Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Ἐπιτομὴ λογικῆς

Νικηφόρος Βλεμμύδης

Προοίμιο, Ορισμός και Λογική Διαίρεση (Κεφ. Α΄-Β΄)

Εισαγωγή στη λογική επιστήμη, εξέταση των πολλαπλών σημασιών του όρου και ανάλυση των τρόπων της λογικής διαιρέσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 1 από 16

ΠΡΟΟΙΜΙΟΝ α. Ἐπειδήπερ ἡ λογικὴ ἐπιστήμη πρὸς τὴν ἱερὰν Γραφὴν καὶ πάντας τοὺς τῆς ἀληθείας λόγους οὐκ ὀλίγον φέρει τὸ χρήσιμον· δέον ἐκρίναμεν τοῖς τοῦ λόγου φοιτηταῖς τοῦ ὄντος καὶ τῆς ἀληθείας μύσταις μικρούς τινας ἐν ταύτῃ τῇ λογικῇ λιπεῖν ἡμετέρους ὑπομνηματισμούς, οὓς αἰτησαμένῳ βασιλεῖ, νέοι ἔτι ὄντες καὶ πρὸς φιλοσοφίαν εἰσαγωγικοὶ καὶ ἀνεπιστήμονες ὁποῖοι καὶ εἰς τὸ ἑξῆς ἐκ τῆς συντρόφου ῥᾳθυμίας καὶ ῥυπαρίας διεμείναμεν ἐκδεδώκαμεν, οὕτω προοιμιασάμενοι. β. Βασιλείας καὶ φιλοσοφίας πολὺ τὸ συγγενές τε καὶ ὁμοιότροπον. Καὶ ἄμφω γὰρ τὸ μεγαλεῖον τῆς θεαρχίας ἐξεικονίζουσι, καὶ τὸν ἴσον προτίθενται σκοπὸν ἑαυταῖς· ἡ μὲν τῶν ἀξιῶν ὑπερέχουσα, καὶ ταῖς ἀρχαῖς ἐπιτάττουσα· ἡ δὲ τῶν τεχνῶν ἐξάρχουσα καὶ τῶν ἐπιστημῶν, καὶ νομοθετοῦσα ταύταις ἁπάσαις, καὶ καλουμένη διὰ ταῦτα τέχνη τεχνῶν καὶ ἐπιστήμη ἐπιστημῶν· ὥσπερ ἡ βασιλεία τῶν ἀξιῶν ἀξία καὶ ὑπεροχὴ τῶν ὑπεροχῶν. γ. Βασιλείας οὖν καὶ φιλοσοφίας συνελθουσῶν τέλειον τὸ κατ’ εἰκόνα θείαν χαρακτηρίζεται καὶ ἀνενδεές, ὡς ἐξὸν ἀνθρώπῳ, τὸ ἀρχικὸν ἀποδείκνυται· κἀντεῦθεν εὐζωΐα καὶ εὐπραγία τοῖς ἀρχομένοις πολλή· καθώς που καί τις μέγας φιλόσοφος ἐγνωμάτευσεν ἄριστα, τότε τοὺς ὑπηκόους εὖ ἔχειν ἀποφηνάμενος, ὅτε βασιλεύει φιλόσοφος, ἢ φιλοσοφεῖ βασιλεύς. δ.

Καὶ ἵν’ εἴπω συντόμως τὸ πᾶν, οὐκ ἄλλο τι ἐστὶ τὸ βασιλεύειν ἐπιστημονικῶς ἢ τῆς πρακτικῆς φιλοσοφίας αὐτὸ τὸ ἀκρότατον. Ἐν αὐτῷ γὰρ ἅπαν τὸ νομοθετικόν τε καὶ δικαστικόν. Εἰ δὲ τοῦτο, μετὰ τοῦ θεωρητικοῦ τε καὶ λογικοῦ καὶ ἐν πράγμασι καὶ δόγμασι βασιλικῶς ἐπιστατήσει ὁ βασιλεύς· καὶ τὸ προνοητικὸν καὶ διακυβερνητικὸν καὶ ὅλως τὸ παιδευτικὸν ἐνδείξεται πανταχοῦ, καὶ θεός τις ἄλλος ἐπὶ γῆς εὑρεθήσεται, μετὰ τῆς τῶν ὄντων γνώσεως ἀκωλύτως τῶν καταδεεστέρων ἐπιμελούμενος. ε. Ταῦτ’ οὖν ὁ ἐμὸς αὐτοκράτωρ εἰδώς, ὅτι πολλὴν περὶ φιλοσοφίαν εἰσάγει σπουδήν, τοῖς φυσικοῖς πλεονεκτήμασι τὴν περὶ τὰ κάλλιστα μελέτην ἐπισυνάπτων, ἐξ ὧν ὁμοῦ πέφυκεν ἐντελῶς κατορθοῦσθαι πᾶν ἔργον τίμιον.

ϛ. Ἐπεὶ δὲ καὶ ἡμᾶς τοὺς μικροὺς μικράν τινα καὶ πρόχειρον αὐτῷ συνεισενεγκεῖν τοῦ σπουδάσματος ἐκέλευσεν ἀφορμήν, ἀποπληροῦντες τὴν κέλευσιν τοὺς ὑποτεταγμένους εἰσαγωγοὺς ἐν φιλοσοφίᾳ κατ’ ἐπιτομὴν συνετάξαμεν ὀλίγους ὑπομνηματισμούς. ζ. Ὅθεν εἴ τις τῶν ἐπιστημόνων τὸ παρὸν ἐπέρχοιτο συνταγμάτιον μὴ πρὸς τὸ τῆς ὑπομνηματίσεως ἀμεθόδευτον καὶ τὸ τῶν ἐπιστασιῶν ἀκατευστόχητον ἀφορῶν ὀργιζέσθω. Καὶ γὰρ ὃ δέδοται, τοῦτο καὶ εἴρηται καὶ ὡς δέδοται. Ὃ δὲ ἡ σύνοικος ἀμέλεια καὶ ἡ ἀκαθαρσία φθάσαι κεκωλύκασιν ἡμᾶς, ἐκ τῆς πλουτοδότιδος φιλοσοφίας εἰσφερέτω παρ’ ἑαυτοῦ ὁ ἠξιωμένος λαβεῖν, τῆς τε ἀνεπιστημοσύνης συγγινωσκέτω ἡμῖν.

ΚΕΦΑΛ. Α. Περὶ ὅρου. α. Ὄρος λέγεται μὲν καὶ τὸ ὁροθέσιον· λέγεται δὲ καὶ ἡ ἀρχὴ τοῦ πράγματος καὶ τὸ τέλος αὐτό. Οὕτω γὰρ τὸ πᾷν τὸ πεπερασμένον ὡρισμένον καλεῖται, καθὸ πεπέρασται. Κατὰ τοῦτο τὸ σημαινόμενον καὶ Ἀριστοτέλης ὅρον ἐκάλεσεν, εἰς ὃν ἀναλύεται ἡ πρότασις. Οἷον ἔστω πρότασις, Βασιλεὺς φιλοσοφεῖ· ὅροι τῆς προτάσεως ταύτης εἰσί, τὸ βασιλεύς, καὶ τὸ φιλοσοφεῖ. Εἰς ταῦτα γὰρ ἀναλύεται ἡ πρότασις, ὥσπερ εἰς τελευταῖα πέρατα, καὶ οὐκ ἔστι δυνατὸν περαιτέρω προελθεῖν τὴν ἀνάλυσιν.

Ὥσπερ γὰρ ἀρχαὶ ταῦτα τῆς ἐν προτάσει συνθέσεως, οὕτω καὶ τέλη τυγχάνει τῆς ἀναλύσεως. Καὶ ἡ ἀρχὴ δὲ καὶ τὸ τέλος πέρατα λέγονται. Πέρας γάρ ἐστι τὸ κατάντημα. Ὅθεν τοῖς μὲν ἐκ τῆς ἀρχῆς πρὸς τὸ τέλος ἰοῦσι τὸ τέλος πέρας εὑρίσκεται, τοῖς δ’ ἐκ τοῦ τέλους πρὸς τὴν ἀρχὴν ἡ ἀρχή.

Καὶ ἄμφω δὲ τὰ πέρατα, διὰ τὸ κατ’ αὐτὰ ὡρίσθαι τὸ πρᾶγμα, ὅροι κατονομάζονται. Λέγεται ὅρος καὶ στάσις ῥητορική, καὶ κεφάλαιον τῇ στάσει ὁμωνυμοῦν, καὶ δογμάτων περίληψις. Καὶ πᾶς λόγος κεφαλαιώδης καὶ εὐσύνοπτος ὅρος καλεῖται. Τάττεται δὲ ὅρος καὶ τὸ ὁρίζειν καὶ ἐπὶ ἀσφαλείας καὶ βεβαιώσεως. β. Ἔτι δὲ παρὰ ταῦτα λέγεται ὅρος καὶ ὁρισμὸς ὁ ἐκ γένους καὶ συστατικῶν διαφορῶν, ἢ τῶν ἀναλογούντων αὐτοῖς συγκείμενος λόγος καὶ σημαίνων οὐσίαν πράγματος ἐν ὀλίγῳ· περὶ οὗ νῦν πρόκειται λέγειν ἡμᾶς. Σημαίνει μὲν γὰρ καὶ τὸ ὄνομα πράγματος οὐσίαν, ἀλλὰ σκιωδῶς· ὁ δὲ ὁρισμὸς φανερῶς· ὃν καὶ ἀποδιδόασιν οὕτως. γ. Ὅρος ἐστὶ λόγος σύντομος, δηλωτικὸς τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος. Τὸ μὲν οὖν λόγος ὡς γένος εἴληπται· τὸ δὲ σύντομος, καὶ τὸ δηλωτικὸς τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος, ὡς διαφοραὶ συστατικαί. δ. Λόγος τοίνυν εἴρηται ὁ ὁρισμὸς πρὸς ἀντιδιαστολὴν τοῦ ὀνόματος· ὅτι τὸ μὲν ὄνομα κἂν ὁπωσοῦν σημαίνῃ φύσιν πράγματος καὶ αὐτό, ἀλλ’ οὖν ἐκ μιᾶς συνέστηκε λέξεως· ὁ δὲ λόγος ἐκ δύο λέξεων τὸ ἐλάχιστον. ε. Σύντομος δέ, διά τε τοὺς ἄλλους μακροὺς καὶ τοὺς διεξοδικῶς περὶ φύσεως πραγμάτων διαλαμβάνοντας.

ϛ. Ἐπεὶ δέ εἰσι λόγοι σύντομοι καὶ οὐκ εἰσὶν οἱ τοιοῦτοι ὁρισμοί, φύσιν πράγματος μὴ δηλοῦντες, οἷα καὶ τὰ ἀποφθέγματα· τό, Γνῶθι σαυτόν, τό, Μηδὲν ἄγαν, καὶ τὰ τοιαῦτα· διὰ τοῦτο προσετέθη τὸ δηλωτικὸς τῆς φύσεως τοῦ ὑποκειμένου πράγματος. ζ. Ἀρετὴ δὲ τοῦ ὁρισμοῦ ἐστι τὸ ἀντιστρέφειν πρὸς τὸ ὁριστόν, οἷον ὡς ἐν ὑποδείγματι· τὸν ἄνθρωπον ὁρίζονται ζῶον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν. Καὶ ζῶον μὲν λέγουσιν αὐτὸν χωρίζοντες ἀπό τε τῶν ἀψύχων, καὶ ἀπὸ τῶν φυτῶν καὶ τῶν ζωοφύτων. Ἐπεὶ δὲ τὸ ζῶον γένος ἐστὶ τῶν λογικῶν τε ζώων τε καὶ ἀλόγων, διὰ τοῦτο προστιθέασι καὶ τὸ λογικόν, διιστῶντες τὸν ἄνθρωπον τῶν ἀλόγων ζώων. Ἐπεὶ δὲ καὶ τοὺς ἀγγέλους ζῶα λέγουσι λογικά, πρὸς δὲ καὶ τὰ οὐράνια σώματα, ζῶα λογικὰ τερατεύονται· διὰ τοῦτο προστιθέασι καὶ τὸ θνητόν, ἀπὸ τῶν εἰρημένων τὸν ἄνθρωπον διαστέλλοντες.

Ἀλλὰ καὶ νύμφας μακραίωνας εἶναι μυθεύονται ζῶα λογικὰ καὶ μακρόβια, ὅμως μέντοι θνητά, ἐκ φύσεως, ἀλλ’ οὐκ ἐκ μαθήσεως γινώσκοντα τοὺς τεχνικούς τε λόγους τοὺς ἐπιστημονικούς. Τούτων οὖν ἀφιστῶντες τὸν ἄνθρωπον προστιθέασι τῷ ὅρῳ αὐτοῦ καὶ τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν. Ἔστιν οὖν οὗτος ὁ ὅρος ἐκ γένους μὲν τοῦ ζώου, ἐκ δὲ συστατικῶν διαφορῶν τοῦ τε λογικοῦ καὶ τοῦ θνητοῦ· καὶ τὸ νοῦ τε καὶ ἐπιστήμης δεκτικὸν ἴδιον ὂν τοῦ ἀνθρώπου· συστατικῇ ἔοικε διαφορᾷ διὰ τὸ οὐσιωδῶς προσεῖναι αὐτῷ. Εἰσὶ γὰρ καὶ οὐσιώδη ἴδια, ἅ τινες διαφορὰς μονοειδεῖς ὀνομάζουσιν.

Ἀντιστρέφει τοίνυν ὁ δηλωθεὶς ὁρισμὸς πρὸς τὸ ὁριστόν. Καὶ γὰρ εἴ τι ἄνθρωπος, τοῦτο ζῶον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν, καὶ εἴ τι ζῶον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν, τοῦτο ἄνθρωπός ἐστιν. Ἀρετὴ μὲν οὖν τοῦ ὁρισμοῦ τὸ ἀντιστρέφειν πρὸς τὸ ὁριστόν· κακία δὲ τὸ μὴ ἀντιστρέφειν. η. Γίνεται δὲ τὸ μὴ ἀντιστρέφειν ἢ διὰ προσθήκην λέξεων, ἢ δι’ ἀφαίρεσιν. Καὶ ὁ μὲν τῶν λέξεων πλεονασμὸς ἔλλειψιν τῶν πραγμάτων ἐργάζεται, ἡ δὲ ἔλλειψις τῶν λέξεων τῶν πραγμάτων πλεονασμόν.

Καὶ οὕτως ἀμφοτέρωθεν ἔκ τε τοῦ πλεονασμοῦ καὶ τῆς ἐλλείψεως ἀτελὴς ὁ ὅρος ἐστίν. Εἰ γὰρ ἐπὶ τοῦ κατὰ τὸν ἄνθρωπον ὁρισμοῦ πλεονάσας τις ταῖς λέξεσιν ἐρεῖ, Ἄνθρωπός ἐστι ζῶον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν γραμματικόν· ἔλλειψιν τῶν πραγμάτων ἐποίησεν. Οὐ πάντας γὰρ τοὺς ἀνθρώπους τῷ ὅρῳ ἐμπεριέλαβεν, ἀλλὰ μόνους τοὺς γραμματικούς.

Καὶ εἴ τι μὲν ζῶον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν γραμματικόν, τοῦτο καὶ ἄνθρωπος. Οὐ μὴν δὲ καὶ ἀντιστρέφει· οὐδὲ γὰρ εἴ τι ἄνθρωπος, τοῦτο ζῶον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν γραμματικόν. Εἰ δέ γε πάλιν ἐλλείψας ταῖς λέξεσιν εἴποι τις, Ἄνθρωπός ἐστι ζῶον λογικὸν θνητόν, ἐπλεόνασε κατὰ τὸν Ἑλληνικὸν ὕθλον τοῖς πράγμασι. Καὶ ἃς γὰρ οὗτος νύμφας εἰσάγει μακραίωνας, τοῖς ἀνθρώποις συμπεριέλαβε. Καὶ εἴ τι μὲν ἄνθρωπος, τοῦτο ζῶον λογικὸν θνητόν, οὐκ εἴ τι δὲ ζῶον λογικὸν θνητόν, τοῦτο ἤδη καὶ ἄνθρωπος. θ. Ἰστέον δὲ ὅτι ἐκείνη ἡ προσθήκη τὴν τοῦ ὅρου κωλύει ἀντιστροφήν, ἡ προστιθεῖσα αὐτῷ, ἃ μὴ θεωροῦνται ἐν πᾶσι τοῖς ὁριστοῖς. Ἐπεί τοί γε καὶ τῶν ἰδίων καὶ τῶν ἐν πᾶσι τοῖς ὑπὸ τὸ αὐτὸ εἶδος ἀτόμοις θεωρουμένων συμβεβηκότων προσθήκη τὴν ἀντιστροφὴν οὐ κωλύει· περιττολογίαν δὲ μόνην ἐμποιεῖ, κἀντεῦθεν τὴν συντομίαν τοῦ ὅρου περιαιρεῖ.

Καὶ γὰρ εἴ τις τῷ τοῦ ἀνθρώπου ὅρῳ τὸ γελαστικὸν προσθήσει καὶ τὸ ὀρθοπεριπατητικόν, οὐ παραβλάψει τὴν ἀντιστροφὴν οὐδαμῶς. Εἴ τι γὰρ ζῶον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν γελαστικὸν ὀρθοπεριπατητικόν, τοῦτο ἄνθρωπος· καὶ εἴ τι ἄνθρωπος, τοῦτο ζῶον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν, γελαστικόν, ὀρθοπεριπατητικόν.

Παραλαμβάνονται δὲ τὰ ἴδια καὶ τὰ ἀχώριστα συμβεβηκότα εἰς τοὺς ὑπογραφικοὺς ὁρισμούς. ι. Διαφέρει δὲ ὁ κυρίως ὁρισμὸς τοῦ ὑπογραφικοῦ ὁρισμοῦ· ὅτι ὁ μὲν κυρίως ὁρισμὸς ἐκ γένους σύγκειται καὶ διαφορῶν τῶν ὅλων οὐσιωδῶν· ὁ δὲ ὑπογραφικὸς ἐκ γένους καὶ διαφορῶν, τινῶν μὲν οὐσιωδῶν, τινῶν δὲ ἐπουσιωδῶν. ια. Διὰ τοῦτο γὰρ καὶ ὑπογραφικὸς ὁρισμὸς λέγεται, ὅτι κατὰ τί μὲν κοινωνεῖ τῷ ὁρισμῷ, κατὰ τὰ τί δὲ τῇ ὑπογραφῇ. Καὶ γὰρ ἡ ὑπογραφὴ ἔκ τε γένους καὶ ἰδίων καὶ συμβεβηκότων ἀχωρίστων συνίσταται· ὡς ὅταν εἴποι τις, Ἄνθρωπός ἐστι ζῶον γελαστικόν, ὀρθοπεριπατητικόν, πλατυώνυχον, χερσὶ χρώμενον. Συνέστη γὰρ ἡ τοιαύτη ὑπογραφὴ ἐκ γένους τοῦ ζώου, καὶ διαφορῶν ἐπουσιωδῶν, τοῦ τε γελαστικοῦ ὅπερ ἐστὶν ἴδιον, καὶ τῶν ἄλλων ἅπερ εἰσὶ συμβεβηκότα ἀχώριστα. ιβ. Ἔχει δὲ τὸ χρήσιμον ἡ ὑπογραφή, ὅταν οὐκ ἔχῃ τὸ πρᾶγμα οὐσιώδεις διαφοράς. ιγ. Χρήσιμος δὲ καὶ ὁ ὑπογραφικὸς ὁρισμός, ὅταν ἔχῃ μὲν τὸ πρᾶγμα οὐσιώδεις διαφοράς, οὐ μὴν ἀρκούσας εἰς τὸ ἀνελλιπῶς παραστῆσαι αὐτό· ὡς ἐπὶ τοῦ ὅρου τοῦ ἵππου. Λέγομεν γάρ, Ἵππος ἐστὶ ζῶον ἄλογον· καὶ τὸ μὲν ἄλογον οὐσιώδης διαφορά ἐστιν· ἀλλ’ ἐπειδὴ τῶν ὅλων ζώων χωρίσαι τὸν ἵππον οὐ δύναται, προστιθέαμεν καὶ τὸ ἴδιον, ὅπερ ἐστὶ τὸ χρεμετιστικόν. Τινὲς δὲ διὰ σαφήνειαν πλείονα καὶ τὸ τετράπουν, ὅπερ ἐστὶν ἀχώριστον συμβεβηκός, προστιθέασιν, οὕτω λέγοντες·

Ἵππος ἐστὶ ζῶον ἄλογον τετράπουν χρεμετιστικόν. ιδ. Οὐ πάντοτε δὲ ὁ ὑπογραφικὸς ὁρισμὸς πᾶσι χρᾶται τοῖς οὐσιώδεσι καὶ ἔκτοτε τοῖς ἐπουσιώδεσιν, ἀλλὰ καὶ μιᾷ μόνῃ πολλάκις ἀρκούμενος οὐσιώδει διαφορᾷ, τὸ λοιπὸν ἐξ ἐπουσιωδῶν συμπληροῖ. ιε. Διαφορῶν δὲ οὐσῶν οὐσιωδῶν ἀρκουσῶν εἰς τὸν ὁρισμόν, τὸ παραλαμβάνειν ἐπουσιώδεις ἀτεχνίας ἐστίν. Ὡσαύτως καὶ τὸ δι’ ὑπογραφῆς δεικνύειν τὸ πεφυκὸς δειχθῆναι δι’ ὁρισμοῦ· πλὴν εἰ μή πως πρὸς ἀτελεῖς τὸν λόγον ποιούμενός τις, οὐ δύναται τὸ πρᾶγμα σαφῶς αὐτοῖς ἐκ τῶν οὐσιωδῶν καὶ μόνων παραστῆσαι διαφορῶν. Τότε γὰρ καὶ διαφορὰς ἐπουσιώδεις, διὰ τοὺς πρὸς οὓς ὁ λόγος, εἰς διασάφησιν πλείονα παραλήψεται.

ιϛ. Λαμβάνονται οἱ ὁρισμοὶ καὶ ἐξ ὕλης καὶ ἐξ εἴδους. Οἷον, Ἀνδριάς ἐστιν ἐκ χαλκοῦ πεποιημένος ἀνδρὸς εἶδος ἐμφαίνων. Ὕλη μὲν οὖν ἐστιν ὁ χαλκὸς καὶ ἀναλογεῖ τῷ γένει· τὸ δὲ ἀνδρὸς εἶδος ἐμφαίνων, εἶδος ὄν, ταῖς διαφοραῖς ἀναλογεῖ ταῖς συστατικαῖς. ιζ. Λαμβάνονται καὶ ἐξ ὑποκειμένου καὶ τέλους.

Ὑποκείμενον μὲν οὖν ἐστι, περὶ ὃ τὸ ὁριστὸν καταγίνεται· τέλος δέ, οὗ στοχάζεται. Οἷον Ἰατρική ἐστι τέχνη περὶ τὰ ἀνθρώπεια σώματα καταγινομένη, ὑγείας περιποιητική. Ὑποκείμενα γὰρ τῇ ἰατρικῇ τὰ ἀνθρώπεια σώματα· τέλος δὲ τὸ περιποιεῖσθαι αὐτοῖς τὴν ὑγίειαν καὶ ἢ παροῦσαν διαφυλάττειν, ἢ ἀποῦσαν ἀνακαλεῖσθαι. ιη. Λαμβάνονται καὶ ἐξ ὑποκειμένου μόνου καὶ ἐκ τέλους μόνου, ὅταν ἐκ θατέρου τούτων δυνατὸν ᾖ δηλοῦσθαι τὸ πρᾶγμα. Ἐξ ὑποκειμένου μόνου ὁρισμός, ὡς ὅτε λέγει τις, Ὑαλουργική ἐστι τέχνη καταγινομένη περὶ τὴν ὕαλον· ἐκ δὲ τοῦ τέλους μόνου, ὡς τό, Μαγειρική ἐστι τέχνη ἐδεσμάτων κατασκευαστική. ιθ. Θεωροῦνται δὲ καὶ ἐν τοῖς τοιούτοις ἅπασιν ὁρισμοῖς τὰ γένεσιν ἀναλογοῦντα καὶ διαφοραῖς ταῖς συστατικαῖς· ὥσπερ κὰν τοῖς προσεχῶς εἰρημένοις ἡ τέχνη μὲν ὡς γένος ἐστίν, ὡς διαφοραὶ δὲ συστατικαὶ τὰ λοιπά. κ. Τὴν κλῆσιν δ’ ἔχουσιν οἱ ὁρισμοὶ ἐκ μεταφορᾶς τῶν τῆς γῆς ὁροθεσίων· ὡς γὰρ δι’ ἐκείνων χωρίζεται τὰ χωρία ἀπ’ ἀλλήλων, οὕτω καὶ διὰ τῶν ὁρισμῶν ἀπ’ ἀλλήλων τὰ πράγματα διακρίνεται. κα. Λέγονται δὲ καὶ ὁρισμοὶ καὶ ὅροι διά τε τὸ περιορίζειν καὶ περικλείειν, καὶ οὕτω διαχωρίζειν ἐξ ἀλλήλων τὰ ὁριστά, καὶ διὰ τὸ εὐόρατα καὶ εὐσύνοπτα καὶ σαφῆ ποιεῖν τὰ πράγματα. Δηλοῦσι μὲν γὰρ καὶ τὰ ὀνόματα φύσεις πραγμάτων, ὡς ἔφημεν.

Διὸ καί τινες ὅρους συνεσταλμένους ταῦτα κεκλήκασιν, ὥσπερ οὖν ὀνόματα ἐξηπλωμένα τοὺς ὁρισμούς· πλὴν ὃ δηλοῦσι τὰ ὀνόματα, σκοτεινῶς τε καὶ ἀσαφῶς καὶ ἀδιακρίτως δηλοῦν πεφύκασιν· οἱ δὲ ὅροι καθαρῶς καὶ σαφῶς καὶ διακεκριμένως, διὰ τὸ χρῆσθαι διαφοραῖς καὶ ταύταις οὐσιώδεσι, τουτέστιν οὐσίας καὶ φύσεις πραγμάτων δυναμέναις ἀπ’ ἀλλήλων διαχωρίζειν. κβ. Ἡ δὲ ὑπογραφὴ ταύτης τῆς κλήσεως ἔτυχε διὰ τὸ ἐοικέναι σκιαγραφίᾳ. Τελείᾳ μὲν γὰρ γραφῇ ὁ ὅρος ἔοικε, δηλῶν αὐτὴν τὴν φύσιν τοῦ πράγματος.

Ἡ δ’ ὑπογραφὴ σκιαγραφίαν μιμεῖταί τινα. Τὰ γὰρ περὶ τὴν φύσιν τοῦ πράγματος διαλαμβάνουσα δίδωσιν ἐκ τούτων εἰκάζειν τὸ πρᾶγμα. Ὁ δὲ ὑπογραφικὸς ὁρισμὸς οὔτε σκιαγραφίᾳ ἔοικεν, οὔτ’ αὖ ἐντελογραφίᾳ, ἀλλὰ μεσότητί τινι. Προσεγγίζει δὲ μᾶλλον εἴτε τῷ ὁρισμῷ, εἴτε τῇ ὑπογραφῇ, κατὰ τὰς οὐσιώδεις ἢ ἐπουσιώδεις διαφοράς, ἐξ ὧν ὁμοῦ καὶ συνέστηκεν. κγ. Ἰστέον δ’ ὅτι καὶ τὸ ἴδιον ἐν τοῖς ὁρισμοῖς τε καὶ ταῖς ὑπογραφαῖς λόγον ἔχει διαφορᾶς, οὐσιώδους μὲν τὸ καθαρῶς οὐσιῶδες, ὃ καὶ διαφορὰν μονοειδῆ καλοῦσιν, ὡς εἴπομεν, ὡς μὴ κατὰ πλειόνων εἰδῶν λεγόμενον, οἷον ἐν ἀνθρώπῳ τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν· ἐπουσιώδους δὲ διαφορᾶς λόγον ἔχει τὸ λοιπὸν ἴδιον· οἷον ἐν ἀνθρώπῳ τὸ γελαστικόν, ἐν ἵππῳ τὸ χρεμετιστικόν, καὶ ἐν κυνὶ τὸ ὑλακτικόν.

Ὅπερ ἴδιον κἂν ἐπουσιῶδες εἴη, πλὴν ἀλλὰ συμβεβηκότος παντὸς προτιμότερον, ὅσῳ καὶ εἶδος ὅλον χαρακτηρίζειν δύναται πλέον ἢ ἅπαν συμβεβηκός.

Αἱ διαιρέσεις τοῦ πρώτου βιβλίου τοῦ σοφωτάτου Βλεμμίδου καθ’ ἕκαστον κεφάλαιον. ἢ ἐκ γένους καὶ συστατικῆς διαφορᾶς· Ὁ ὅρος ἢ ἐξ ὕλης καὶ εἴδους· ἢ ἐξ ὑποκειμένου καὶ τοῦ τέλους.

ΚΕΦΑΛ. Β. Περὶ διαιρέσεως. α. Πᾶν πρᾶγμα ἢ διαιρετόν ἐστιν ἢ ἀδιαίρετον. Τὸ δὲ διαιρετὸν ἢ καθ’ αὑτὸ διαιρεῖται, ἢ κατὰ συμβεβηκός. Καὶ τὸ μὲν καθ’ αὑτὸ διαιρούμενον ἢ ὡς πρᾶγμα διαιρεῖται ἢ ὡς φωνή. Καὶ εἰ μὲν ὡς πρᾶγμα, γίνεται ἀπὸ γένους εἰς εἴδη διαίρεσις, καὶ ἀπὸ εἴδους εἰς ἄτομα, καὶ ἀπὸ ὅλων εἰς μέρη, καὶ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. Ταῦτα γὰρ ὡς πράγματα διαιροῦνται. Εἰ δὲ ὡς φωνή, γίνεται ἡ διαίρεσις ἀπὸ ὁμωνύμου φωνῆς εἰς διάφορα σημαινόμενα. Τὸ μὲν οὖν καθ’ αὐτὸ διαιρούμενον, τοιαύτην ἐπιδέχεται τὴν διαίρεσιν· τὸ δὲ κατὰ συμβεβηκὸς ἢ ὡς ἀπὸ οὐσίας εἰς συμβεβηκότα ἔχει τὴν διαίρεσιν, ἢ ὡς ἀπὸ συμβεβηκότων εἰς οὐσίας, ἢ ἀπὸ συμβεβηκότων εἰς συμβεβηκότα. Ταῦτα γὰρ πάντα κατὰ συμβεβηκός εἰσιν. β. Ἐντεῦθεν τοίνυν φαίνονται τρόποι διαιρετικοὶ ὀκτώ· γ. Ὁ ἀπὸ γένους εἰς εἴδη· οἷον τὸ ζῶον διαιρεῖται εἰς λογικὸν καὶ ἄλογον. δ. Ὁ ἀπὸ εἴδους εἰς ἄτομα, οἷον ὁ ἄνθρωπος διαιρεῖται εἰς Πέτρον καὶ Παῦλον, καὶ τοὺς λοιποὺς κατὰ μέρος ἀνθρώπους. ε. Ὁ ἀπὸ ὅλων εἰς μέρη, ὁμοιομερῆ τε καὶ ἀνομοιομερῆ.

Καὶ ὁμοιομερῆ μὲν λέγονται τὰ δεχόμενα καὶ τὸ ὄνομα καὶ τὸν ὅρον τοῦ ὅλου τε καὶ ἀλλήλων· ὡς ὅταν τέμωμεν τὴν σάρκα εἰς πολλὰς σάρκας. Καὶ γὰρ ἕκαστον τῶν μερῶν σὰρξ λέγεται, καὶ τὸν ὁρισμὸν τῆς σαρκὸς ἐπιδέχεται. Αἷμα γάρ ἐστι πεπηγὸς ὑπὸ φύσεως. Ἀνομοιομερῆ δέ εἰσι τὰ μήτε ὀνόματος μήτε ὁρισμοῦ κοινωνοῦντα ἢ τῷ ὅλῳ, ἢ ἀλλήλοις· ὡς ὅταν διέλωμεν τὸν Πέτρον εἰς κεφαλήν, χεῖρας καὶ πόδας· οὐδὲν γὰρ ἐκ τούτων, οὔτε τὸ ὄνομα, οὔτε τὸν ὁρισμὸν ἐπιδέχεται τοῦ ὅλου ἢ τῶν λοιπῶν μερῶν.

ϛ. Ὁ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν· ἀφ’ ἑνὸς μέν, ὡς ἀπὸ τῆς ἰατρικῆς, ἰατρικὸν βιβλίον, ἰατρικὸν ἐργαλεῖον. Ταῦτα γὰρ ἀφ’ ἑνός εἰσιν, ἐπείπερ ἀπὸ μιᾶς τῆς ἰατρικῆς ὠνομάσθησαν· πρὸς ἓν δὲ ὡς ὑγιεινὸν φάρμακον, ὑγιεινὸν βρῶμα. Πρὸς ἓν γὰρ βλέπουσι, τὴν ὑγίειαν. ζ. Ὁ ἀπὸ ὁμωνύμου φωνῆς εἰς διάφορα σημαινόμενα, εἴτε ὅλα εἴτε μέρη· ὅλα μὲν ὡς ὅταν ἡ κύων φωνὴ διαιρῆται εἴς τε τὸν ἀστρῷον κύνα, τὸν χερσαῖον καὶ τὸν θαλάσσιον· ταῦτα γὰρ ὅλα εἰσί. Μέρη δὲ ὡς ὅταν τὸ τῆς γλώττης ὄνομα φέρηται κατὰ τοῦ ἄκρου τοῦ ὑποδήματος, τοῦ ἄκρου τοῦ αὐλοῦ, καὶ τοῦ γευστικοῦ μορίου τῶν ζώων· ἅτινα μέρη εἰσὶ καὶ οὐχ ὅλα. η. Ὁ ἀπὸ οὐσίας εἰς συμβεβηκότα, ὡς ὅταν εἴπωμεν·

Τῶν ἀνθρώπων οἱ μέν εἰσι λευκοί, οἱ δὲ μέλανες. θ. Ὁ ἀπὸ συμβεβηκότων εἰς οὐσίας, ὡς Τῶν λευκῶν τὰ μὲν ἔμψυχα, τὰ δὲ ἄψυχα. ι. Ὁ ἀπὸ συμβεβηκότων εἰς συμβεβηκότα, οἷον, Τῶν λευκῶν τὰ μὲν θερμά, τὰ δὲ ψυχρά· θερμὰ μὲν ὡς ἐπὶ τῆς ἀσβέστου, ψυχρὰ δὲ ὡς ἐπὶ τῆς χιόνος. ια. Ἰστέον δ’ ὅτι κυρίως διαιρετικοὶ τρόποι τρεῖς εἰσιν· ὁ ἀπὸ γένους εἰς εἴδη, ὁ ἀπὸ ὅλων εἰς μέρη, καὶ ὁ ἀπὸ ὁμωνύμου φωνῆς εἰς διάφορα σημαινόμενα· οἱ δὲ ἄλλοι τρόποι καταχρηστικώτερον διαιρετικοὶ ὀνομάζονται. ιβ. Ἀπὸ γὰρ εἰδῶν εἰς ἄτομα διαίρεσις οὐκ ἔστιν, ἀλλ’ ἀπαρίθμησις. Ἄπειρα γὰρ ὄντα τὰ ἄτομα διαιρέσει καθυποβληθῆναι οὐ δύναται. ιγ. Ἀλλ’ οὐδὲ ἀπὸ συμβεβηκότων εἰς οὐσίας γίνεται διαίρεσις. Ὁ γὰρ λέγων, ὅτι τῶν λευκῶν τὰ μὲν ἔμψυχα, τὰ δὲ ἄψυχα, ὡς ἀπὸ σωμάτων ἐπιδεδεγμένων λευκότητα ποιεῖται τὴν διαίρεσιν, ἄτινα οὐσίαι εἰσίν. Οὐδὲ γὰρ δύναται τὸ συμβεβηκὸς εἰς οὐσίας διαιρεθῆναι, ὅτι τὸ διαιρούμενον ὡς πρᾶγμα εἰς ὅμοια θέλει διαιρεῖσθαι, οὐ μὴν εἰς ἀνόμοια. ιδ. Οὔτε δὲ ἀπὸ οὐσίας εἰς συμβεβηκότα γίνεται διαίρεσις. Τὸ γὰρ λέγειν ὅτι τῶν ἀνθρώπων οἱ μέν εἰσι λευκοί, οἱ δὲ μέλανες, οὐκ ἔστι διαίρεσις ἀπὸ οὐσίας εἰς συμβεβηκότα, ἀλλὰ ἀπὸ οὐσίας εἰς οὐσίας πάλιν ἐχούσας συμβεβηκότα. Εἰς ἀνθρώπους γὰρ μέλανας καὶ λευκοὺς ἐγένετο ἡ διαίρεσις, οἵτινες οὐσίαι εἰσίν. ιε.

Ἀλλ’ οὐδ’ ἀπὸ συμβεβηκότων εἰς συμβεβηκότα γίνεται διαίρεσις. Ἢ γὰρ ἀπὸ γένους εἰς εἴδη ἐστὶν ἡ τοιαύτη διαίρεσις· ὡς ὅταν εἰς λευκὸν καὶ μέλαν διαιρήσω τὸ χρῶμα· γένος γάρ ἐστι τὸ χρῶμα τοῦ λευκοῦ καὶ τοῦ μέλανος· ἢ ἀπὸ οὐσίας εἰς οὐσίας. Τὸ γὰρ λέγειν, ὅτι τῶν λευκῶν τὰ μέν εἰσι θερμά, τὰ δὲ ψυχρά, οὐδὲν ἄλλο ἐστίν, ἢ ὅτι τῶν σωμάτων τῶν ἐπιδεδεγμένων λευκότητα τὰ μὲν ἔχει θερμότητα, τὰ δὲ ψυχρότητα. Καὶ γὰρ αὐτὴ καθ’ ἑαυτὴν ἡ λευκότης, ἥτις ἐστὶ συμβεβηκός, οὔτε θερμή ἐστιν, οὔτε ψυχρά.

Ἐπεὶ οὐκ ἔστι τι συμβεβηκὸς ἑτέρῳ συμβεβηκότι πρὸς ὕπαρξιν ὑποκείμενον· μόνη δὲ ἡ οὐσία πᾶσι τοῖς συμβεβηκόσι πρὸς τὸ εἶναι ταῦτα ὑπόκειται. ιϛ. Οὔτε δὲ ἐν τοῖς ἀφ’ ἑνὸς καὶ πρὸς ἓν θεωρεῖται διαίρεσις, ἀλλ’ ἀπαρίθμησις. Ἀόριστα γὰρ καὶ ταῦτα καὶ ἀπερίληπτα, ὥσπερ δὴ καὶ ἄτομα. Δύναται γὰρ εἰπεῖν τις ἰατρικὸν βιβλίον, καὶ ἰατρικὸν σκεῦος, ἰατρικὸν ἔμπλαστρον, καὶ ἄλλα μυρία· ὡσαύτως ὑγιεινὸν οἶνον, ὑγιεινὴν δίαιταν, ὑγιεινὸν ἀέρα, καὶ τὰ τοιαῦτα. ιζ. Ἰστέον δὲ ὅτι διαίρεσις, ἐπιδιαίρεσις, κατὰ τοῦτο διαφέρουσιν ἀλλήλων, καθότι ἡ μὲν διαίρεσις πρώτως τέμνει τὸ πρᾶγμα· ἡ δὲ ἐπιδιαίρεσις κατὰ δευτέραν ἐπιβολὴν τέμνει τὸ αὐτὸ πρᾶγμα· ἡ δέ γε ὑποδιαίρεσις ἓν τῶν τμημάτων παραλαβοῦσα τέμνει αὐτό· οἷον Ὁ ἄνθρωπος διαιρεῖται εἰς ἄρσεν καὶ θῆλυ· τοῦτο διαίρεσις· καὶ πάλιν Ὁ ἄνθρωπος διαιρεῖται εἰς ψυχὴν καὶ σῶμα· τοῦτο ἐπιδιαίρεσις, ἥτις τότε μόνον ὀφείλει γίνεσθαι, ὅτε καθ’ ἕκαστον τῶν τμημάτων τῆς πρώτης διαιρέσεως, τὰ τῆς δευτέρας διαιρέσεως, εἴτουν ἐπιδιαιρέσεως, θεωροῦνται τὰ τμήματα. Ἰδοὺ γὰρ ἐν τῷ ἄῤῥενι καὶ ἐν τῷ θήλει θεωρεῖται ψυχὴ καὶ σῶμα. Ὅταν δὲ εἰπὼν ὅτι ἡ οὐσία διαιρεῖται εἰς σῶμα καὶ ἀσώματον, εἴπω πάλιν, ὅτι τὸ σῶμα διαιρεῖται εἰς ἔμψυχον καὶ ἄψυχον, ἐποίησα ὑποδιαίρεσιν. ιη.

Λέγονται δὲ τὰ ἐκ τοῦ αὐτοῦ γένους τμηθέντα εἴδη ἀντιδιαιρούμενα ὡς ἀντίθεσίν τινα πρὸς ἄλληλα φέροντα, κἂν ἐκ τοῦ αὐτοῦ εἶεν καὶ ἑνός· οἷον τὸ σῶμα καὶ τὸ ἀσώματον ἐκ τῆς οὐσίας διαιρεθέντα, καὶ μετέχοντα τῆς οὐσίας ἐπίσης, ἀντίκεινται θάτερον θατέρῳ κατὰ τὰς οὐσιώδεις διαφοράς· τὸ μὲν γὰρ τριχῆ διαστατόν· τὸ δὲ τοῦ τριχῆ διαστατὸν εἶναι πόῤῥω καθέστηκε. Καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ιθ. Λέγοιντο δ’ ἂν ἀντιδιαιρούμενα, καὶ ὡς ὁμοτίμως μετέχοντα τοῦ γένους ἐξ οὗ διῄρηται. καὶ ὡς ἂν εἴποι τις ὄντα ἰσοδιαιρούμενα καὶ ἀντὶ θατέρου θάτερον κατὰ τὸ ἰσοδιαίρετον λογιζόμενα. Καὶ γὰρ ἐν τούτοις οὐκ ἔστι τὸ μᾶλλον καὶ ἧττον μετέχον τοῦ γένους· οὔτε γὰρ τὸ σῶμα τυγχάνει οὐσία μᾶλλον τοῦ ἀσωμάτου, οὔτε τὸ ἀσώματον οὐσία μᾶλλον τοῦ σώματος· καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. Οὔτε δὲ τὸ φύσει πρότερον ἐν τοῖς ἀντιδιαιρουμένοις εὑρίσκεται· κατὰ πάντας γὰρ τοὺς τρόπους τῶν διαιρέσεων ἄπεστιν ἐκ τῶν τμημάτων τό τε μᾶλλον καὶ ἧττον καὶ τὸ φύσει πρότερον, πλὴν τῶν ἀφ’ ἑνὸς καὶ πρὸς ἕν. κ.

Φύσει δὲ πρότερον λέγεται τὸ συναναιροῦν καὶ μὴ συναναιρούμενον· καὶ συνεισφερόμενον καὶ μὴ συνεισφέρον, οἷον τὸ ζῶον φύσει πρότερον τοῦ ἀνθρώπου, διότι ἀναιρούμενον συναναιρεῖ τὸν ἄνθρωπον· ζώου γὰρ μὴ ὄντος, οὐδὲ ἄνθρωπος ἔσται· συνεισφερόμενον δὲ οὐ συνεισφέρει· ἐπεὶ συνεισφέρεται μὲν τῷ ἀνθρώπῳ ἀνθρώπου γὰρ ὄντος καὶ ζῶόν ἐστιν ἐξ ἀνάγκης, οὐ συνεισφέρει δὲ τὸν ἄνθρωπον.

Ζώου γὰρ ὄντος οὐκ ἤδη καὶ ἄνθρωπος ἔσται, ἀλλ’ ἵππος τυχόν, ἢ βοῦς ἢ κύων, ἢ ἄλλο τι ζῶον. Φύσει γοῦν πρότερόν ἐστι τὸ γένος τοῦ εἴδους, καὶ τὸ εἶδος τῶν ἀτόμων. κα. Ἐν δὲ τοῖς εἴδεσιν ἢ τοῖς ἀτόμοις οὐ θεωρεῖται τὸ φύσει πρότερον. Οὐ γὰρ τὸ λογικὸν φύσει πρότερον τοῦ ἀλόγου ἐπεὶ οὑδὲ συναναιρεῖ, οὐδὲ συνεισφέρεται· οὐδὲ πάλιν ὁ Πέτρος φύσει πρότερος τοῦ Παύλου. κβ. Ἀλλ’ οὐδὲ μᾶλλον ζῶον ὑπάρχει τὸ λογικόν, τὸ δὲ ἄλογον ἧττον· οὐδὲ ὁ Πέτρος μᾶλλον ἄνθρωπος καὶ ἧττον ὁ Παῦλος. Φάρμακον δὲ ἄλλου φαρμάκου ὑγιεινότερον καὶ βιβλίον ἄλλου βιβλίου ἰατρικώτερον.

Σχῆμα κεφαλ. β, περὶ διαιρέσεως. Πᾶν τὸ διαφορούμενον ἢ καθ’ αὐτὸ ἢ ὡς πρᾶγμα ἢ ἀπὸ γένους εἰς εἴδη, ἢ ἀπὸ εἴδους εἰς ἄτομα, ἢ ἀπὸ ὅλων εἰς μέρη, ἢ ἀφ’ ἑνὸς καὶ πρὸς ἕν, ἢ ὡς φωνὴ καὶ ἔστιν ἀπὸ ὁμωνύμου, φωνῆς εἰς διάφορα σημαινόμενα. ἢ κατὰ συμβεβηκὸς ἢ ἀπὸ οὐσίας εἰς συμβεβηκότα, ἢ ἀπὸ συμβεβηκότων εἰς οὐσίας, ἢ ἀπὸ συμβεβηκότων εἰς συμβεβηκότα.