Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Ἐπιτομὴ λογικῆς

Νικηφόρος Βλεμμύδης

Οι Κατηγορίες του Ποιείν, του Πάσχειν, του Έχειν και τα Αντικείμενα (Κεφ. ΚΔ΄-ΚΕ΄)

Ανάλυση της ενέργειας (ποιείν) και του πάθους (πάσχειν), της κατηγορίας του έχειν και των τρόπων λογικής αντίθεσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 9 από 16

ΚΕΦΑΛ. ΚΔ. Περὶ τοῦ ποιεῖν καὶ πάσχειν καὶ ἔχειν. α. Ποιεῖν ἐστι τὸ δρᾷν περί τι· πάσχειν δὲ τὸ ὑφ’ ἑτέρου ἀλλοιοῦσθαι. Τὸ μὲν οὖν ποιεῖν ἐν ἑαυτῷ τὴν αἰτίαν ἔχει· τὸ δὲ πάσχειν ἐν ἑαυτῷ τε καὶ ἐν ἄλλῳ· ἐν ἑαυτῷ μέν, τῷ πεφυκέναι ἀλλοιοῦσθαι· ἐν ἄλλῳ δέ, τῷ ὑπό τινος ἀλλοιοῦσθαι. β. Δεῖ δὲ μὴ ἀφορῶντας εἰς μόνον τὸ σχῆμα τῆς λέξεως, οὕτω κρίνειν, τί ἐστι ποιεῖν καί τί ἐστι πάσχειν· ἀλλ’ εἰς αὐτὰ τὰ πράγματα μᾶλλον. Τινὰ μὲν γὰρ καὶ τῷ πράγματι καὶ τῷ σχηματισμῷ τῆς λέξεως ἔχουσι τὸ ποιεῖν, ὡς τὸ ἰατρεύειν· τινὰ δὲ τῷ μὲν τῆς λέξεως σχήματι ποιητικά ἐστιν ἐνεργητικῶς προφερόμενα, τῷ πράγματι δὲ παθητικά.

Τοιοῦτόν ἐστι τὸ ἀδημονεῖν, καὶ αὐτὸ τὸ πάσχειν πάθος δηλοῦντα, κἂν ἐνέργειαν τῇ προφορᾷ σχηματίζωνται. Τινὰ δὲ παθητικῶς προαγόμενα, παριστῶσιν ἐνέργειαν· οἷον τὸ ἔρχεσθαι καὶ τὸ ἀγωνίζεσθαι. γ. Διαιρεῖται δὲ τὸ ποιεῖν εἴς τε τὸ θεωρεῖν, καὶ εἰς τὸ ὁμώνυμον τῷ γένει ποιεῖν, καὶ εἰς τὸ πράττειν. δ. Τὸ μὲν οὖν θεωρεῖν ἢ περὶ τὴν τῶν νοητῶν καὶ ἀμερίστων οὐσιῶν ἐπίσκεψιν νοήσεσιν ἁπλαῖς ἐνεργεῖ, ὅπερ ἐστὶ καὶ κυρίως θεωρεῖν· ἔργον δὲ τοῦτο μόνου νοός· ἢ περὶ τὰ ἀκίνητα μαθηματικὰ ποιεῖται διανόησιν· οἷόν ἐστι τὸ γεωμετρεῖν ὡρισμέναις μέν, οὐ μὴν ἁπλαῖς ἔτι χρώμενον ταῖς ἐπιβολαῖς, ἀλλὰ συνθέτοις καὶ κατὰ διέξοδον, οἷαί εἰσιν αἱ τῆς καθαρᾶς διανοίας ἐνέργειαι. Ἢ περὶ τὰς ἀεικινήτους αἰσθητὰς οὐσίας ποιεῖται τὴν θεωρίαν αἰσθήσει μετὰ λογισμοῦ χρώμενον. Οἷόν ἐστι τὸ ἀστρονομεῖν συμφώνους τοῖς φαινομένοις τοὺς λόγους ἐπιδεικνύμενον. ε. Καὶ οὕτως ἡ ὅλη τῆς θεωρίας ἐνέργεια ἄνωθεν ἀπὸ τῶν καθαρῶν νοήσεων ἐπὶ τοὺς μετ’ αἰσθήσεως λογισμοὺς προχωρεῖ. Τὸ μὲν οὖν θεωρεῖν οὕτως ἔχον ἐστί.

ϛ. Τὸ δ’ ὁμωνυμοῦν τῷ γένει ποιεῖν, ἐν τῷ τὰ μηδέ που εἶναι μετέχοντα, εἰς τὸ εἶναι ἄγειν ὑφέστηκε. Τοῦτο δὲ κυρίως καὶ ἀληθῶς, ἐν μόνῳ τῷ Θεῷ ἐστι τῷ πάντα τὰ ὄντα ἐκ μὴ ὄντων παραγαγόντι τὸ πρῶτον, καὶ αὖθις ἐξ ὄντων τὰ μὴ ὄντα παράγοντι.

Λέγονται δὲ καὶ αἱ τέχναι ποιεῖν τὰ χρήσιμα πρὸς τὴν αὐτάρκειαν τοῦ βίου παρασκευάζουσαι. ζ. Τὸ δὲ πράττειν ἐπὶ τοῦ προαιρεῖσθαι καὶ βουλεύεσθαι καὶ δογματίζειν καὶ τῶν ὁμοίων λαμβάνεται. η. Τινὲς δὲ ποιητικὰς μὲν λέγουσι τέχνας ὧν τὰ ἀποτελέσματα παραμένει μετὰ τὴν ποίησιν· ὡς ἔχει ἡ οἰκοδομικὴ καὶ ναυπηγική· πρακτικὰς δέ, ὧν τὰ ἀποτελέσματα ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχοντα, οὐ παραμένει· ὡς ἐπὶ τῆς αὐλητικῆς ἔστιν ὁρᾷν καὶ ὀρχηστικῆς. θ. Θεωρεῖται δὲ καὶ ἐν ἀψύχοις τὸ ποιεῖν, ὥσπερ δὴ καὶ τὸ πάσχειν· οἷον τὸ πῦρ θερμαίνει, καὶ ὁ κρύσταλλος ψύχει, καὶ τὸ ξύλον τέμνεται, καὶ ὁ λίθος θερμαίνεται, καὶ αὖθις ψύχεται. ι. Τοῦ πάσχειν δὲ τὸ μὲν ἔστι φθαρτικόν, ὡς τὸ καίεσθαι, τὸ δὲ τελειωτικόν, ὡς τὸ μανθάνειν καὶ γινώσκειν καὶ αἰσθάνεσθαι. ια. Εἰ δὲ τὸ ποιεῖν καὶ πάσχειν σχέσιν ἔχει πρὸς ἄλληλα, ὡς τὸ θερμαίνειν καὶ τὸ θερμαίνεσθαι· ἀλλ’ ἕκαστον χρή, καθὸ λέγεσθαι, κατὰ τοῦτο καὶ ἀνάγειν ἐπὶ τὸ γένος. Ἔστι τοίνυν καὶ τὸ ποιεῖν καθ’ αὐτὸ κεχωρισμένον τῶν πρός τι, καὶ τὸ πάσχειν ὡσαύτως. Καθάπερ δ’ ἐν δ’ οὐσίᾳ τὸ πρός τι ἐφαίνετο, κατὰ τὸ πατὴρ καὶ υἱὸς κἀν τῷ ποσῷ κατὰ τὸ ἴσον καὶ ἄνισον, κἀν τῷ ποιῷ κατὰ τὸ ὅμοιον καὶ ἀνόμοιον· οὕτω δὴ κἀν τῷ ποιεῖν καὶ τῷ πάσχειν. ιβ.

Καὶ οὐδὲν ἄτοπον τὸ αὐτὸ καὶ ἓν ὑπὸ δύο κατηγορίας τελεῖν, κατά τε τὴν καθ’ αὐτὸ ὑπόστασιν, καὶ κατὰ τὴν πρὸς ἕτερον σχέσιν νοούμενον. ιγ. Ἀλλ’ οὐδ’ ἐναντίωσιν ἔχει τὸ ποιεῖν καὶ τὸ πάσχειν πρὸς ἄλληλα, κἂν ἀντιθέτοις χρῷτο φωναῖς.

Ἐναντίωσιν μέντοι καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον ἕκαστον αὐτῶν ἐπιδέχεται. Τὸ γὰρ θερμαίνειν ἐναντίον τῷ ψύχειν· καὶ μᾶλλον ἔστι θερμαίνειν καὶ ἧττον. Καὶ πάλιν τὸ θερμαίνεσθαι ἐναντίον τῷ ψύχεσθαι· καὶ μᾶλλον θερμαίνεσθαι δυνατόν, καὶ ἧττον θερμαίνεσθαι. Τὸ δέ γε θερμαίνειν οὐκ ἠναντίωται τῷ θερμαίνεσθαι, οὔτε τὸ ψύχειν τῷ ψύχεσθαι· καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. Περὶ μὲν οὖν τοῦ ποιεῖν καὶ πάσχειν ἐπὶ τοσοῦτον εἰρήσθω. ιδ. Τὸ δ’ ἔχειν ἁπλῶς μὲν λεγόμενον ὁμώνυμος φωνή ἐστι. Περιέχει μὲν γὰρ καὶ τὴν κατηγορίαν αὐτήν· δηλοῖ δὲ καὶ ἄλλα τινά. Λέγεται γὰρ ἔχειν, ὡς ἕξιν καὶ διάθεσιν, ἢ ἄλλην τινὰ ποιότητα. Οὕτω λέγομεν ἔχειν ἐπιστήμην καὶ ἀρετήν, ἢ λευκότητα, ἢ ὠχρότητα. Ὡς ποσόν, καθὸ λέγεταί τις ἔχειν μέγεθος, τετράπηχυ τυχὸν ἢ πεντάπηχυ· ὡς τὰ περὶ σῶμα, οἷον ἱμάτιον ἔχειν ἢ χιτῶνα· ὡς ἐν μορίῳ, οἷον δακτύλιον ἔχειν ἐν χειρί· ὡς μέρος, οἷον πόδας ἔχειν καὶ χεῖρας καὶ κεφαλήν· ὡς ἐν ἀγγείῳ, καθάπερ ὁ μέδιμνος ἔχειν λέγεται τοὺς πυρούς, καὶ ὁ ἀμφορεὺς τὸ ὕδωρ· ὡς κτῆμα· λέγομεν γὰρ οἰκίαν ἔχειν ἢ ἀγρόν. Λέγεται δὲ καὶ γυναῖκα ἔχειν ὁ ἀνήρ, καὶ ἡ γυνὴ ἄνδρα. Οὗτος δ’ ὁ τρόπος ἀλλοτριώτατος ἔοικεν εἶναι τοῦ ἔχειν· οὐδὲ γὰρ ἄλλο τὸ ἔχειν ἐνταῦθα ἢ τὸ συνοικεῖν δηλοῖ. Ταῦτα μὲν περὶ τῆς τοῦ ἔχειν ὁμωνύμου φωνῆς. ιε.

Ὅθεν ἀποδιαιροῦντες τὴν κατηγορίαν τὸ ἔχειν οἱ φιλόσοφοι τῶν ἄλλων σημαινομένων, οὕτω φασίν·

Ἔχειν ἐστὶν οὐσίας περὶ οὐσίαν περίθεσις. ιϛ. Εἴ τι γοῦν σῶμα ἐπίκτητον, ὡς ἕτερον ἐν ἑτέρῳ περίκειται, πᾶν τὸ τοιοῦτον τῇ ἔχειν κατηγορίᾳ περιλαμβάνουσι. ιζ. Διὸ οὐδὲ κτήματα, ἢ ἀνδράποδα, ἢ φίλους, ἢ πατέρας, ἢ υἱούς, ἢ τὰ μέρη τοῦ σώματος, κατὰ τοῦτο τὸ γένος ἔχειν φασίν· ὅτι μηδ’ ἐν περιθέσει ταῦτά ἐστιν. ιη. Ἔνθεν τοι καὶ τὸ ἔχειν καὶ τὸ κεκτῆσθαι διαλλάττουσι κατὰ Πλάτωνα· οἷον εἴ τις ἱμάτιον πριάμενος καὶ ἐγκρατὴς ὢν μὴ φοροίη, κεκτῆσθαι μὲν λεχθείη ἄν· ἔχειν δ’ οὐδαμῶς. ιθ. Τὰ τοίνυν κατὰ τὸ κατηγορικὸν ἔχειν ἐχόμενα, ἢ κατὰ πόλεμον ἔχεται, ἢ ἐν εἰρήνῃ. κ. Καὶ τῶν κατὰ πόλεμον τὰ μὲν περικείμενά ἐστι, τὰ δὲ κατεχόμενα· καὶ τὰ μὲν φυλάγματα, τὰ δ’ ἀμυντήρια· φυλάγματα μέν, ὡς θώραξ, κράνος, ἀσπίς· ἀμυντήρια δέ, ὡς δόρυ. ξίφος, τόξον. κα. Τῶν δ’ ἐν εἰρήνῃ, τὰ μὲν διὰ κόσμον κατὰ διάφορα μέρη τοῦ σώματος ἔχεται· ὡς στέφανος, περιδέῤῥαιον, δακτύλιος, τὰ δὲ διὰ σκέπην. Καὶ τούτων τὰ μὲν περὶ τὸ πολὺ τοῦ σώματος, ὡς ἱμάτιον, τὰ δὲ περὶ μέρος, ὡς ὑποδήματα· τινὰ δὲ καὶ ὡς ὄργανα, οἷον σκέπαρνον. κβ. Τινὰ καὶ ἄλλως, ὡς κτήματα, ὡς ἀργύριον, ἢ ἄλλο τι, ὃ πολλάκις κατέχομεν. κγ. Δεῖ δὲ πᾶν τὸ κυρίως ἔχον κατὰ προαίρεσιν ἔχειν. Ὅθεν οὐδὲ κυρίως λέγοιντ’ ἂν ἔχειν τὰ ἄψυχα κατὰ τὸ σημαινόμενον τῆς κατηγορικῆς τοῦ ἔχειν φωνῆς. κδ.

Ἀντίκειται δὲ τῷ ἔχειν στέρησίς τις· ὡς λέγομεν, γυμνός, ἀνυπόδετος, ἄοπλος. Τοσαῦτα καὶ περὶ τοῦ ἔχειν. κε. Περὶ δὲ τῶν λοιπῶν κατηγοριῶν, ὡς προδήλων καὶ ἀποικίλων, ἱκανὰ καὶ ἅπερ ἐν τοῖς προηγησαμένοις ἐῤῥέθησαν.

Σχῆμα κεφαλ. κδ, περὶ τοῦ ποιεῖν καὶ πάσχειν καὶ ἔχειν. Τὸ ποιεῖν εἰς τὸ θεωρεῖν, ἤτοι νοεῖν, καὶ τὸ ποιεῖν, ἤτοι οἰκοδομεῖν, καὶ τὸ πράττειν, οἷον προαιρεῖσθαι, βουλεύεσθαι. Τοῦ πάσχειν τὸ μὲν φθαρτικόν, ὡς τὸ καίεσθαι· τὸ δὲ τελειωτικόν, ὡς τὸ μανθάνειν ἢ αἰσθάνεσθαι.

Τὸ ἔχειν ὡς ἕξιν καὶ διάθεσιν, ἢ ἄλλην ποιότητα, ὡς ποσὸν οἷον ἔχειν μέγεθος, ὡς τὰ περὶ τὸ σῶμα, οἷον ἱμάτιον, ὡς ἐν μορίῳ, ὡς δακτύλιον, ὡς μέρος, ὡς χεῖρα, ἢ πόδα, ὡς ἐν ἀγγείῳ, οἷον ὁ μέδιμνος τοὺς πυρούς· ὡς κτῆμα, οἷον ἀγρόν· ὡς γυναῖκα, ἢ ἄνδρα, ὅ ἐστι συνοικεῖν.

Τοῦ κατηγορικοῦ ἔχειν τὰ μὲν κατὰ πόλεμον τὰ μὲν περικείμενα τὰ μὲν φυλάγματα, ἐπιδιαίρεσις τὰ δὲ ἀμυντήρια. τὰ δὲ κατεχόμενα. τὰ δὲ ἐν εἰρήνῃ τὰ μὲν διὰ κόσμον, ὡς στέφανος, περιδέῤῥαιον, τὰ δὲ διὰ σκέπην τὰ μὲν περὶ τὸ πολὺ τοῦ σώματος, ὡς ἱμάτιον, τὰ δὲ περὶ μέρος, ὡς ὑποδήματα.

ΚΕΦΑΛ. ΚΕ. Περὶ τῶν ἀντικειμένων. α. Ἀντικείμενά ἐστιν, ὅσα περὶ τὸ αὐτὸ ἅμα καὶ κατὰ τὸ αὐτὸ τοῦ πράγματος ἢ πρὸς τὸ αὐτὸ ἔξωθεν ἐξεταζόμενα συνυπάρξαι οὐ δύναται. β. Ταῦτα δὲ ἢ ἐν λόγοις ἀντίκειται, ἢ ἐν πράγμασι.

Καὶ εἰ μὲν ἐν λόγοις, κατάφασίς ἐστι καὶ ἀπόφασις. Εἰ δ’ ἐν πράγμασιν ἢ κατὰ σχέσιν λέγεται. ἢ οὐ κατὰ σχέσιν. Καὶ κατὰ σχέσιν μὲν ἔστι τὰ πρός τι. Τὰ δὲ μὴ κατὰ σχέσιν λεγόμενα ἢ μεταβάλλει εἰς ἄλληλα τοῦ δεκτικοῦ δηλονότι ὑπάρχοντος, καί εἰσιν ἐναντία· ἢ οὐ μεταβάλλει εἰς ἄλληλα, καὶ ἔστιν ἕξις καὶ στέρησις. Ἡ μὲν γὰρ ἕξις μεταβάλλει εἰς στέρησιν· ἡ στέρησις δὲ εἰς ἕξιν οὐ μεταβάλλει.

Τετραχῶς τοίνυν τὰ ἀντικείμενα λέγεται, ἣ ὡς τὰ πρός τι, οἷον διπλάσιον, ἥμισυ· ἢ ὡς τἀναντία, οἷον λευκόν, μέλαν· ἢ ὡς ἕξις καὶ στέρησις, οἶον ὄψις καὶ τυφλότης, ἢ ὡς κατάφασις καὶ ἀπόφασις· οἶον, ἄνθρωπος κάθηται, ἄνθρωπος οὐ κάθηται. γ. Τὰ μὲν οὖν πρός τι καὶ συνεισάγουσιν ἄλληλα καὶ συναναιροῦσι καὶ αὐτὰ ἅπερ εἰσί, τῶν ἀντικειμένων αὐτοῖς εἶναι λέγεται· ἢ ὁπωσοῦν ἄλλως πρὸς αὐτά. δ. Τὰ δ’ ἐναντία ἢ εἴδη καὶ ἄμφω εἰσίν, ὡς λευκὸν καὶ μέλαν, ψυχρόν τε καὶ θερμὸν καὶ τὰ ὅμοια· ἢ θάτερον θατέρου ἐσχάτη ἀπόπτωσίς ἐστιν, ὡς δειλία καὶ ἀδικία. Ἡ μὲν γὰρ τῆς ἀνδρίας, ἡ δὲ τῆς δικαιοσύνης τελέως ἐξέπεσον. Καὶ ὅλως τὸ κακόν, εἶδος μὲν καὶ ὅρος οὐκ ἔστιν· ἔκπτωσις δὲ τελεῖα τοῦ ἀγαθοῦ. ε. Ὅταν μὲν οὖν αὐτὸ σκοπῶμεν ὡς πεφυκός, ἀνακάμπτειν πρὸς τὸ εἶδος, ἐναντίον ἐστίν· ὅταν δὲ μηδαμῶς ἀνακάμπτειν δύνηται, τότε λέγεται στέρησις.

ϛ. Ἔτι τῶν ἐναντίων τὰ μὲν ἔστιν ἄμεσα, τὰ δὲ μεσωτά, εἴτουν ἔμμεσα. ζ. Καὶ ἄμεσα μὲν ἔστιν, ὧν ἐξ ἀνάγκης θάτερον ὑπάρχει τῷ δεκτικῷ· ἔμμεσα δέ, ὧν οὐκ ἐξ ἀνάγκης ὑπάρχει θάτερον. η. Τῶν δ’ ἀμέσων ἐναντίων τὰ μὲν ἔστιν οὐσιώδη, τὰ δ’ ἐπουσιώδη. θ. Καὶ οὐσιώδη μέν, ὡς ἐπ’ ἀριθμοῦ, τὸ ἄρτιόν τε καὶ περιττόν. Οὐδὲ γὰρ δυνατὸν ἐπινοῆσαι κεχωρισμένον τοῦ ἀρτίου τὸν ἀριθμόν, ἢ τοῦ περιττοῦ τὸν ἑπτά. Διὰ τοῦτο καὶ οὐσιώδη λέγεται. Ἄρτιος δέ ἐστιν ὁ δίχα διαιρούμενος ἀριθμός. Ὁ δὲ μὴ διαιρούμενος δίχα, λέγεται περιττός. Τὰ μὲν οὖν οὐσιώδη τῶν ἀμέσων ἐναντίων τοιαῦτα. ι. Τὰ δ’ ἐπουσιώδη εἰσίν, ὅσα δύναται χωρὶς τῆς φθορᾶς τοῦ δεκτικοῦ γίνεσθαί τε καὶ ἀπογίνεσθαι· οἷον ὑγίεια καὶ νόσος. Ἐνταῦθα δὲ νόσον ἐκληπτέον τὴν ὁποιανδήτινα τῆς φύσεως ὑποπίπτουσαν αἰσθήσει παρατροπήν. Οὕτω μὲν οὖν τῶν ἐναντίων τὰ ἄμεσα. ια. Τῶν δ’ ἐμμέσων λεγομένων καὶ μεσωτῶν, ἢ ἀμφότερα δύναται ἀπεῖναι τοῦ ὑποκειμένου· ὡς τὸ λευκὸν καὶ τὸ μέλαν τοῦ Σωκράτους· δυνατὸν γὰρ εἶναι τὸν Σωκράτην μήτε μέλανα, μήτε λευκόν, ἀλλ’ ὠχρὸν ἢ φαιόν· ἢ θάτερον μὲν τῶν ἐναντίων ἄπεστι, τὸ δὲ λοιπὸν πάντως ὑπάρχει, διὰ τὸ προκατειλῆφθαι τὸ εἶδος ὑπ’ ἐκείνου. Οἷον τὸ μὲν λευκὸν ὑπάρχει κύκνῳ καὶ χιόνι καὶ τιτάνῳ, ἄπεστι δὲ τὸ μέλαν· κόρακι δὲ καὶ ἐβένῳ καὶ πίσσῃ τὸ μέλαν ὑπάρχει, ἄπεστι δὲ τὸ λευκόν. ιβ.

Τὸ μέσον δὲ τῶν ἐμμέσων ἐναντίων ἢ καὶ ἀμφοτέρων μετέχει τῶν ἄκρων, ὅτε καὶ κατωνόμασται, ὡς τὸ χλιαρόν· ἢ οὐδετέρου τῶν ἄκρων, ὅτε καὶ ἀκατονόμαστόν ἐστι, μόνῃ τῇ τῶν ἄκρων ἀποφάσει δηλούμενον· ὡς τὸ μέσον τοῦ δικαίου καὶ ἀδίκου.

Λέγεται γὰρ τοῦτο οὐδὲ δίκαιον, οὐδὲ ἄδικον· τοιοῦτον τὸ βρέφος, οὔτε δίκαιον οὔτε ἄδικον. ιγ. Τινὲς δὲ τῶν νεωτέρων μέσον ἀγαθοῦ καὶ κακοῦ θεωρούμενον ὁπωσοῦν ἐκάλεσαν ἀδιάφορον. ιδ. Ἀρχύτας δὲ κἀν τοῖς πρός τι μεσότητος δείκνυσι.

Μεταξὺ γὰρ δεσπότου καὶ δούλου τίθησι τὸ ἐλεύθερον· καὶ μείζονος καὶ ἐλάττονος τὸ ἴσον· καὶ πλατέος καὶ στενοῦ τὸ ἐφαρμόζον. ιε. Ἐπιστητέον δ’ ὅτι τῶν ἐναντίων αἱ περιοχαὶ πρός τί εἰσι. Τὸ γὰρ ἐναντίον ἐναντίῳ ἐναντίον· τὰ δὲ περιεχόμενα οὐ κοινωνοῦσι τοῖς πρός τι.

ιϛ. Ἔτι τῶν ἐμμέσων ἐναντίων τὰ μὲν ἓν ἔχει μέσον, τὰ δὲ πολλά. Θερμὸν γὰρ καὶ ψυχρὸν ἓν ἔχει μέσον μόνον τὸ χλιαρόν· λευκὸν δὲ καὶ μέλαν ἔχει τὸ φαιόν, τὸ ὠχρόν, τὸ ξανθόν, τὸ ἐρυθρόν, τὸ πυῤῥόν, καὶ ἕτερα. ιζ. Τρία δέ τινα τοῖς ἐναντίοις παρέπεται. ιη. Πρῶτον, ὅτι τὸ μὲν ἀγαθὸν ἐναντίον τῷ κακῷ· τὸ δὲ κακὸν τῷ τε ἀγαθῷ καὶ ἄλλῳ κακῷ. Οἷον ἐναντία μὲν ἡ σωφροσύνη τῇ τε ἀκολασίᾳ καὶ ἠλιθιότητι κακίαι γὰρ καὶ ἄμφω· ἡ δ’ ἀκολασία ἐναντιοῦται μὲν καὶ τῇ σωφροσύνῃ, ἐναντιοῦται δὲ καὶ τῇ ἠλιθιότητι. ιθ. Καὶ οὐκ ἔστιν ἄδικος ἡ φύσις, δύο ἐναντία ἐνὶ ἀντιτάξασα. Ἓν γὰρ ἀντιτέτακται τῷ ἑνί, ἡ συμμετρία τῇ ἀσυμμετρίᾳ. Ἡ μὲν γὰρ σωφροσύνη μεσότης οὖσα, συμμετρία ἐστίν· ἡ δ’ ἠλιθιότης καὶ ἡ ἀκολασία ἄκρα οὖσαι, ἀσυμμετρίαι εἰσίν. Ἡ μὲν γάρ ἐστιν ὑπερβολή, ἡ δ’ ἔλλειψις. Ἐναντιοῦται γοῦν ἡ συμμετρία τῇ ἀσυμμετρίᾳ, ὡς ἀγαθὸν κακῷ· τὰ δ’ ἄκρα ἐναντιοῦται ἀλλήλοις, ὅτι πλεῖστον ἀπ’ ἀλλήλων διέστηκε. κ. Καὶ τῷ μὲν κακῷ ἐναντιοῦται κακόν· τὸ δ’ ἀγαθὸν οὐκ ἔστιν ἐναντίον τινὶ ἀγαθῷ· ἓν γάρ ἐστι τὸ ἀγαθὸν καὶ ἁπλοῦν· τὸ δὲ κακὸν ποικίλον τε καὶ πολυσχιδές. κα. Δεύτερον τῶν ἐναντίων παρακολούθημα, ὅτι τἀναντία δύναται συνυπάρχειν ἀλλήλοις ἐν γένει καὶ εἴδει· γένει μέν, ὡς τῷ ζώῳ, εἴδει δέ, ὡς τῷ ἀνθρώπῳ.

Λέγομεν γὰρ τῶν ζώων τὰ μὲν εἶναι λευκά, τὰ δὲ μέλανα· καὶ τῶν ἀνθρώπων τοὺς μὲν ὑγιαίνειν, τοὺς δὲ νοσεῖν. Ἐν ἀτόμῳ δὲ τἀναντία συνυπάρχειν ἀλλήλοις καθ’ ἕνα τόπον οὐ δύναται. Καὶ γὰρ οὐκ ἔστι τὸν Σωκράτην ὑγιαίνειν καὶ νοσεῖν ἅμα· ἢ καθ’ ἓν μόριον, ἐν ταυτῷ θερμαίνεσθαί τε καὶ ψύχεσθαι. κβ. Τρίτον, ὅτι τἀναντία ἢ ὑπὸ τὸ αὐτὸ γένος εἰσίν, ὡς τὸ λευκὸν καὶ τὸ μέλαν ὑπὸ τὸ χρῶμα· ἢ ὑπὸ τἀναντία γένη, ὡς δικαιοσύνη καὶ ἀδικία, ὑπὸ τὴν ἀρετήν, καὶ ὑπὸ τὴν κακίαν· ἢ αὐτὰ δὴ τἀναντία γένη εἰσίν, ὡς τὸ καθόλου ἀγαθὸν καὶ τὸ καθόλου κακόν. Ταῦτα γὰρ ἐναντία ὄντα γένη εἰσίν. κγ. Εἰδέναι δὲ δεῖ, ὅτι τῶν ἀλλήλοις ἐναντίων ἓν τὸ ἀνωτάτω γένος ἐστίν. Οὔτε γὰρ ἡ ἀρετὴ καὶ ἡ κακία πρῶτα γένη εἰσίν, ἄνω γὰρ αὐτῶν ἕξις τε καὶ διάθεσις· οὔτε τὸ καθόλου ἀγαθόν, καὶ τὸ καθόλου κακόν· ἀλλὰ καὶ ταῦτα συνάπτονται ἢ συνάγονται τῷ ποιῷ. Καὶ ἔστι τὸ ποῖον γένος πάντων αὐτῶν γενικώτατον. Τοσαῦτα περὶ ἐναντίων. κδ. Ἕξις δὲ καὶ στέρησις λέγεται πολλαχῶς.

Καθ’ ἕνα μὲν γὰρ τρόπον ἕξις λέγεται ἡ τοῦ ἔχοντος καὶ τοῦ ἐχομένου ἐνέργεια. κε. Ἕξις γὰρ ἱματίου λέγεται, ὅταν ὁ μὲν ἔχῃ, τὸ δ’ ἔχηται ὑπὸ τοῦ ἔχοντος. Καὶ ἕξιν ὅπλων εἶπέ που Πλάτων ἐπὶ τοῦ ἔχοντος ὅπλα.

κϛ. Καθ’ ἕτερον δὲ τρόπον ἕξεις λέγομεν τὰς ἐπικτήτους ποιότητας, ἐμμόνους γεγονυίας· τάς τε φυσικὰς καὶ τὰς κατ’ ἐπιστήμην ἢ τέχνην, καθ’ ἃς οἱ ἐν αὐταῖς ἑκτικοὶ λέγονται. Κατὰ τοῦτο δὴ καὶ τὰς τελείας ἀρετὰς ὀνομάζομεν ἕξεις. κζ. Ἕξις καλεῖται καὶ ἡ φυσικὴ κατασκευή, ὅταν ἔμμονος ᾖ, ὥσπερ σωματικάς τινας ἕξεις καὶ ψυχικὰς νοοῦμεν ἐπί τινων· καὶ ἀρετὰς ἢ κακίας ἐκ φύσεως εἴτουν κράσεως. κη. Λέγουσί τινες ἕξιν καὶ τὴν τῆς φύσεως ἐπιτηδειότητα. κθ. Λέγουσι καὶ τὴν φυσικὴν δύναμιν· ὡς τοῦ πυρὸς τὸ θερμαίνειν, ὅτε μὴ θερμαίνοι, καὶ τὴν ὄψιν τοῦ καθεύδοντος. λ. Ἔτι δὲ μᾶλλον ἡ τελικὴ ἐνέργεια ἕξις ἐστίν· ὡς ἡ ὅρασις ἡ ἤδη ὁρῶσα, καὶ ἡ θερμότης ἡ ἤδη θερμαίνουσα. λα. Πολλαχῶς οὖν τῆς ἕξεως λεγομένης, πολλαχῶς καὶ ἡ στέρησις λέγεται καταλλήλως τῇ ἕξει λαμβανομένη. Ἡ μὲν γὰρ ἕξις ἀπὸ τοῦ ἔχειν εἴληπται· ἡ δὴ στέρησις ἀέχειά τίς ἐστιν. λβ. Ἀντίκειται γοῦν τῷ πρώτῳ σημαινομένῳ τῆς ἕξεως ἡ στέρησις τοῦ ἱματίου καὶ τοῦ ὅπλου. λγ. Τῷ δευτέρῳ ἡ τῶν ἐπικτήτων ποιοτήτων ἀποβολή. λδ. Τῷ τρίτῳ, τῆς φυσικῆς κατασκευῆς ἡ μετατροπή. λε.

Τῷ τετάρτῳ, ἢ ὅπερ οὐδόλως πέφυκεν ἔχειν τὸ γένος, ὡς λέγομεν τὸ μὲν βρέφος ἔχειν ἐπιτηδειότητα πρὸς τὸ δέξασθαι τὴν γραμματικήν· ἐστερῆσθαι δὲ τῆς ἐπιτηδειότητος ταύτης τὴν πλάτανον ὅτι καὶ τὸ ἅπαν φυτόν· ἢ ὅπερ τὸ γένος μὲν πέφυκεν ἔχειν, τί δὲ τῶν εἰδῶν οὐκ ἔχει· ὡς τὸ ζῶον μὲν ἔχει ἐπιτηδειότητα τοῦ ὁρᾷν, ὁ δ’ ἀσπάλαξ ταύτης ἐστέρηται.

λϛ. Τῷ πέμπτῳ, ἡ ἀποβολὴ τῆς καθ’ ἕξιν δυνάμεως. λζ. Τῷ ἕκτῳ καὶ τελευταίῳ, τῆς τελικῆς ἐνεργείας ἡ στέρησις. λη. Κυρίως δὴ καθ’, ἕξιν καὶ στέρησιν ἀντίθεσις ἐπὶ μόνων λαμβάνεται τῶν κατὰ φύσιν προσόντων τῷ εἴδει παντί. λθ. Αὕτη δὲ χαρακτηρίζεται τοῖς τρισὶ τούτοις, ὅπερ πέφυκεν ἔχειν, καὶ ὅτε πέφυκεν ἔχειν καὶ ἔνθα πέφυκεν ἔχειν. Οὔτε γὰρ ἂν τὸν λίθον εἴποιμεν εἶναι τυφλόν· ἐπείπερ οὐ πέφυκεν ἔχειν ὅρασιν· οὔτε τὸ ἀρτιγενὲς βρέφος κυρίως νωδόν, διὰ τὸ μὴ πεφυκέναι κατὰ τὸν καιρὸν τοῦτον ἔχειν ὀδόντας· οὔτε τις λέγοιτο τυφλός, ὅτι μὴ ὁρῴη τῷ ποδί· καὶ γὰρ ὁ ποῦς ἀνεπίδεκτος ὄψεως. Τότε τοιγαροῦν κυρίως στέρησις λέγεται, ὅτε φύσις δεκτικὴ τῆς ἕξεως, κατὰ τὸν ἐπιτήδειον χρόνον, ἐν μορίῳ τῷ πρέποντι, τῆς ἕξεως ταύτης ἐστέρηται· ὡς ὁ ἐκ γενετῆς τυφλὸς ἢ ὁ διά τι πάθος ὑποστὰς ἀβλεψίαν ἀνίατον. μ. Αὕτη δὲ ἡ στέρησις καὶ τοῦ δυνάμει ἐστίν. Εἰ γὰρ οὐκ ἦν τοῦ δυνάμει, ἤγετ’ ἂν εἰς τὸ ἐνεργείᾳ ποτέ. μα. Οὐ λέγεται δέ ποτε στέρησις τοῦ κακοῦ τε καὶ βλαβεροῦ, ἀλλὰ τοῦ ἀγαθοῦ καὶ χρησίμου. μβ. Χρὴ δὲ μὴ πρὸς τὴν λέξιν ἀφορῶντας, κρίνειν τὴν στέρησιν. Τινὰ μὲν γὰρ καὶ τοὔνομα καὶ τὸ πρᾶγμα στερητικὸν ἔχει· ὥσπερ τὸ ἀναίσθητος ἐπὶ τοῦ ἀποπλήκτου λεγόμενον. Τινὰ δὲ τὸ μὲν ὄνομα στερητικὸν ἔχει, τὸ πρᾶγμα δὲ οὐδαμῶς· ὡς τὸ ἀσώματον καὶ ἀθάνατον.

Τινὰ δὲ τὸ πρᾶγμα μὲν ἔχει στερητικόν, οὐ μὴν ἤδη καὶ τοὔνομα· ὡς τυφλὸς καὶ κωφός. Ταῦτα περὶ ἕξεως καὶ στερήσεως. μγ. Κατάφασις δὲ καὶ ἀπόφασις τοῦ αὐτοῦ καὶ ἑνὸς πράγματος ἀπαρτίζουσι τὴν ἀντίφασιν. Ἀντίφασις δέ ἐστιν ἡ ἀντικειμένη φάσις. μδ. Κατάφασις μὲν οὖν ἐστι τὸ εἰπεῖν τί τινι ὑπάρχει· οἷον, Πέτρος περιπατεῖ· ἤγουν ὑπάρχει τῷ Πέτρῳ τὸ περιπατεῖν. Ἀπόφασις δὲ τὸ εἰπεῖν τί τινι οὐχ ὑπάρχει· οἷον, Πέτρος οὐ περιπατεῖ· ἤγουν τῷ Πέτρῳ οὐχ ὑπάρχει τὸ περιπατεῖν. με. Κατάφασις μὲν οὖν καὶ ἀπόφασις διαιρεῖν δύναται τὸ ψεῦδος καὶ τὴν ἀλήθειαν.

μϛ. Τὰ δ’ ἄλλως ἀντικείμενα τοῦτο οὐ δύναται. Φωναὶ γάρ εἰσιν ἁπλαῖ, καὶ οὔτε ἀληθεύουσιν, οὔτε ψεύδονται, καθ’ αὑτὰ δηλαδὴ προφερόμενα· συμπλακέντα δὲ δύναταί ποτε, καθὸ καταφάσεις διαιρῆσαι τὴν ἀλήθειαν καὶ τὸ ψεῦδος ἐπί τινων ὄντων· ἐπὶ μὴ ὄντων δὲ οὐδαμῶς. Οἷον Σωκράτης ὑγιαίνει, Σωκράτης νοσεῖ. Ὄντος μὲν γὰρ τοῦ Σωκράτους, ἔσται τὸ μὲν ἀληθὲς τὸ δὲ ψεῦδος· μὴ ὄντος δέ, ἀμφότερα ψευδῆ· μὴ ὢν γὰρ ὁ Σωκράτης, οὔθ’ ὑγιαίνει οὔτε νοσεῖ. μζ. Καὶ οὕτω δὲ μετὰ συμπλοκῆς τὰ τοιαῦτα τῶν ἀντικειμένων προφερόμενα, οὐδ’ ἐπὶ πάντων τῶν ὄντων, τὴν ἀλήθειαν καὶ τὸ ψεῦδος διαχωρίζουσιν.

Οὐδὲ γὰρ ἂν ἡ ψυχὴ δεξιὰ ἢ ἀριστερὰ λεχθείη ποτέ· οὐδὲ τὸ ἀρτιγέννητον παιδίον, νωδὸν ἢ ὀδόντας ἔχον· οὐδὲ μέλας ἢ λευκὸς ὁ ἀήρ. μη. Ἡ δὲ κατάφασις καὶ ἡ ἀπόφασις ἐπὶ πάντων τῶν ὄντων τε καὶ μὴ ὄντων διαιροῦσι τὴν ἀλήθειαν καὶ τὸ ψεῦδος ἀεί. Ἐὰν γὰρ εἴπωμεν, Ὁ ἀὴρ μέλας ἐστίν, ὁ ἀὴρ μέλας οὐκ ἔστι· διείλομεν τὴν ἀλήθειαν καὶ τὸ ψεῦδος. Ψεῦδος μὲν γάρ, ὅτι μέλας ἐστὶν ὁ ἀήρ, ἐπείπερ καὶ ἀχρωμάτιστος· ἀληθὲς δέ, ὅτι οὐκ ἔστι μέλας. Εἰ γὰρ χρῶμα τὸ μέλαν, ὁ μὴ ἔχων χρῶμα μέλας οὐκ ἔστιν· ὥσπερ οὐδὲ λευκὸς ἢ κεχρωσμένος ὅλως. Οὕτω δὴ κἂν εἴπωμεν· Σωκράτης νοσεῖ, Σωκράτης οὐ νοσεῖ, διαιροῦμεν τὴν ἀλήθειαν καὶ τὸ ψεῦδος· κἄν τε εἴη ὁ Σωκράτης κἄν τε μὴ εἴη. Εἰ μὲν γάρ ἐστιν, ἢ νοσεῖ, ἢ οὐ νοσεῖ. Εἰ δ’ οὐκ ἔστι, πάντως οὐδὲ νοσεῖ. Κἀπὶ τῶν μηδὲ τὴν ἀρχὴν ὑποστάντων ὡσαύτως· οἷον, Κένταυρός ἐστι, κένταυρος οὐκ ἔστι. Τὸ μὲν γὰρ ἓν ἐξ αὐτῶν ἀληθές, τὸ δὲ ἕτερον ψεῦδος ἐξ ἀνάγκης.

Σχῆμα κεφαλ. κε, περὶ τῶν ἀντικειμένων. Τὰ ἀντικείμενα ἢ ἐν λόγοις, καὶ ποιεῖ κατάφασιν καὶ ἀπόφασιν, οἷον, κάθηται, οὐ κάθηται. ἢ ἐν πράγματι ἢ κατὰ σχέσιν, καὶ ποιεῖ τὰ πρός τι, ὡς, πατήρ, υἱός. ἢ οὐ κατὰ σχέσιν ἢ μεταβάλλει εἰς ἄλληλα τοῦ δεκτικοῦ ὑπάρχοντος, καὶ ποιεῖ τὰ ἐναντία, ὡς θερμὸν καὶ ψυχρόν· ἢ οὐ μεταβάλλει εἰς ἄλληλα, καὶ ἔστιν ἕξις καὶ στέρησις, ὡς ὄψις καὶ τυφλότης.

Τὰ ἀντικείμενα ἢ ὡς κατάφασις καὶ ἀπόφασις, ἢ ὡς τὰ πρός τι, ἢ ὡς τὰ ἐναντία, ἢ ὡς ἕξις καὶ στέρησις. τὰ ἐναντία ἢ εἴδει καὶ ἄμφω εἰσίν, ὡς ψυχρὸν καὶ θερμόν· ἢ θάτερον θατέρου ἐσχάτη ἀπόπτωσις, ὡς δικαιοσύνη καὶ ἀδικία.

Τῶν ἐναντίων τὰ μὲν ἔστιν ἄμεσα τὰ μὲν οὐσιώδη, ὡς περιττὸς καὶ ἄρτιος· τὰ δ’ ἐπουσιώδη, ὡς νόσος καὶ ὑγίεια. τὰ δὲ μεσωτὰ εἴτουν ἢ ἀμφότερον δύναται ἀπεῖναι τοῦ ὑποκειμένου, ὡς ἔμμεσα τὸ λευκὸν καὶ μέλαν τοῦ Σωκράτους· ἢ θάτερον μὲν τῶν ἐναντίων ἄπεστι, τὸ δὲ λοιπὸν πάντως ὑπάρχει διὰ τὸ προκατειλῆφθαι τὸ εἶδος ὑπ’ ἐκείνου, ὡς τῷ πυρὶ ἡ θερμότης.

Τῶν ἐμμέσων ἐναντίων τῶν μὲν τὸ μέσον ἑκατέρου μετέχει τῶν ἄκρων, ὡς τὸ χλιαρόν· τῶν δὲ τὸ μέσον οὐδετέρου μετέχει τῶν ἄκρων, ὡς τὸ μέσον τοῦ δικαίου καὶ τοῦ ἀδίκου, οὔτε δίκαιον οὔτε ἄδικον. Ἔτι τῶν ἐμμέσων τὰ μὲν ἔχει μέσον, ὡς τὸ θερμὸν καὶ τὸ ψυχρόν, τὸ χλιαρόν· ἐναντίων τὰ δὲ πλείω, ὡς μέσον λευκοῦ καὶ μέλανος, τὸ φαιόν, τὸ πυῤῥόν, τὸ ξανθόν, καὶ ἄλλα.

Ἡ ἕξις ἡ τοῦ ἔχοντος καὶ τοῦ ἐχομένου ἐνέργεια, ὡς ἕξις ἱματίου ἢ ὅπλου· ἡ ἐπίκτητος ποιότης, ὅταν ἔμμονος ᾖ, ὡς ἐπιστήμη καὶ ἀρετή· ἡ φυσικὴ κατασκευή, εἴτουν κρᾶσις, ὅταν ἔμμονος ᾖ· ἡ τῆς φύσεως ἐπιτηδειότης· ἡ φυσικὴ δύναμις, ὡς τοῦ πυρὸς τὸ θερμαίνειν· ἡ ὅτε μὴ θερμαίνῃ· καὶ ἡ ὄψις τοῦ καθεύδοντος· ἡ τελικὴ ἐνέργεια, ὡς ἡ ὅρασις ἡ ἤδη ὁρῶσα.

Ἡ στέρησις ἡ στέρησις τοῦ ἱματίου καὶ τοῦ ὅπλου· ἡ ἀποβολὴ τῶν ἐπικτήτων ποιοτήτων· ἡ μετατροπὴ τῆς φυσικῆς κατασκευῆς· ἢ ὅπερ οὐδόλως πέφυκεν ἔχειν τὸ γένος, ὡς ἡ πλάτανος δυνάμει γραμματικήν· ἢ ὅπερ πέφυκεν ἔχειν τὸ γένος, τί δὲ τῶν εἰδῶν οὐκ ἔχει, ὡς ὁ ἀσπάλαξ τὴν ὅρασιν. ἡ ἀποβολὴ τῆς καθ’ ἕξιν δυνάμεως· ἡ στέρησις τῆς τελικῆς ἐνεργείας.