ἡ οὐσιωδῶς κατηγορουμένη καθόλου φωνή. Ἡ δ’ ἐπουσιωδῶς κατηγορουμένη ἢ μιᾷ φύσει ἁρμόζει καὶ αὕτη ἢ πολλαῖς. Καὶ εἰ μὲν μιᾷ φύσει ἁρμόζει, ποιεῖ τὸ ἐπουσιῶδες ἴδιον· δῆλον δ’ ὅτι καὶ ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορεῖται.
Ἐπὶ γὰρ τῶν ἐπουσιωδῶν οὐδεμίαν χώραν ἔχει τό τί ἐστιν. Εἰ δὲ πολλαῖς φύσεσιν ἁρμόζει, ποιεῖ τὸ συμβεβηκός. θ. Καὶ εἰ μὲν ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορεῖται, ποιεῖ τὸ ἀχώριστον συμβεβηκός. Εἰ δ’ ἐν τῷ πῶς ἔχον ἐστί, ποιεῖ τὸ χωριστὸν συμβεβηκός. ι. Συνάγονται τοίνυν ἐντεῦθεν καθόλου φωναὶ κατηγορικαὶ ἁπλῶς ἤτοι σημαντικαὶ πέντε· γένος, διαφορά, εἶδος, ἴδιον καὶ συμβεβηκός· καὶ περὶ τούτων παρὰ τοῖς φιλοσόφοις ὁ λόγος. ια. Τὸ μὲν οὖν γένος προτερεύει τῆς διαφορᾶς, ὅτι περιεκτικόν ἐστι τῶν διαφορῶν. Τὸ γὰρ ζῶον, γένος ὄν, περιέχει ἐν ἑαυτῷ τὸ λογικὸν καὶ τὸ ἄλογον. ιβ. Ἡ διαφορὰ δὲ προτερεύει τοῦ εἴδους, ἐπεὶ καθολικωτέρα τοῦ εἴδους ἐστί. Καὶ γὰρ τὸ λογικὸν καθολικώτερόν ἐστι τοῦ ἀνθρώπου. Φέρεται γὰρ οὐ κατὰ τοῦ ἀνθρώπου μόνον, ἀλλὰ καὶ κατὰ τοῦ ἀγγέλου. ιγ. Τὸ δὲ εἶδος προτερεύει τοῦ ἰδίου· ἐπειδὴ τὸ μὲν εἶδος μόνον οὐσιῶδές ἐστι, τὸ δὲ ἴδιον καὶ ἐπουσιῶδες.
Τὰ οὐσιώδη δὲ καὶ ἐπουσιωδῶν τιμιώτερα. Ταῦτα γὰρ παρόντα μὲν σώζουσι τὸ εἶδος, ἀπόντα δὲ φθείρουσιν αὐτό. Τὰ δὲ ἐπουσιώδη οὔτε παρόντα σώζουσιν, οὔτε ἀπόντα φθείρουσι. Καὶ ἄλλως δὲ δεῖ πρότερον εἶναι τὸ εἶδος καὶ οὕτως ἔχειν τὸ ἴδιον εἴδεσιν ἄλλοις ἀμέθεκτον. ιδ. Τὸ δὲ ἴδιον προτερεύει τοῦ συμβεβηκότος· ἐπειδὴ τὸ μὲν συμβεβηκὸς μόνον ἐπουσιῶδές ἐστι, τὸ δὲ ἴδιον καὶ οὐσιῶδες καὶ ἐπουσιῶδες. ιε. Ἀλλὰ δὲ αὐτὸ τὸ ἐπουσιῶδες ἴδιον τιμιώτερόν ἐστι τοῦ συμβεβηκότος. Τὸ μὲν γὰρ ψυχική τίς ἐστι δύναμις ἐντὸς θεωρουμένη καὶ τὸ εἶδος χαρακτηρίζουσα.
Μόνῳ γὰρ ὑπάρχει τῷ εἴδει καὶ παντὶ καὶ ἀεί· ὅθεν καὶ ἀντιστρέφει. Καὶ γὰρ εἴ τι ἄνθρωπος, γελαστικόν· καὶ εἴ τι γελαστικόν, ἄνθρωπος. Τὸ δὲ συμβεβηκὸς ἐκτός ἐστι περὶ τὸ σῶμα, καὶ πρὸς αὐτὴν μᾶλλον τὴν ἐπιφάνειαν, καὶ οὐδὲ μόνῳ τῷ εἴδει ὑπάρχει, ἵνα διαχωρίσῃ αὐτὸ τῶν ἄλλων εἰδῶν. Καὶ γὰρ λευκὸς μὲν ὁ κύκνος ἐστίν, οὐ μὴν δὲ καὶ ἀντιστρέφει· ἐπείπερ οὐκ εἴ τι λευκόν, τοῦτο ἤδη καὶ κύκνος. Πολλὰ γὰρ παρὰ τὸν κύκνον πτηνὰ ζῶα κατείδομεν λευκὰ καὶ μᾶλλον ἐν τοῖς αἰγιαλοῖς. Ἀλλὰ καὶ ἡ χιών, καὶ ἡ τίτανος, καὶ ἄλλα πολλὰ λευκὰ ὄντα, οὐκ εἰσὶ κύκνοι. Καὶ κατὰ τοῦτον οὖν τὸν λόγον εἰκότως καὶ τὸ ἐπουσιῶδες ἴδιον προτέτακται τοῦ συμβεβηκότος.
ιϛ. Τὸ δὲ συμβεβηκὸς τὴν ἐσχάτην εἴληχε τάξιν. ιζ. Τὸ μὲν οὖν γένος, ἡ διαφορὰ καὶ τὸ εἶδος, οὐσιώδη πάντοτέ εἰσι, τὸ δὲ συμβεβηκὸς ἐπουσιῶδες ἀεί. Τὸ δέ γε ἴδιον ἐπαμφοτερίζει. ιη. Καὶ τὰ πολλὰ μὲν ἐπουσιῶδές ἐστιν· εὑρίσκεται δέ που καὶ οὐσιῶδες· οἷον ἐν τῷ ἀνθρώπῳ τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν. Οὐ γάρ ἐστι τοῦτο διαφορά. Κατὰ πλειόνων γὰρ εἰδῶν, οὐ καθ’ ἑνὸς ἡ διαφορά. Τὸ δὲ νοῦ καὶ ἐπιστήμης δεκτικὸν ἰδίως μόνῳ τῷ ἀνθρώπῳ ὑπάρχει· μόνος γὰρ ὁ ἄνθρωπος δέχεται τὸν θύραθεν νοῦν τὸν ἐκ τῆς μαθήσεως, καὶ μόνος τὰς ἐπιστήμας διδάσκεται. ιθ. Λέγεται δὲ οὐσιῶδες καὶ τὸ τοιοῦτον ἴδιον, ὅτι καὶ παρὸν σώζει τὸ εἶδος· ὁ γὰρ ἄνθρωπος τοῦτο ὅλον ἐστὶ ζῶον λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν· καὶ ἀπὸν φθείρει. Εἰ μὴ γὰρ ὑπάρχει νοῦ καὶ ἐπιστήμης δεκτικόν, οὐκ ἔσται ἄνθρωπος. Ἐπεὶ γοῦν τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν καὶ παρὸν σώζει τὸν ἄνθρωπον, καὶ ἀπὸν φθείρει, λέγεται δὲ καὶ καθ’ ἑνὸς εἴδους μόνου τοῦ ἀνθρωπείου καὶ ἐν τῷ ὁποῖόν τί ἐστι κατηγορεῖται· διὰ ταῦτα οὐσιῶδες ἴδιον εἴρηται. κ. Τὸ δὲ γελαστικὸν ἴδιον τοῦ ἀνθρώπου ἐπουσιῶδές ἐστι.
Παρὸν μὲν γὰρ οὐ σώζει· καὶ γὰρ οὐ χρῄζομεν τοῦ γελαστικοῦ πρὸς συμπλήρωσιν τῆς φύσεως ἡμῶν· τοῦ δέ γε νοῦ καὶ ἐπιστήμης δεκτικοῦ χρῄζομεν διὰ τὴν ἔξωθεν γνῶσιν καὶ τὰς ἐπιστήμας, ὡς εἴρηται· ἀπὸν δὲ πάλιν τὸ τοιοῦτον ἐπουσιῶδες ἴδιον οὐ φθείρει. Δύναται γὰρ καὶ μὴ ἔχων τὸ γελαστικὸν ὁ ἄνθρωπος οὐδὲν ἧττον εἶναι ἄνθρωπος· μὴ ἔχων δὲ καὶ τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν οὐ δύναται εἶναι ἄνθρωπος, μήτε γνῶσιν, μήτε ἐπιστήμην δυνάμενος δέξασθαι. κα. Παραλαμβάνονται δὲ καὶ τὰ ἴδια ἐν τοῖς ὁρισμοῖς, χαρακτηριστικὰ τυγχάνοντα τῶν εἰδῶν. κβ. Καὶ ὅπου μὲν ἔστιν οὐσιῶδες ἴδιον, τοῦ ἐπουσιώδους προκρίνεται χαρακτηρίζειν γὰρ μᾶλλον δύναται, καὶ εἰς τὸν ὁρισμὸν τοῦτο παραλαμβάνεται· ὥσπερ ἐπὶ τοῦ ἀνθρώπου. Λέγομεν γάρ, Ἄνθρωπός ἐστι ζῶον λογικόν, θνητόν, νοῦ καὶ ἐπιστήμης δεκτικόν· καὶ οὐ λέγομεν γελαστικόν. κγ. Ὅπου δὲ οὐσιῶδες ἴδιον οὐχ εὑρίσκεται, τὸ ἐπουσιῶδες εἰσάγεται, ὡς ἐπὶ τοῦ ἵππου. Λέγομεν γάρ, Ἵππος ἐστὶ ζῶον ἄλογον, τετράπουν, χρεμετιστικόν.
Καὶ ἔστι τὸ χρεμετιστικὸν ἴδιον ἐπουσιῶδες τοῦ ἵππου. κδ. Ἐν μὲν οὖν τοῖς ἄλλοις ζώοις ἐπουσιῶδες μόνον τὸ ἴδιον· ὁ δὲ ἄνθρωπος, ἐπεὶ καὶ τῆς ἀλόγου μετέχει φύσεως καὶ ζωῆς, καὶ τὴν λογικὴν ψυχὴν ἐξαίρετον ἔχει παρὰ πάντα τὰ ζῶα, διὰ τοῦτο διττὸν φέρει τὸ ἴδιον· τὸ μὲν γελαστικόν, ὡς κοινωνῶν τοῖς ἀλόγοις· τὸ δὲ νοῦ καὶ ἐπιστήμης δεκτικόν, ὡς νοερός τε καὶ λογικός, καὶ τοῖς ἀγγέλοις τρόπον τινὰ συναπτόμενος καὶ ἄγγελος ὢν μετὰ σώματος.
Σχῆμα κεφαλ. θ, Περὶ τῶν πέντε φωνῶν. ἢ ἐν τῷ τί ἐστι κατηγορεῖται, ἢ πολλαῖς καὶ ποιεῖ τὸ γένος· φύσεσιν ἢ ἐν τῷ ὁποιόν τί ἐστι, ὑπάρχει καὶ ποιεῖ τὴν διαφοράν· ἢ ἐν τῷ τί ἐστι, καὶ ποιεῖ τὸ εἶδος· ἢ ἐν τῷ ὁποῖόν τί ἐστι, καὶ ποιεῖ τὸ οὐσιῶδες ἢ οὐσιώδης ἢ μιᾷ ἴδιον· ἢ μιᾷ φύσει ἁρμόζει, καὶ ποιεῖ τὸ ἐπουσιῶδες ἴδιον· ἢ καθόλου ἢ ἐπουσιώδης ἢ πολλαῖς, καὶ ποιεῖ τὸ συμβεβηκός. ἢ σημαντική ἢ μερικὴ ἢ ἔναρθρος ἢ ἄσημος Ἡ φωνὴ ἢ ἄναρθρος
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.