Ἔργον
Νικηφόρος Βλεμμύδης – Ἐπιτομὴ λογικῆς
Γνωσιολογία, Φιλοσοφία και Αιρέσεις (Κεφ. Γ΄-Ζ΄)
Παρουσίαση των γνωστικών δυνάμεων της ψυχής, ορισμοί και διαίρεση της φιλοσοφίας, και εξέταση των εννοιών της επινοίας και των αιρέσεων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Γνωσιολογία, Φιλοσοφία και Αιρέσεις (Κεφ. Γ΄-Ζ΄)
Παρουσίαση των γνωστικών δυνάμεων της ψυχής, ορισμοί και διαίρεση της φιλοσοφίας, και εξέταση των εννοιών της επινοίας και των αιρέσεων.
ΚΕΦΑΛ. Γ. Περὶ πείρας, ἐμπειρίας, τέχνης, καὶ ἐπιστήμης· ἐν ᾧ καὶ περὶ τῶν δυνάμεων τῆς ψυχῆς. α. Ἡ γνῶσις ἢ ἄνευ λόγου ἐστίν, ἢ μετὰ λόγου· καὶ ἢ μερική ἐστιν, ἢ καθόλου. β. Ἡ μὲν οὖν ἄνευ λόγου γνῶσις ἡ μερικὴ ποιεῖ τὴν πεῖραν· καὶ ἔστιν ἡ πεῖρα ἑνὸς πράγματος ἄλογος γνῶσις· οἷον ὅταν τις ἓν μόνον γινώσκοι βοήθημα, καὶ τούτῳ χρῷτο, τὴν αἰτίαν ἀγνοῶν καθ’ ἣν ὠφελεῖ τὸ τοιοῦτον βοήθημα. γ. Ἡ δὲ ἄνευ λόγου γνῶσις ἡ καθόλου ποιεῖ τὴν ἐμπειρίαν· καὶ ἔστιν ἐμπειρία ἡ τῶν καθόλου γνῶσις ἄλογος· ὥσπερ ἐπὶ τῶν ἐμπειρικῶν ἰατρῶν· οὗτοι γὰρ πολλὰ μὲν γινώσκουσι βοηθήματα, τὴν αἰτίαν δὲ τῆς βοηθείας αὐτῶν οὐ γινώσκουσιν. Ἐμπειρία τοίνυν ἐστὶ μνήμη καὶ τήρησις ἄλογος τῶν πολλάκις καὶ ὡσαύτως ὀφθέντων. Ὁ γὰρ ἐμπειρικὸς ἰατρὸς ἐν μνήμῃ κατέχων καὶ τηρῶν τὰ πολλάκις καὶ ὡσαύτως ὀφθέντα ἰάματα κέχρηται τούτοις· τὸν γὰρ λόγον τῆς ἰάσεως οὐκ εἰδώς. δ. Ἡ δὲ μετὰ λόγου μερικὴ γνῶσις τέχνης ἢ ἐπιστήμης μέρος ποιεῖ· τέχνης μέν, εἰ τὸ ὑποκείμενον τρεπτόν, ἐπιστήμης δέ, εἰ τὸ ὑποκείμενον ἄτρεπτον. ε. Ἡ δὲ καθόλου μετὰ λόγου γνῶσις τελείαν τέχνην ἢ τελείαν ἐπιστήμην ποιεῖ· τέχνην μέν, εἴπερ ἔχει τὰ ὑποκείμενα τρεπτά τε καὶ ἀλλοιωτά, εἰ δ’ ἄτρεπτα καὶ ἀναλλοίωτα, ἐπιστήμην.
ϛ. Τέχνη γὰρ καὶ ἐπιστήμη κατὰ τὰ ὑποκείμενα διαφέρουσιν. Ἔστι μὲν οὖν ἡ τέχνη γνῶσις τῶν καθόλου μετὰ λόγου τρεπτὰ τὰ ὑποκείμενα ἔχουσα. ζ. Ἢ πάλιν, τέχνη ἐστὶ σύστημα ἐκ καταλήψεων ἐγγεγυμνασμένων πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ. Σύστημα μὲν οὖν ἐκ καταλήψεων, τουτέστιν ἄθροισμα ἐξ ἐφευρέσεων, εἴρηται, πρὸς ἀντιδιαστολὴν τῆς πείρας ὑπαρχούσης γνώσεως μερικῆς, ἐγγεγυμνασμένων δέ, ἤτοι δεδοκιμασμένων, διὰ τὴν ἐμπειρίαν ἀδόκιμον οὖσαν τριβήν. Τὸ δέ, πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ, προστέθειται διὰ τὰς ματαιοτεχνίας καὶ κακοτεχνίας, αἵτινες οὐδὲ τέχναι εἰσίν. Ἡ γὰρ ματαιοτεχνία οὔτε ὠφέλειαν οὔτε βλάβην εἰσφέρει τῷ βίῳ, ὡς ἡ νευροβατική, καὶ ἡ κοντοπαικτική· ἡ δέ γε κακοτεχνία πρὸς τῷ μηδὲν ὠφελεῖν καὶ βλάπτει τὸν βίον, ὡς ἡ γοητική. η. Τέχνη πάλιν ἐστὶν ἕξις ὁδῷ βαδίζουσα μετὰ φαντασίας. Πρόσκειται τὸ μετὰ φαντασίας διὰ τὴν φύσιν· ἕξις γὰρ τί, ἐστι καὶ ἡ φύσις, ὡς ἔχουσα τὸ εἶναι ἐν οἷς ἐστιν· οἷον ἐν ζώῳ, ἐν φυτῷ, ἐν λίθῳ καὶ τοῖς λοιποῖς· βαδίζει δὲ καὶ ὁδῷ, τουτέστι κατὰ τάξιν προέρχεται, καὶ πάντα κατὰ λόγον ποιεῖ, ἀλλ’ οὐ μετὰ φαντασίας, ὥσπερ ἡ τέχνη. Οὐδὲ γὰρ προδιατυποῖ ἐν ἑαυτῇ ὃ βούλεται κατασκευάσαι.
Ἄλογος γάρ ἐστιν. Ἀλλ’ ὁ τεχνίτης κεχρημένος τῷ λόγῳ, ἡνίκα τι βούλεται ποιῆσαι, πρότερον διατυποῖ τὸ τοιοῦτον ἐν ἑαυτῷ, καὶ εἶθ’ οὕτως ἀποτελεῖ. θ. Ἐπιστήμη δέ ἐστιν ἡ τῶν καθόλου ἄπταιστος γνῶσις καὶ ἀμετακίνητος. Ἀπταίστως γὰρ γινώσκει τὰ γινωσκόμενα, διὰ τὸ αὐτῶν ἄῤῥευστόν τε καὶ ἀναλλοίωτον. Οὐδὲ γὰρ ἐξετάζει τῶν ἐπὶ μέρους κράσεων τὰς ἰδιότητας ὥσπερ ἡ ἰατρική, ἀλλὰ περὶ τοῦ καθόλου ἀνθρώπου διαλαμβάνει καὶ τοῦ καθόλου ἵππου καὶ τῶν ὁμοίων, ἅτινα ἀεὶ ὡσαύτως ἔχουσιν· ἡ δὲ τέχνη περὶ τὰ ῥευστά, καὶ τὰ μὴ ἀεὶ ὡσαύτως ἔχοντα καταγίνεται. Τὰ γὰρ ὑποκείμενα ταύτῃ ῥευστά εἰσι καὶ ἀλλοιωτά· καθὼς τῇ ἰατρικῇ τὰ ἀνθρώπεια σώματα. Ὅθεν καὶ τοῦ ἰατροῦ ἐστιν, ὅτε δόντος τινὶ καθάρσιον ἐν καιρῷ δέοντι, αἴφνης δὲ τραπέντος τηνικαῦτα τοῦ καταστήματος, κἀντεῦθεν ἀλλοιωθέντος τοῦ ὑποκειμένου, βλάβη καὶ οὐκ ὠφέλεια τῷ καθαρσίῳ ἐπηκολούθησε, καὶ γέγονεν ἡ ἀποτυχία τῆς ἰάσεως οὐ παρὰ τὸν λόγον τῆς τέχνης, ἀλλὰ παρὰ τὸ τρεπτὸν τοῦ ὑποκειμένου καὶ ἀλλοιωτόν.
Τοῦτο δὲ τὸ ἄστατον τῶν ὑποκειμένων καὶ ἐπὶ πασῶν θεωρεῖται τεχνῶν. ι. Ὅθεν ἡ τὰ ὑποκείμενα ἔχουσα στάσιμα ἐπιστήμη ὠνόμασται, διὰ τὸ ἐπὶ στάσιν καὶ ὅρον τῶν πραγμάτων ἄγειν ἡμᾶς, τῆς ἀοριστίας καὶ μεταβολῆς τῶν ἐπὶ μέρους ἀπάγουσα. Ἡ γὰρ ἐπιστήμη περὶ τὰ καθόλου καὶ ἀμετάπτωτα καταγίνεται. ια. Δεῖ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι τῶν ψυχικῶν δυνάμεων αἱ μέν εἰσι φυτικαί, αἱ δὲ ζωτικαὶ καὶ ὀρεκτικαί, αἱ δὲ γνωστικαί. ιβ. Καὶ φυτικαὶ μέν εἰσιν ἥ τε θρεπτικὴ καὶ αὐξητικὴ καὶ γεννητική, ζωτικαὶ δὲ καὶ ὀρεκτικαὶ βούλησις καὶ προαίρεσις, θυμὸς καὶ ἐπιθυμία. ιγ. Καὶ ἡ μὲν βούλησις δύναμίς ἐστι λογική· ἄλογοι δὲ δυνάμεις ἡ ἐπιθυμία καὶ ὁ θυμός. Ἡ δὲ προαίρεσις ἐπαμφοτερίζει. Ἡ μὲν γὰρ βούλησις αὐτῆς καθ’ αὐτήν ἐστι τὴς λογικῆς ψυχῆς, καὶ πρὸς μόνον τὸ ἀγαθὸν ἀποτείνεται· ἡ δὲ προαίρεσις τῆς συμπεπλεγμένης ἐστὶ τῇ ἀλόγῳ. Καὶ ποτὲ μὲν πρὸς τοῦ λόγου γίνεται, ποτὲ δὲ πρὸς τῆς ἀλογίας, καὶ αἱρεῖται τόδε πρὸ τοῦδε, διὸ καὶ προαίρεσις λέγεται. ιδ. Γνωστικαὶ δὲ τῆς ψυχῆς δυνάμεις εἰσὶ νοῦς, διάνοια, δόξα, φαντασία καὶ αἴσθησις· καὶ λογικαὶ μὲν τούτων νοῦς καὶ διάνοια· ἄλογοι δὲ φαντασία καὶ αἴσθησις. ιε. Ἡ δὲ δόξα ἐπαμφοτερίζει. Γίνεται γὰρ καὶ μετὰ λόγου καὶ ἄνευ λόγου.
Καὶ ἄνευ λόγου μέν, ὅταν χωρὶς αἰτίας δοξάζῃ τὰ πράγματα· μετὰ λόγου δὲ ὅταν ἐξ αἰτίας εὐλόγου τινὸς εἰς τὸ δοξάσαι προάγηται· οἷον δοξάζει τις τὴν λογικὴν ψυχὴν ἀθάνατον εἶναι, μὴ ἔκ τινος αἰτίας εἰς τοῦτο ἐλθών, ἰδοὺ ἄλογος ἡ δόξα. Δοξάζει πάλιν ἄλλος τὴν αὐτὴν ψυχὴν ὑπάρχειν ἀθάνατον, ἀλλ’ ἐκ τοῦ εἶναι αὐτὴν αὐτοκίνητον, ταυτὸν δ’ εἰπεῖν, αὐτενέργητον· τὸ δὲ αὐτοκίνητον ἀεικίνητον· τὸ δὲ ἀεικίνητον ἀθάνατον· ἰδοὺ μετὰ λόγου δόξα, ἥτις ἐστὶ τὸ συμπέρασμα τῶν προτάσεων.
ιϛ. Αἴσθησις δέ ἐστιν ἡ τοῦ παρόντος μερικὴ γνῶσις. Τοῦ παρόντος γὰρ ἀντιλαμβάνεται ἡ αἴσθησις· οἷον ὅρασις, εἰ μὴ ὄψεταί τι, οὐ δύναται γνῶναι αὐτό. Καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ιζ. Φαντασία δέ ἐστιν ἡ τοῦ ἀπόντος μερικὴ γνῶσις· ὡς ὅταν χθὲς ἰδὼν ἄνθρωπον σήμερον φαντασθῶ αὐτόν, ἤγουν ἀναπολήσω τὸν τοιοῦτον. ιη. Νοῦν δὲ παθητικὸν ὁ Ἀριστοτέλης τὴν φαντασίαν ὠνόμασε· νοῦν μέν, ὡς ἔνδον ἐν ἑαυτῇ τὸ γνωστὸν ἔχουσαν, καὶ ταύτῃ διαφέρουσαν τῆς αἰσθήσεως· ὅτι ἅπερ ἡ αἴσθησις ἔξω κείμενα γινώσκει, δεομένη πάντως τῆς ἐκείνων παρουσίας πρὸς τὸ ἐνεργῆσαι περὶ αὐτά, τούτων ἡ φαντασία τοὺς τύπους διὰ τῶν αἰσθήσεων ἀπομαξαμένη, ἔχει ἐν ἑαυτῇ καὶ δύναται προβάλλειν, μὴ δεομένη τῶν ἔξω κειμένων. Διὸ κὰν τοῖς ὕπνοις ἐνεργεῖ τὸ φανταστικόν, ἀνενεργήτων μενουσῶν τῶν αἰσθήσεων. Νοῦν μὲν οὖν διὰ ταῦτα τὴν φαντασίαν ἐκάλεσεν ὁ Φιλόσοφος, παθητικὸν δέ, διότι μετὰ μερισμοῦ γινώσκει τὰ πράγματα καὶ διαστάσεως ἐκ τῶν αἰσθήσεων ἀρχομένη τε καὶ συνισταμένη καὶ τῇ χρονίῳ διαλυομένη πολλάκις ἀπουσίᾳ τῶν αἰσθητῶν. ιθ. Ἐπεὶ οὖν οὐδὲν τῶν ἐνταῦθα πραγμάτων χωρὶς φαντασίας ἰσχύομεν νοεῖν, οὐκ ἀπαθὴς δὲ καθέστηκεν αὕτη· διαλύσει δὲ ὑπόκειται, καθὼς ἔφημεν, καὶ φθορᾷ διὰ τοῦτο τῆς φαντασίας φθειρομένης, τὴν τῶν ἐγνωσμένων πάσχομεν λήθην· ἐπεὶ συμπεπλεγμένην τῇ φαντασίᾳ τὴν νόησιν ἔχομεν.
Ὅθεν καὶ τὰ νοήματα παθήματα λέγεται τῆς ψυχῆς· οὐχ ὅτι πάσχει ἡ λογικὴ ψυχή, ἀλλ’ ὅτι χωρὶς τοῦ παθητικοῦ νοῦ, τουτέστι τῆς φαντασίας, οὐδὲν πέφυκε τῶν ἐν τῷ κόσμῳ νοεῖν. κ. Διάνοια δέ ἐστι γνωστικὴ τῶν καθόλου μετὰ λόγου δύναμις, οὐκ ἀθρόως, ἀλλὰ διά τινος μεθόδου καταλαμβάνουσα τὸ γνωστόν. κα. Καλεῖται δὲ ἡ διάνοια καὶ δυνάμει νοῦς διὰ τὸ συνεπαίρεσθαι τῷ ἐνεργείᾳ νῷ, τουτέστι διὰ συλλογισμῶν ἀνάγεσθαι πρὸς ἅπερ ἁπλαῖς ἐπιβολαῖς ὁ ἐνεργείᾳ νοεῖ νοῦς. κβ. Ἡ διάνοια τοίνυν ὁ δυνάμει νοῦς συνεργεῖ πρὸς τὸ δέον, καὶ βοηθεῖ καὶ ταῖς ὀρεκτικαῖς δυνάμεσι τῆς ψυχῆς, καὶ πρὸς τὸ λελογισμένον ἀλόγους οὔσας αὐτὰς ὁδηγεῖ. Συνεπαίρεται δὲ καὶ τῷ ἐνεργείᾳ νῷ πρὸς τὴν τῶν ὄντων ἀναγομένη γνῶσιν, ὡς εἴρηται. Διὸ γοῦν ἐκ τοῦ ἀτελοῦς ἐπὶ τὸ τέλειον πρόεισιν, ἤγουν ἐκ τοῦ δυνάμει πρὸς τὸ ἐνεργείᾳ.
Διὰ τοῦτο καὶ ἡ ταύτης ἐνέργεια εἴτουν ἡ νόησις πάθος λέγεται πρὸς διάκρισιν τῆς ἐνεργείας τοῦ νοῦ, τοῦ αὐτοτελοῦς καλουμένου καὶ ἐνεργείᾳ νοῦ, ὡς τῇ οὐσίᾳ σύνδρομον τὴν ἐνέργειαν ἔχοντος, ἀμιγῆ τε τοῦ δυνάμει καὶ διὰ τοῦτο παντελῶς ἀπαθῆ. κγ. Διαφέρει δὲ διάνοια τῆς μετὰ λόγου δόξης· ὅτι ἡ μὲν μετὰ λόγου δόξα συμπέρασμά ἐστιν, ὡς εἴρηται, τῶν προτάσεων· ἡ δὲ διάνοια λαμβάνουσα τὰς προτάσεις ὁμολογουμένας κατασκευάζει τὸ ζητούμενον. Λαμβάνουσα γὰρ ὁμολογούμενον ὅτι ἡ ψυχὴ αὐτοκίνητός ἐστι, καὶ ὅτι τὸ αὐτοκίνητον ἀεικίνητον, καὶ ὅτι τὸ ἀεικίνητον ἀθάνατον, κατασκευάζει ἐντεῦθεν ἀθάνατον τὴν ψυχήν· καὶ οὕτως ἐκ τῆς τοιαύτης κατασκευῆς ἡ μετὰ λόγου δόξα συμπεραίνει, ὅτι ἡ ψυχὴ ὑπάρχει ἀθάνατος. κδ. Ὁ δὲ νοῦς ἁπλῇ προσβολῇ, τουτέστιν εὐθέως, ἀχρόνως, κρειττόνως ἢ κατὰ ἀπόδειξιν πάντα τὰ ὑποπίπτοντα αὐτῷ γινώσκει, τὰ νοητὰ δηλαδή· ἣν δὴ γνῶσιν ἐκείνοι ἔχουσιν ἀκραιφνῆ τε καὶ ἀμιγῆ. οἴτινες διὰ πράξεως καὶ θεωρίας εἰς ἄκρον καθάρσεως καὶ ἐπιστήμης ἀφίκοντο. κε. Τούτων οὕτως ἐχόντων, ἐκ μὲν τῆς αἰσθήσεως ἐγείρεται ἡ πεῖρα· καὶ γὰρ αὕτη μερική ἐστι γνῶσις καὶ ἄλογος.
κϛ. Ἡ δὲ ἐμπειρία ἔκ τε τῆς ἄνευ λόγου δόξης ἔρχεται, καὶ ἐκ τῆς αἰσθήσεως καὶ φαντασίας ὁμοῦ· καὶ ὅτε μὲν ἐκ τῆς αἰσθήσεως καὶ τῆς φαντασίας, αὐτοψία καλεῖται· καὶ γὰρ αὐτόπτης γενόμενος τῶν βοηθημάτων ὁ ἐμπειρικὸς ἰατρός, καὶ βασανίσας αὐτὰ διὰ τῆς αἰσθήσεως, καὶ συναγαγὼν ἐν ἑαυτῷ διὰ τῆς φαντασίας τὰς ἐνεργείας αὐτῶν, χρᾶται κατὰ καιροὺς ἑνὶ ἑκάστῳ πρὸς τὰς ἰάσεις· ὁπότε δ’ ἐκ τῆς ἀλόγου δόξης ἡ ἐμπειρία ὁρμᾷ, τότε καλεῖται ἱστορία, ὡς ὅταν τις νομίσῃ τὰς φύσεις τῶνδε τῶν βοηθημάτων τοιάσδε τινὰς εἶναι μὴ πειρασθεὶς αὐτός, ἀλλ’ ἀπ’ ἄλλων ἀκούσας καὶ οὕτω δοξάσας. κζ. Ἐκ δὲ τῆς μετὰ λόγου δόξης καὶ τῆς διανοίας ἡ τέχνη ἀνίσταται. Καὶ γὰρ καὶ αὕτη ταύταις ὁμοίως τὰ καθόλου μετὰ λόγου γινώσκει. κη. Ἡ δὲ ἐπιστήμη γεννᾶται ἔκ τε τῆς διανοίας καὶ τοῦ νοῦ. Καὶ τὰς μὲν δεομένας ἀποδείξεων ἀρχάς, οἷον ὅτι τὸ σημεῖον ἀμερὲς καὶ τὰ τοιαῦτα, ἐκ τῆς διανοίας λαμβάνει, τὰς δ’ ὁμολογουμένας καὶ ἀνενδεεῖς ἀποδείξεων, οἷον ὅτι ὁ Θεὸς ἀγαθὸς καὶ τὰ ὅμοια, ἐκ τοῦ νοῦ. κθ. Διαφέρει γοῦν καὶ κατὰ τοῦτο τέχνη ἐπιστήμης, ὅτι ἡ μὲν τέχνη ἔκ τε τῆς μετὰ λόγου δόξης καὶ τῆς διανοίας ἐγείρεται, ἡ δὲ ἐπιστήμη ἐκ τῆς διανοίας καὶ τοῦ νοῦ.
Σχῆμα κεφαλ. γ, Περὶ γνώσεως, Ἡ γνῶσις ἢ ἄνευ λόγου ἢ μερική, ἢ καθόλου. ἢ μετὰ λόγου ἢ μερική, ἢ καθόλου, ἢ ἄνευ λόγου ἀσύστατος ἢ μετὰ λόγου ἐμπειρία πεῖρα τέχνη ἢ ἐπιστήμη τελεία ἐπιστήμης ἢ τέχνης μέρος ἢ μερικὴ ἀσύστατος ἢ καθόλου
Καὶ ἄλλως. Γνῶσις ἢ ἄνευ λόγου ἢ μερική, καὶ ποιεῖ τὴν πεῖραν, ἢ καθόλου, καὶ ποιεῖ τὴν ἐμπειρίαν, ἢ μετὰ λόγου ἢ μερική, μέρος ἐπιστήμης ἢ τέχνης ἢ καθόλου ἢ τρεπτὰ ἔχουσα τὰ ὑποκείμενα, καὶ ποιεῖ τέχνην τελείαν· ἢ ἄτρεπτα, καὶ ποιεῖ ἐπιστήμην τελείαν.
Τῶν ψυχικῶν δυνάμεων αἱ μὲν φυσικαί, αἱ δὲ γεννητικαὶ αἱ δὲ ζωτικαὶ καὶ βούλησις, ὀρεκτικαί, προαίρεσις. θυμός, καὶ ἐπιθυμία. αἱ δὲ γνωστικαί, νοῦς, διάνοια, δόξα, φαντασία, αἴσθησις.
ΚΕΦΑΛ. Δ. Τίνες οἱ τῆς φιλοσοφίας ὁρισμοί. α. Πολλοὶ τῆς φιλοσοφίας ἐκτέθεινται ὁρισμοί· ἓξ δέ εἰσι τῶν ἄλλων οἱ κρείττους καὶ ἀσφαλέστεροι. Καὶ πρῶτος μὲν ὁ λέγων ὅτι φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστίν, ἀντὶ τοῦ, καθὸ φύσεως ἔχουσιν ἕκαστα, οὐ μὴν ἀριθμοῦ καὶ ἰδιότητος· οὐ γὰρ προτίθεται ὁ φιλόσοφος εἰδέναι τοὺς ἐπὶ μέρους ἀνθρώπους ὁπόσοι εἰσὶ καὶ ὁποῖοι τὰς ἰδιότητας. Οὐδὲ τὰ λοιπὰ τῶν ὄντων καθ’ ἕκαστον ἐπισκέπτεται, τὴν φύσιν δὲ τῶν ὄντων κοινῶς· ὡσαύτως δὲ καὶ τὰς τῶν ἄλλων πραγμάτων φύσεις ἐπίστασθαι βούλεται. β. Δεύτερος ὅρος ὁ λέγων ὅτι φιλοσοφία ἐστὶ γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων. Ἐπεὶ γὰρ τὰ ὄντα ἢ φθαρτά εἰσιν ἢ ἄφθαρτα, τιμιώτερα δὲ τῶν μὲν ἀφθάρτων τὰ θεῖα, τῶν δὲ φθαρτῶν τὰ ἀνθρώπινα· ἐκ τῶν τιμιωτέρων μερῶν τὰ πάντα ἐδήλωσε, καὶ γνῶσιν δὲ αὐτὸς τῶν ὄντων τὴν φιλοσοφίαν ἐκάλεσε. γ. Τρίτος ὅρος ὁ λέγων, ὅτι φιλοσοφία ἐστὶ μελέτη θανάτου, δηλονότι τοῦ προαιρετικοῦ. Οὐδὲ γὰρ βούλεται ὁ φιλόσοφος περὶ τῆς ἀναιρέσεως αὑτοῦ μελετᾷν.
Οὕτω γὰρ ἂν τοὺς δημιουργικοὺς ἀνατρέποι νόμους· εἴ γε ὁ μὲν δημιουργὸς συνέδησε τῷ σώματι τὴν ψυχήν, ὁ δὲ βούλεται τὸν τοιοῦτον ἀναλύειν δεσμὸν παρὰ τὴν τοῦ συνδήσαντος κέλευσιν. Ἀλλ’ ἐπεὶ διττή ἐστιν ἡ ζωὴ καὶ γὰρ ἡ μὲν φυσική, ἡ δὲ προαιρετική· καὶ φυσικὴ μὲν ἡ συνάφεια τῆς ψυχῆς καὶ τοῦ σώματος, καθ’ ἣν ὑπὸ τῆς προνοίας ἐτάχθημεν ζῇν, καθ’ ἣν τὸ σῶμα δεσμεῖ τὴν ψυχήν· προαιρετικὴ δὲ ζωὴ ἡ πρὸς τὸ σῶμα συμπάθεια καὶ περὶ τὰς ἡδονὰς ἀσχολία, καθ’ ἣν ἡ ψυχὴ ἑαυτὴν δεσμεῖ καὶ προσπατταλεύει τῷ σώματι· διττὸς γινώσκεται δὲ ὁ θάνατος, φυσικὸς καὶ προαιρετικός.
Καὶ φυσικὸς μὲν ἔστι θάνατος ὁ τοῦ σώματος διαχωρισμὸς ἀπὸ τῆς ψυχῆς, καθ’ ὃν ἅπας ἄνθρωπος τελευτᾷ· προαιρετικὸς δὲ θάνατος ἡ κατ’ ἀρετὴν ὑπάρχει ζωή· καθ’ ἣν ὁ ἀληθὴς φιλόσοφος χωρίζει καὶ πρὸ τοῦ φυσικοῦ θανάτου τὴν ψυχὴν ἐκ τοῦ σώματος νέκρωσιν ἀπεργαζόμενος τῶν παθῶν· καὶ διὰ τῆς τοιαύτης νεκρώσεως τῷ ἀπαθεῖ κατὰ τὸ δυνατὸν ὁμοιούμενος. Ἔστι δὲ καὶ κοινότερον περὶ τῆς τοῦ θανάτου μελέτης εἰπεῖν· ὅτιπερ ὁ τὴν ἐντεῦθεν ἐκδημίαν ἐν νῷ φέρων διαπαντὸς καὶ μελέτημα ταύτης τιθέμενος ἔμμονον, πάντων φιλοσοφήσει τῶν σωματικῶν τὴν ἀπαλλαγήν, καὶ ὅσα τὴν ψυχὴν βελτιοῖ κατορθῶσαι σπουδάσει, καὶ τὴν ἀρετὴν καὶ συμπολιτευομένην καὶ συνέκδημον κτήσεται, τῶν ἐπικήρων ἀνταλλαξάμενος τὰ αἰώνια. δ. Τέταρτος ὅρος ἐστὶν ὁ λέγων ὅτι φιλοσοφία ἐστὶν ὁμοίωσις Θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ. ε.
Ἐπεὶ γὰρ ὁ Θεὸς διττὰς ἔχει τὰς ἐνεργείας τὰς μὲν γνωστικὰς τῶν ὄντων, καθ’ ἃς πάντα γινώσκει καὶ πρὸ γενέσεως αὐτῶν· τὰς δὲ προνοητικὰς τῶν καταδεεστέρων, καθ’ ἃς προνοεῖται τοῦ κόσμου παντός· ἀλλὰ δὴ καὶ ὁ φιλόσοφος τῶν ὄντων σπεύδει πάντων εἶναι θεωρητὴς καὶ τὴν τῶν ὄλων φύσιν ἐπίστασθαι· προνοεῖται δὲ καὶ τῶν καταδεεστέρων· διὰ μὲν τῆς θεωρητικῆς τὰ δόγματα διδάσκων τῆς ἀληθείας, διὰ δὲ τῆς πρακτικῆς ἤθη ῥυθμίζων καὶ νομοθετῶν τὰ δέοντα καὶ δικάζων καὶ παντοίαν ἄλλην ποιούμενος ἐπιμέλειαν τοῦ συνοίσοντος· εἰκότως ἡ φιλοσοφία διὰ ταῦτα Θεῷ ὑπάρχει ὁμοίωσις.
ϛ. Πρόσκειται δὲ τὸ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ καλῶς, ἐπεὶ τῶν γνώσεων καὶ τῶν προνοιῶν πάμπολυ τὸ διάφορον. Ὧν γὰρ αἱ οὐσίαι διάφοροι καὶ καθ’ ὅσον, τούτων καὶ αἱ τελειότητες κατὰ τοσοῦτον διάφοροι. Τίς δὲ σύγκρισις φύσεως πάμπαν τρεπτῆς καὶ ῥευστῆς πρὸς τὴν μακαρίαν ἐκείνην οὐσίαν καὶ παντάπασιν ἐξῃρημένην ἀπάσης φθορᾶς καὶ τροπῆς τὴν πάντα νοῦν μὴ μόνον ἀνθρώπινον, ἀλλὰ καὶ ἀγγελικὸν ἐς ἀπειράκις ἄπειρον ὑπερβαίνουσαν; ζ. Πέμπτος ὁρισμὸς ὁ τὴν φιλοσοφίαν τέχνην τεχνῶν καὶ ἐπιστήμην ἐπιστημῶν ὁριζόμενος, ἐπεὶ πᾶσαι τέχναι καὶ ἐπιστῆμαι παρὰ τῆς φιλοσοφίας λαμβάνουσι τὰς ἀρχάς, εἴ γε τῶν ὅλων αὕτη τὰς φύσεις ἐπίσταται. η. Ἔκτος καὶ τελευταῖός ἐστιν ὁρισμὸς ὁ τὴν φιλοσοφίαν εἶναι λέγων φιλίαν σοφίας, τουτέστιν ἀγάπην Θεοῦ. Αὐτὸς γάρ ἐστιν ἡ αὐτοσοφία· καὶ ὁ φιλῶν αὐτόν, καὶ κατὰ τὸ δυνατὸν διὰ θεωρίας καὶ πράξεως αὐτῷ συνών, ἐκεῖνος ἂν κυρίως κληθείη φιλόσοφος. θ. Ὁ μὲν οὖν πρῶτος τῶν εἰρημένων ὁρισμῶν καὶ ὁ δεύτερος, καὶ ὁ ἕκτος, εἰς Πυθαγόραν τὸν Σάμιον ἀναφέρονται, ὁ τρίτος δὲ καὶ ὁ τέταρτος εἰς τὸν Πλάτωνα· ὁ δέ γε πέμπτος εἰς τὸν Ἀριστοτέλην.
Σχῆμα κεφαλ. δ. Τίνες οἱ τῆς φιλοσοφίας ὁρισμοί. Ὁρισμοὶ φιλοσοφίας φιλοσοφία ἐστὶ γνῶσις τῶν ὄντων ᾗ ὄντα ἐστί· φιλοσοφία ἐστὶ γνῶσις θείων τε καὶ ἀνθρωπίνων πραγμάτων· φιλοσοφία ἐστὶ μελέτη θανάτου· φιλοσοφία ἐστὶν ὁμοίωσις Θεῷ κατὰ τὸ δυνατὸν ἀνθρώπῳ· φιλοσοφία ἐστὶ τέχνη τεχνῶν καὶ ἐπιστημῶν ἐπιστήμη· φιλοσοφία ἐστὶ φιλία σοφίας·
ΚΕΦΑΛ. Ε. Περὶ ἐπινοίας. α. Διττὴ λέγεται ἡ ἐπίνοια. β. Ἡ μὲν οἷον ἐπίνοιά τις οὖσα καὶ ἐπενθύμησις τὰ ἐκ τῆς φύσεως συνημμένα διαχωρίζουσα καὶ ἰδιοσυστάτως ἐπινοοῦσα ἑκάτερον. γ. Οἷον ἅμα ψυχὴ καὶ σῶμα δεδημιούργηνται. καὶ ἓν ἐξ ἀμφοτέρων ὁ ἄνθρωπος γέγονεν. Ἀλλ’ ἡ ἐπίνοια διαιρεῖ τὸν ἄνθρωπον εἰς τὴν ψυχὴν καὶ τὸ σῶμα καὶ πρὸ τῆς ἀπ’ ἀλλήλων αὐτῶν διακρίσεως καὶ τὴν ψυχὴν χωρὶς τοῦ σώματος ἐπινοεῖ, καὶ τὸ σῶμα χωρὶς τῆς ψυχῆς· διὰ τὸ τὴν μὲν ἀθάνατον εἶναι οὐσίαν καὶ ζωῆς αἰτίαν τῷ σώματι, τὸ δὲ θνητῆς φύσεως οὐκ ἀφ’ ἑαυτοῦ τὸ ζῇν ἔχον, καὶ ὅσα ἄλλα πρόσεισιν ἑκατέροις διάφορα. δ. Πάλιν ὁμοῦ τὸ σῶμα καὶ τὸ χρῶμα πεφύκασιν εἶναι· καὶ οὐκ ἔστι σῶμα χρώματος χωρισθῆναι, οὔτε χρῶμα τοῦ ὑποκειμένου σώματος ἄμοιρον· ἀλλ’ ἐξ ἀλλήλων ταῦτα ἐπίνοια διαχωρίζουσα, τὸ κεχρωσμένον φύσει σῶμα συνίστησιν ἐν ἑαυτῇ μεμονωμένον, ἐστερημένον τοῦ χρώματος καὶ τὸ χρῶμα πάλιν ἰδίᾳ διῃρημένον τοῦ σώματος. ε. Καὶ αὕτη μὲν ἡ πρώτως καὶ κυρίως ἐπίνοια.
ϛ. Ἡ δὲ λοιπὴ ψιλὴ ἐπίνοια ὀνομάζεται, ἥτις διανοίας ὑπάρχει ἀνάπλασμα. Τὰ γὰρ μηδαμῆ μηδαμῶς ὄντα ὡς ὄντα λογίζεται· πτερωτὸν ἄνθρωπον συνιστῶσα, καὶ σκύμνους λεόντων ἕλκοντας ἄροτρον, καὶ πλοῖον ἐναέριον, καὶ ἕτερα παραπλήσια, καὶ ἐκ τῶν ὅλων δὲ μέρη λαμβάνουσα καὶ συντιθεῖσα μετ’ ἀλλήλων ὑφιστᾷ τὰ πάντη ἀνύπαρκτα. Τοιοῦτον ὁ κένταυρος, εἴτουν ἱππάνθρωπος, τῶν ὄντων οὐδὲν ἀλλ’ ἢ μόνον ψιλὸν ἐπινόημα. ζ. Διαφέρει δὲ τῆς φαντασίας ἡ ψιλὴ ἐπίνοια, ὅτι ἡ μὲν φαντασία τῶν ὄντων ἐστὶν ἀναπόλησις· ὅταν τις τὸ ὁραθὲν ἀναπολῇ καὶ φαντάζηται. Ἡ δὲ ψιλὴ ἐπίνοια τῶν μηδαμῶς ὄντων ἐστὶ διατύπωσις, γένεσιν ἔχουσα τὴν ἐνθύμησιν, τὴν δὲ λήθην, τελείαν φθοράν.
Σχῆμα κεφαλ. ε, Περὶ ἐπινοίας. Ἡ ἐπίνοια ἡ μὲν ἐπίνοιά τίς ἐστι, τὰ ἐκ φύσεως συνημμένα διαχωρίζουσα καὶ ἰδιοσυστάτως ἐπινοοῦσα ἑκάτερον, ὡς τὸν ἄνθρωπον ἐκ ψυχῆς καὶ σώματος, ἥτις λέγεται κυρίως ἔννοια· ἡ δὲ ψιλὴ ἐπίνοια, τὰ μηδαμῆ μηδαμῶς ὄντα συνιστῶσα, οἷον πλοῖον ἐναέριον, ἢ τραγέλαφος.
ΚΕΦΑΛ. Ϛ. Περὶ αἱρέσεων. α. Ἡ κατὰ φιλοσοφίαν αἵρεσίς ἐστιν ἀνδρῶν ἀστείων δόξα, πρὸς ἑαυτοὺς μὲν συμφωνούντων, πρὸς ἑτέρους δὲ διαφωνούντων. β. Ἀνδρῶν εἴρηται καὶ οὐχὶ ἀνδρός, ἐπειδὴ ἡ τοῦ ἑνὸς ἀνδρὸς δόξα αἵρεσιν οὐ ποιεῖ, ἀλλὰ θέσιν. Θέσις γάρ ἐστι παράδοξος ὑπόληψις καὶ ἑνὸς τῶν κατὰ φιλοσοφίαν γνωρίμων, ὡς ἡ τοῦ Ἡρακλείτου, ὅτι πάντα κινεῖται· καὶ ἡ τοῦ Παρμενίδου, ὅτι ἓν τὸ ὂν καὶ ἀκίνητον· καὶ ἡ τοῦ Ἀντισθένους, ὅτι οὐκ ἔστιν ἀντιλέγειν. Πολλοὶ τοιγαροῦν εἰσιν οἱ συνιστῶντες τὴν αἵρεσιν. γ. Ἀλλὰ καὶ ἀστεῖοι, τουτέστι ἀξιόλογοί τε καὶ ἐπιστήμονες. Εἰ γὰρ εἰκαῖοι καὶ ἀγελαῖοι, αἵρεσιν ἐν φιλοσοφίᾳ πῶς ποιήσονται; δ. Χαρακτηρίζει δὲ τὴν αἵρεσιν συμφωνία μετὰ διαφωνίας. Οἱ γὰρ καὶ πρὸς ἑαυτοὺς συμφωνοῦντες καὶ πρὸς τοὺς ἄλλους αἵρεσιν οὐ ποιοῦσι. Τὸ γὰρ παρὰ πάντων ὁμολογούμενον κοινὴ ἔννοιά ἐστιν· οἷον ὅτι ὁ Θεὸς ἀγαθός, καὶ ὁ ἥλιος φωτιστικός. ε. Ὠνομάσθησαν δὲ αἱ κατὰ φιλοσοφίαν αἱρέσεις κατὰ τρόπους ἑπτά.
ϛ. Ἢ γὰρ ἀπ’ αὐτοῦ τοῦ αἱρεσιάρχου, ὡς Πλατωνικοὶ καὶ Ἀριστοτελικοί. ζ. Ἢ ἀπὸ τῆς πατρίδος τοῦ αἱρεσιάρχου, ὡς οἱ Κυρηναϊκοί, διὰ τὸν Κυρηναῖον Ἀρίστιππον. Καὶ οἱ Μεγαρικοὶ δι’ Εὐκλείδην τὸν Μεγαρέα. η. Ἢ ἀπὸ τοῦ τόπου, ἐν ᾧ τὰς συνουσίας ἐποιοῦντο, ὡς οἱ στωϊκοί, διὰ τὴν ἐν Ἀττικῇ ποικίλην στοάν. θ. Ἢ ἀπὸ τῆς ἐν τῷ φιλοσοφεῖν ἐπικρίσεως, ὡς οἱ ἐφεκτικοί. Οὗτοι γὰρ ἀκαταληψίαν δοξάζοντες ἐπεῖχον τὰς λύσεις τῶν προτάσεων. ι. Ἢ ἀπὸ τοῦ τρόπου τῆς ζωῆς, ὥσπερ οἱ κυνικοὶ ζῶντες ἀδιαφόρως δίκην κυνῶν· τά τε δόγματα τῆς φιλοσοφίας φρουροῦντες, καὶ ὑπερμαχοῦντες αὐτῶν διὰ τῶν ἀποδείξεων, καὶ τοὺς φίλους ἐκ τῶν ἀλλοτρίων, ἤγουν τοὺς πρὸς τὸ φιλοσοφεῖν ἐπιτηδείους ἐκ τῶν ἀνεπιτηδείων πρὸς αὐτὸ διακρίνοντες· καὶ τοὺς μὲν εὐμενῶς δεχόμενοι, τοὺς δὲ μετὰ παῤῥησίας ἐλέγχοντες καὶ τοῦ ὁμακοΐου μακρὰν ἐκδιώκοντες. ια. Ἢ ἀπὸ τοῦ τέλους, ὥσπερ οἱ ἡδονικοί, τέλος τῆς φιλοσοφίας λέγοντες εἶναι τὴν ἡδονήν, τὴν ἐκ γνώσεως καὶ ἀπαθείας καὶ τῆς πρὸς τὸ Θεῖον ἀναγωγῆς, τὸ πρῶτον τῶν ἐφετῶν. ιβ. Ἢ ἀπό τινος συμβεβηκότος, ὡς οἱ περιπατητικοί, κληθέντες οὕτω διὰ τὸ τὰς συνουσίας ποιεῖσθαι κατὰ περίπατον· ὡς ἂν ἅμα τῇ ψυχῇ καὶ τὸ σῶμα γυμνάζοιτο.
Σχῆμα κεφαλ. ϛ, Περὶ αἱρέσεων. Ποσαχῶς ὠνομάσθησαν ἢ ἀπὸ τοῦ αἱρεσιάρχου, ὡς οἱ Πλατωνικοί· αἱ κατὰ φιλοσοφίαν ἢ ἀπὸ τῆς πατρίδος τοῦ αἱρεσιάρχου, ὡς οἱ αἱρέσεις, Κυρηναϊκοὶ διὰ τὸν Κυρηναῖον Ἀρίστιππον· ἢ ἀπὸ τοῦ τόπου, ὡς οἱ στωϊκοί· ἢ ἀπὸ τῶν ἐν τῷ φιλοσοφεῖν ἐπικρίσεων, ὡς οἱ ἐφεκτικοί· ἢ ἀπὸ τοῦ τρόπου τῆς ζωῆς, ὡς οἱ κυνικοί· ἢ ἀπὸ τοῦ τέλους, ὡς οἱ ἡδονικοί· ἢ ἀπό τινος συμβεβηκότος, ὡς οἱ περιπατητικοί.
ΚΕΦΑΛ. Ζ. Τίς ἡ τῆς φιλοσοφίας διαίρεσις. α. Ἡ φιλοσοφία διαιρεῖται εἰς τὸ θεωρητικὸν καὶ τὸ πρακτικόν. Καὶ διὰ μὲν τοῦ θεωρητικοῦ γινώσκει τὰ ὄντα· διὰ τοῦ πρακτικοῦ τὰ ἤθη κοσμεῖ. Τοῦ μὲν οὖν θεωρητικοῦ τέλος ἐστὶ τὸ ἀληθές, τοῦ πρακτικοῦ δὲ τὸ ἀγαθόν. β. Ἀλλ’ ἐπείπερ ἀναγκαῖόν ἐστι διακρίνεσθαι τὸ ἀληθὲς ἀπὸ τοῦ ψεύδους, καὶ τὸ ἀγαθὸν ἀπὸ τοῦ κακοῦ, ὥστε τὰ μὲν ἐλέσθαι ἡμᾶς, τὰ δὲ φυγεῖν καὶ μὴ τοῖς ἐναντίοις περιπίπτειν δι’ ἄγνοιαν, πρὸς τὴν τοιαύτην διάκρισιν ἐξεῦρεν ἡ φιλοσοφία τὴν ἀπόδειξιν ὄργανον ἐπιτηδειότατον· ὅπερ ἐστὶ τὸ λογικόν· ἤγουν περὶ ὃ καταγίνεται ἡ λογικὴ πραγματεία.
Καὶ ἔστι τὸ λογικὸν φιλοσοφίας ἐργαλεῖον χρειωδέστατον, ὑπ’ αὐτῆς κατεσκευασμένον· ὥσπερ ὑπὸ χαλκευτικῆς ὁ ἄκμων, καὶ ἡ σφύρα καὶ τὸ ξυλάφιον, ὄργανα ὑπάρχοντα ταύτης δὴ τῆς χαλκευτικῆς. γ. Τὸ θεωρητικὸν τῆς φιλοσοφίας διαιρεῖται εἰς τὸ φυσιολογικόν, τὸ μαθηματικὸν καὶ τὸ θεολογικόν. δ. Διαιρεῖται δὲ εἰς τρία τὸ θεωρητικόν, ἐπεὶ καὶ τὰ ὄντα περὶ ἃ τὸ θεωρητικὸν καταγίνεται, τριττά.
Ἢ γὰρ τῆς ὕλης ἀχώριστα παντελῶς καὶ τῇ ὑποστάσει καὶ τῇ ἐπινοίᾳ, ὁποῖα τὰ φυσικὰ σώματα· ἢ παντελῶς τῆς ὕλης χωριστὰ καὶ τῇ ὑποστάσει καὶ τῇ ἐπινοίᾳ, οἷα τὰ ὑπὲρ φύσιν τε καὶ ἀσώματα· ἢ κατὰ τί μὲν ἀχώριστα τῆς ὕλης, κατὰ τί δὲ χωριστά· κατὰ μὲν τὴν ὑπόστασιν ἔνυλα ὄντα, κατὰ δὲ τὴν ἐπίνοιαν ἄϋλα· ὥσπερ οἱ ἀριθμοὶ καὶ τὰ σχήματα.
Οὐδὲ γὰρ ὁ δέκα τυχὸν ἀριθμός. ἢ τὸ τρίγωνον ἄνευ ὕλης ὑποστῆναι δύναται. Ἀλλ’ ἢ ἐν ξύλοις, ἢ ἐν λίθοις, ἢ ἔν τισιν ἄλλοις ὑλικοῖς τὴν ὕπαρξιν ἔχουσιν· ὁ μὲν ἀριθμὸς κατὰ διορισμόν, τὸ δὲ σχῆμα κατὰ συνέχειαν τῇ μέντοι ἐπινοίᾳ δύνανται τῆς ὕλης χωρίζεσθαι. Καὶ γὰρ ἡνίκα τις φαντάζεται καὶ ἀναπολεῖ τοὺς ἀριθμοὺς αὐτοὺς καθ’ ἑαυτούς, ἢ τὰ σχήματα, καθὼς ὁ κηρὸς ἀναματτόμενος τὴν σφραγῖδα, οὐδέν τι τοῦ σφραγιστηρίου ἀφαιρεῖται· τὸν αὐτὸν τρόπον καὶ οὗτος οὐδέν τι τῆς ὕλης λαμβάνει τότε, μόνα δὲ τὰ σχήματα καὶ τοὺς ἀριθμοὺς ἀΰλως ἐν τῇ διανοίᾳ διατυποῖ. ε. Ἐπεὶ γοῦν τῷ θεωρητικῷ πάντα τὰ ὄντα πρὸς γνῶσιν ὑπόκειται, τὰ δὲ ὄντα τριττά· τούτου χάριν καὶ τὸ θεωρητικὸν εἰς τρία διαιρεῖται. Καὶ τὸ μὲν φυσιολογικὸν περὶ τὰ πάντη ἔνυλα καταγίνεται, τὸ δὲ θεολογικὸν περὶ τὰ πάντη ἄϋλα· τὸ δέ γε μαθηματικὸν περὶ τὰ μετέχοντα καὶ ὕλης καὶ ἀϋλίας.
ϛ. Καὶ πρῶτον μὲν ἔστι πρὸς ἡμᾶς τὸ φυσιολογικόν, ὡς πλησιάζον τοῖς ἐνύλοις ἡμῖν· δεύτερον, τὸ μαθηματικόν, οἷόν τις σύνδεσμος ὑπάρχων ὕλης καὶ ἀϋλίας· τρίτον καὶ τελευταῖον τὸ θεολογικόν, ἀμέτοχον ὂν τῆς ὕλης παντάπασι. ζ. Τὸ μὲν οὖν φυσιολογικόν, ὡς περὶ τὰ φυσικὰ καταγινόμενον καὶ φθαρτά, διὰ τοῦθ’ οὕτως ὠνόμασται.
Τὸ δὲ θεολογικόν, ὡς περὶ τὰ θεῖα καὶ ἄφθαρτα, κέκληται θεολογικόν. Ἐπεὶ δὲ διὰ τοῦ μαθηματικοῦ ἐξ ἄλλων ἄλλα μανθάνομεν, καὶ ἀπὸ τῶν αἰσθητῶν τὰ ὑπὲρ αἴσθησιν διδασκόμεθα, καὶ οἱονεί τινι γεφύρᾳ καὶ κλίματι χρώμενοι τούτῳ, πρὸς τὴν ἀϋλίαν ἐκ τῆς ὕλης δι’ αὐτοῦ μεταβαίνομεν, καὶ ἀπὸ τῶν χθαμαλῶν καὶ γηΐνων πρὸς θεωρίαν ὑψηλὴν μετατιθέμεθα καὶ οὐράνιον, διὰ τοῦτο μαθηματικὸν αὐτὸ προσηγόρευται. Μάθησις γάρ ἐστι τῶν μὴ ἐγνωσμένων κατάληψις, καὶ οἷον· ἐξ ἀγνωσίας εἰς γνῶσιν μετάθεσις. η. Τοῦτο τὸ μαθηματικὸν διαιρεῖται εἰς ἀριθμητικήν, μουσικήν, γεωμετρίαν καὶ ἀστρονομίαν· καὶ γὰρ περὶ ποσὸν γίνεται· τοῦ δὲ ποσοῦ τὸ μὲν ἔστι συνεχές, τὸ δὲ διωρισμένον. Καὶ συνεχὲς μὲν ἔστι, οὒ τὰ μόρια πρός τινα κοινὸν ὅρον συνάπτει, οἷον ἡ γραμμή. θ. Καὶ γὰρ πάντα τὰ μέρη αὐτῆς συνημμένα ἐστὶν ἀλλήλοις, μὴ παρὰ τῶν ἐν αὐτῇ σημείων διειργόμενα τὴν συνάφειαν. Τὸ γὰρ σημεῖον, ὃ πέρας ἐστὶ τοῦ ἡμίσους μέρους τυχὸν τῆς γραμμῆς, ἀρχὴ τοῦ λοιποῦ ἡμίσους μέρους ταύτης καθέστηκε.
Διωρισμένον δὲ ποσόν ἐστι, ὁ τὰ μόρια πρός τινα καινὸν ὅρον οὐ συνάπτει· οἷον ὁ ἀριθμός· οὐ γὰρ τοῦ ἐξ τυχὸν τὸ ἥμισυ μέρος ἤτοι τὰ τρία, κοινὸν ὅρον ἔχει τινὰ μετὰ τοῦ λοιποῦ ἡμίσους ἤτοι τῶν ἄλλων τριῶν, πρὸς ὃν ὅρον ταῦτα δὴ τὰ μέρη συναφθεῖεν ἄν· ἀλλὰ ταῖς μονάσιν ἀπ’ ἀλλήλων ἅπαντα μέρη παντὸς ἀριθμοῦ διακέκρινται. Τοῦ μὲν οὖν διωρισμένου ποσοῦ, τὸ μὲν ἔστι καθ’ αὐτό, οἷον τὸ ἄρτιον, τὸ περιττόν, τὸ τέλειον, καὶ τὰ τοιαῦτα· τὸ δὲ σχέσιν ἔχον πρὸς ἄλλο τι, οἷον διπλάσιον, ἥμισυ, μεῖζον, ἔλαττον, ἐπίτριτον, ἡμιόλιον, καὶ τὰ ὅμοια.
Τοῦ δὲ συνεχοῦς ποσοῦ τὸ μὲν ἔστιν ἐν μονῇ καὶ στάσει, τὸ δ’ ἐν κινήσει καὶ περιφορᾷ. ι. Ἡ τοίνυν ἀριθμητικὴ καταγίνεται περὶ ποσὸν διωρισμένον καθ’ ἑαυτό, ἡ δὲ μουσικὴ περὶ ποσὸν διωρισμένον ἐν σχέσει. Καὶ ἔστιν ἡ μὲν ἀριθμητικὴ γνῶσις ποσοῦ διωρισμένου καθ’ αὐτό, ἡ δὲ μουσικὴ γνῶσις ποσοῦ διωρισμένου ἐν σχέσει. Ἡ γεωμετρία καταγίνεται περὶ ποσὸν συνεχὲς ἀκίνητον, ὁποῖον ἡ γῆ. Καὶ ἔστιν ἡ γεωμετρία γνῶσις ποσοῦ συνεχοῦς ἀκινήτου, ἡ δὲ ἀστρονομία περὶ ποσὸν συνεχὲς ἀεικίνητον, ὁποῖον ὁ οὐρανός. Καὶ ἔστιν ἡ ἀστρονομία γνῶσις ποσοῦ συνεχοῦς ἀεικινήτου. ια. Ταῦτα μὲν περὶ τοῦ τῆς φιλοσοφίας θεωρητικοῦ. ιβ. Τὸ δὲ πρακτικὸν διαιρεῖται εἰς ἠθικόν, οἰκονομικὸν καὶ πολιτικόν. Καὶ ἠθικὸς μὲν ἔστι φιλόσοφος ὁ τὰ ἑαυτοῦ ἤθη καὶ ἄλλου ῥυθμίζειν δυνάμενος· οἰκονομικὸς δὲ ὁ καὶ οἶκον ὅλον ἐκπαιδεύειν καλῶς ἐπιστάμενος. Ὁ δέ γε πόλιν ἢ καὶ πόλεις διεξάγων καὶ διακυβερνῶν ἀρίστως πολιτικός. ιγ. Κατορθοῦται δὲ τὸ πᾶν πρακτικὸν διά τε τοῦ νομοθετικοῦ καὶ δικαστικοῦ. Καὶ γὰρ νομοθετεῖ ὁ πρακτικὸς φιλόσοφος καὶ πόλει καὶ οἴκῳ καὶ μαθητῇ καὶ ἑαυτῷ τὰ συνοίσοντα. Ὡσαύτως δὲ καὶ δικάζει, τοὺς μὲν καλῶς πράττοντας τῶν ἀγομένων ἐπαινῶν καὶ τιμῶν, καὶ τῶν προσηκουσῶν ἀμοιβῶν ἀξιῶν, τοὺς δὲ κακῶς ἐλέγχων καὶ φαυλίζων καὶ τιμωρούμενος.
Γίνεται δὲ καὶ ἑαυτῷ δικαστὴς ὁ φιλόσοφος, καὶ τέρπεται μὲν πράττων τὰ ἀγαθὰ καὶ ταῖς ἀρεταῖς ἐνηδύνεται· παραβαίνων δέ τι τῶν δεόντων πενθεῖ, καὶ ἑαυτὸν ἐπιπλήττει καὶ διόρθωσιν τῶν ἐσφαλμένων ἐργάζεται. ιδ. Ὥσπερ τοίνυν τοῦ σώματος τελείωσίς ἐστιν ἡ ἰατρική· οὕτω δὴ τῆς ψυχῆς ἡ φιλοσοφία τελείωσις, ἰατρικὴ γινωσκομένη ψυχῆς. Ἐπεὶ δὲ τῆς ψυχῆς τὸ μὲν ἔστιν ὀρεκτικόν, τὸ δὲ γνωστικόν· καὶ τὸ μὲν ἄλογον, τὸ δὲ λογικόν· καὶ τοῦ γνωστικοῦ τε καὶ λογικοῦ τὸ μὲν συνεργοῦν τῷ ὀρεκτικῷ, οἷος ὁ δυνάμει νοῦς, ἡ διάνοια, τὸ δὲ χωριστὸν καὶ ἐξῃρημένον παντάπασιν, οἷος ὁ κατ’ ἐνέργειαν νοῦς· ὅσον μὲν τῆς φιλοσοφίας τελειωτικόν ἐστι τοῦ ὀρεκτικοῦ τῆς ψυχῆς, καὶ αὐτοῦ δὴ δυνάμει νοῦ, τοῦ συνεργοῦντος τῷ ὀρεκτικῷ, τοῦτο πρακτικὸν ὀνομάζεται περὶ πρᾶξιν ἠσχολημένον, καὶ τέλος ἔχον τὴν αἵρεσιν καὶ ἐπίτευξιν τοῦ ἀγαθοῦ· ὅσον δὲ τοῦ γνωστικοῦ τελειωτικόν, τέλος ἔχον τὴν ἀλήθειαν, τοῦτο λέγεται κοινῶς θεωρητικόν. ιε. Ἀλλ’ ὄσον μὲν τὴν γνῶσιν τοῦ δυνάμει νοῦ τελειοῖ, τὴν μετ’ αἰσθήσεως καὶ φαντασίας περὶ τὰ ἔνυλα εἴδη καὶ ἀχώριστα τῆς ὕλης καταγινομένην, τοῦτο καλεῖται φυσιολογικόν.
ὅτι περὶ ταῦτα ἡ φύσις καὶ ἐν τούτοις ἐστίν· ὅσον δὲ τὴν τοῦ ἐνεργείᾳ νοῦ καθαρὰν ἐνέργειαν τελειοῖ, καὶ τὴν τοῦ δυνάμει νοῦ τὴν συνεπαιρουμένην τῷ ἐνεργείᾳ νῷ, εἰ μὲν περὶ τὰ πάντη χωριστὰ τῆς ὕλης ἡ γνῶσίς ἐστι, τὸ τοιοῦτον θεολογικὸν καλεῖται, καὶ πρώτη φιλοσοφία, καὶ μετὰ τὰ φυσικά, ὡς ἐπέκεινα τεταγμένον τῶν φυσικῶν· εἰ δὲ περὶ τὰ πῆ μὲν χωριστὰ τῆς ὕλης εἴδη, πῆ δὲ ἀχώριστα, τὸ τοιοῦτον μαθηματικὸν ὀνομάζεται καὶ περὶ ψυχῆς. Ἤ τε γὰρ μαθηματικὴ οὐσία μέση τις πώς ἐστιν ὕλης καὶ ἀϋλίας· τῷ μὲν καθόλου τὸ χωριστὸν ἔχουσα τῆς ὕλης, τῷ δὲ διαστατῷ καὶ διακεκριμένῳ τὸ ἀχώριστον. Καὶ ἡ ψυχὴ ὁμοίως· κατὰ μὲν τὰς αἰσθήσεις καὶ φαντασίας, καὶ τὸν δυνάμει νοῦν, ἀχώριστος τῆς ὕλης ἐστί· κατὰ δὲ τὸν ἐνεργείᾳ νοῦν, ὅς ἐστι τῆς ψυχῆς τὸ ἀκρότατόν τε καὶ καθαρώτατον, παντάπασιν ἡ ψυχὴ τῆς ὕλης κεχώρισται.
Σχῆμα κεφαλ. ζ, Τίς ἡ τῆς φιλοσοφίας διαίρεσις. Ἡ φιλοσοφία εἰς θεωρητικὸν φυσιολογικόν, γεωμετρία, διαιρεῖται ἀστρονομία, μαθηματικὸν ἀριθμητική, μουσική. καὶ θεολογικόν. καὶ πρακτικὸν ἠθικόν, οἰκονομικόν, πολιτικόν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.