Ἔργον
Νικηφόρος Βλεμμύδης – Γεωγραφικὴ ὑφήγησις
Εισαγωγή, ωκεανογραφία και διαίρεση της γης
Προοίμιο του έργου, καταγραφή των ονομασιών του ωκεανού, των πελαγών και των κόλπων, καθώς και η τριμερής διαίρεση της οικουμένης.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Εισαγωγή, ωκεανογραφία και διαίρεση της γης
Προοίμιο του έργου, καταγραφή των ονομασιών του ωκεανού, των πελαγών και των κόλπων, καθώς και η τριμερής διαίρεση της οικουμένης.
ΤΟΥ ΣΟΦΩΤΑΤΟΥ ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΒΛΕΜΜΙΔΟΥ ΓΕΩΓΡΑΦΙΑ ΣΥΝΟΠΤΙΚΗ. Βουλόμενος δὴ ὡς ἐν συντόμῳ πᾶσαν τὴν οἰκουμένην ζωγραφῆσαι τῷ λόγῳ, καὶ δεῖξαί σοι, ποταπῶς κεῖται αὐτὴ καὶ εἰς πόσα μεμέρισται καὶ τίνα γένη καὶ πόλιες καὶ ποταμοί εἰσιν ἐπ’ αὐτῇ, ᾠήθην δεῖν πρῶτα ἐκ τοῦ ὠκεανοῦ ἄρξασθαι τοῦ βαθυρρόου, ὡς κύκλῳ αὐτοῦ περιέχοντος πᾶσαν τὴν οἰκουμένην, οἷάπερ νῆσον σφενδόνῃ ἐοικυῖαν. Τοῦ γὰρ πρὸς δυσμὰς τὸ τῆς ἑῴας πλατύτερόν ἐστι μέρος. Καὶ δὴ ἄρχομαι, σὺ δὲ καλῶς ἄκουε. Καὶ πρῶτον Περὶ τοῦ ὠκεανοῦ.
Οὗτος ὁ ὠκεανὸς εἷς ὢν καὶ κύκλῳ περιφερόμενος τέσσαρας ἔσχεν ὁ αὐτὸς τὰς ἐπωνυμίας. Καὶ πρὸς μὲν τὸ τέλος τοῦ ζεφύρου Ἄτλας ἑσπέριος καλεῖται· πρὸς δὲ τὸν βορρᾶν, ὅπου καὶ τὸ τῶν Ἀριμασπῶν γένος οἰκεῖ, Κρόνιος πεπηγὼς, πρὸς δὲ τὴν ἑώαν ἠῷος καὶ Ἰνδικὸς, πρὸς δὲ τὸν νότον, ὅπου ἡ γῆ κεκαυμένη ἐστὶν ὑπὸ τῆς τοῦ ἡλίου θερμότητος, Ἐρυθραῖος καὶ Αἰθιόπιος καλεῖται.
Ἔχει δὲ καὶ τέσσαρας πόρους σὺν τούτοις, οἵτινες τέσσαρας ἀποτίκτουσι θαλάσσας· τὴν μὲν πρώτην πρὸς δυσμὰς, τὴν δευτέραν δὲ ἐπ’ ἀνατολὰς, τὴν δὲ τρίτην πρὸς βορρᾶν, τὴν δὲ τετάρτην πρὸς νότον. Καὶ ἡ μὲν οὖσα πρὸς ἀνατολὰς Περσικὴ καλεῖται καὶ ἔστι σφαιροειδὴς, ἡ δὲ πρὸς νότον Ἀραβικὴ, ἐπιμήκης δέ ἐστιν αὕτη, ἐνίας ἔχουσα νήσους, ἡ δὲ πρὸς βορρᾶν σφαιροειδής ἐστι καὶ πάνυ μεγίστη, Ὑρκανικὴ δὲ καὶ Κασπία καλεῖται, ἡ δὲ πρὸς δυσμὰς ἐπιμήκης ἐστὶ καὶ πάνυ μεγίστη· φθάνει γὰρ ἐπὶ τοῦ Κασίου ὄρους μέχρι τῆς Συρίας. Μία δὲ οὖσα καὶ αὐτὴ πολλὰ ἔσχεν ὀνόματα· καὶ ἐπὶ μὲν τῶν Ἡρακλεωτικῶν στηλῶν, τῆς τε Ἀβίνης τε καὶ Ἀλύβης, ὁ ἀναμεταξὺ τῆς τε Εὐρώπης τε καὶ Λιβύης πόντος Ἰβηρικὸς καλεῖται· ὁ δὲ μετὰ τοῦτον Γαλατικὸς πρὸς τὸν βορρᾶν· πρὸς γὰρ τὸν νότον ὁ Σαρδόνιος πόντος ἐστί· μετὰ δὲ τὸν Γαλατικὸν ὁ Λιγυστικὸς πόντος ἐστί· μετὰ δὲ τὸν Λιγυστικὸν ὁ Τυρσηνικός· μετὰ δὲ τὸν Τυρσηνικὸν ὁ Σικελικὸς, καὶ ἔστι μέχρι τῆς Καλαβρίας, ἐξ ἐναντίας τῆς μικρᾶς Σύρτιδος. Μετὰ δὲ τὸν Σικελικὸν πόντον ὁ Ἀδρίας πόντος ἐστὶν, ὅστις καὶ Ἰώνιος καλεῖται· ἔστι δὲ οὗτος πρὸς τὸν βορρᾶν, κλίνων ὀλίγον πρὸς δυσμάς.
Πρὸς δὲ τὴν μεγάλην Σύρτιν ἔσω τῆς Λιβύης ὁ Λιβυκὸς πόντος ἐστί. Μετὰ δὲ τοῦτον ἕτεροι δύο πόντοι γεγόνασιν, ὁ μὲν πρὸς νότον, ὁ δὲ πρὸς βορρᾶν. Καὶ ὁ μὲν πρὸς βορρᾶν Σιδονία καλεῖται καὶ Ἰσσικὸς κόλπος· ἔστι δὲ ὅπου ἡ Ἰσσὸς πόλις κεῖται. Ὁ δὲ πρὸς νότον Φαρίη καλεῖται· ἔστι δὲ ὅπου τὸ Κάσιον ὄρος ἐστίν. Ὑπεράνω δὲ τῆς νήσου τῆς Κρήτης πρὸς μὲν τὴν δύσιν Κρητικὸν πέλαγος καλεῖται· πρὸς δὲ τὴν ἀνατολὴν Μυρτῷον· πρὸς δὲ τὸν βορρᾶν εἰς τὸ μέσον τούτων εἰσὶν αἱ Κυκλάδες νῆσοι. Ὑπεράνω δὲ τῶν νήσων Αἰγαῖον πέλαγος καλεῖται, καὶ ἔρχεται μέχρι τῆς Τενέδου τῆς νήσου. Ἀπὸ δὲ τῆς Τενέδου ἐρχόμενος πρὸς τὸν βορρᾶν οὗτος ὁ ἐπιμήκης ἰσθμὸς Ἑλλήσποντος καλεῖται. Τὸ δὲ ὑπὲρ τούτου σφαιροειδὲς Προποντὶς λέγεται. Ὁ δὲ ἐπιμήκης ἰσθμὸς ὑπὲρ τῆσδε Βόσπορος λέγεται. Τὸ δὲ ἑξῆς ἄνω πρὸς τὸν βορρᾶν μέρος Εὔξεινος καὶ Ποντικὸς πόντος καλεῖται καὶ ἐκτείνεται μᾶλλον πρὸς τὴν ἀνατολήν. Τὸ δὲ ὑπὲρ τούτου Μαιῶτις λέγεται λίμνη, ἧς ὑπεράνω οὐκ ἔστι τις ἄλλη θάλασσα, ἀλλὰ ποταμὸς ὁ καλούμενος Τάναϊς, ὃς εἰς αὐτὴν τὴν Μαιώτιδα ἐκ τῶν Σκυθικῶν ὀρέων εἰσέρχεται.
Καὶ ταῦτα μὲν περὶ τῶν τοῦ ὠκεανοῦ κόλπων.
Περὶ τῆς διαιρέσεως τῆς γῆς. Ἡ γῆ δὲ μεμέρισται εἰς τρία, εἰς Λιβύην, εἰς Εὐρώπην καὶ εἰς Ἀσίαν. ΕΥΡΩΠΗ. Τάναϊς ποταμ. ἡ ἔσω θάλασσα. ΑΣΙΑ. ΛΙΒΥΗ. Νεῖλος ποταμ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.