Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Γεωγραφικὴ ὑφήγησις

Νικηφόρος Βλεμμύδης

Γεωγραφία της Λιβύης και της Αιγύπτου

Περιγραφή της μορφολογίας και των εθνών της Λιβύης, η πορεία του ποταμού Νείλου και αναλυτική καταγραφή των χαρακτηριστικών και των πόλεων της Αιγύπτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 2 από 9

Περὶ τῆς Λιβύης. Καὶ ἡ μὲν Λιβύη τετράπλευρος οὖσα κεῖται πρὸς νότον. Καὶ χωρίζει αὐτὴν ἀπὸ τῆς Εὐρώπης τὰ Γάδειρα καὶ ἀπὸ τῆς Ἀσίας τὸ στόμα τοῦ Νείλου, τὰ μὲν πρὸς δύσιν, τὰ δὲ πρὸς ἀνατολήν. Ἔστι δ’ αὐτὴ ψαμμώδης τε καὶ μελάγγεως καὶ διψώδης τε καὶ κατάξηρος· διὸ καὶ οἱ κατοικοῦντες αὐτὴν παρδαλῆν ὀνομάζουσι διὰ τὴν ταύτης ποικιλότητα. Λέγεται δὲ αὐτὴ καὶ Καρχηδὼν καὶ Ἀφρική.

Περὶ τῶν ἐθνῶν τῆς Λιβύης. Ἄκουσον δὲ τὰ ἔθνη τῆσδε ὁπόσα εἰσίν. Ἐπὶ μὲν τὴν ἐσχάτην γωνίαν τοῦ ταύτης τετραπλεύρου σχήματος, πλησίον τῶν Ἡρακλείων στηλῶν οἱ Μαυρούσιοί εἰσι, καὶ οἱ Μασαισύλιοι, καὶ οἱ ἀγρονόμοι Μασυλῆες, οἵτινες σὺν τοῖς τέκνοις αὐτῶν εἰς τὰ δάση ταύτης τῆς γῆς θηρεύουσιν, ἵνα ἀπὸ τῆς θήρας αὐτῶν ζῶσιν. Οὐ γὰρ οἴδασί τι τῆς θείας γεωργίας, οὐδὲ πόλεις ἔχουσιν, ἀλλὰ νομάδες εἰσί. Καὶ Καρχηδὼν λέγεται ἕως ὧδε. Πρὸς δὲ τὴν ἀνατολὴν ἀναμεταξὺ τῶν δύο Συρτίδων μικρά τις ᾤκισται πόλις, ἧς τὸ ὄνομα Νεάπολις.

Ἧς ὑπὲρ τὴν γῆν οἱ Λωτοφάγοι ἄνδρες εἰσὶ, φιλόξενοι ὄντες, καὶ οἱ Νασαμῶνες οὓς οἱ Ῥωμαῖοι ἀπώλεσαν πολεμικῶς· διὸ καὶ τὰ ἐκεῖσε ἠρημωμένα εἰσί. Μετὰ τούτους δὲ ταύτην οἱ Ἀσβύσται ἔχουσιν ἐς τὸ μέσον αὐτῆς, ὅπου καὶ τὸ τοῦ θεοῦ αὐτῶν τοῦ Ἄμμωνος ἱερὸν ἐν πολλῇ ψάμμῳ ἐστὶ, καὶ ἡ κάλλιππος Κυρήνη, ἐφ’ ἧς καὶ τὸ τῶν Λακώνων ἦν γένος. Ἐκεῖσε δὲ προκύπτοντες πλησίον τῆς Αἰγύπτου οἱ Μαρμαρίδαι εἰσί. Πλησίον δὲ τούτων εἰσὶν οἱ Γαίτουλοι ὑπεράνω.

Ἑξῆς δὲ ἐπὶ τούτοις εἰσὶν οἱ Φαυρούσιοι· ὑπεράνω δὲ τῆς γῆς αὐτῶν εἰσιν οἱ Γαράμαντες ἄπειροι· καὶ ἐπὶ τούτοις εἰσὶν ἔσχατοι οἱ Αἰθίοπες ἐν τοῖς ἐνδοτάτοις μέρεσι τῆς Λιβύης. Ἐκεῖσε δὲ πλησίον τῆς λίμνης τῆς ὀνομαζομένης Κέρνης, ἥτις ἐστὶ πρὸς τὸν ὠκεανὸν, ὄρη εἰσὶν ὑψηλότατα. Καὶ ἐκ τούτων ὁ ὀνομαστότατος κατέρχεται Νεῖλος ὁ ποταμὸς, ποτίζων πᾶσαν τὴν Αἴγυπτον, ἐν τῇ ἐπιτολῇ τοῦ κυνάστρου, ὅντινα καὶ Σῖριν οἱ ἐκεῖσε Αἰθίοπες ὀνομάζουσιν· οἱ δὲ πολῖται τῆς πόλεως Συήνης Νεῖλον καλοῦσι. Λιβύηθεν δὲ ἐρχόμενος πρὸς βορρᾶν ἑπτὰ τελεῖ στόματα, ὧδε κἀκεῖσε ἀεὶ συστρεφόμενος, ὧν καὶ τὰ ὀνόματά εἰσι Ἡρακλειωτικὸν, Μενδήσιον, Πηλούσιον, Κανώβιον, Θερμουτιακόν.

Κατέρχεται δὲ ἕως τῆς θαλάσσης, μερίζων τὴν Λιβύην ἀπὸ τῆς Ἀσίας. Τὸ δὲ ἑξῆς μέρος τὸ πρὸς ἀνατολὰς Ἀσία καλεῖται.

Περὶ τῆς Αἰγύπτου. Ἔστι δὲ ἡ Αἴγυπτος τὸ σχῆμα τρίπλευρος, πλατέα μὲν πρὸς βορρᾶν, ὀξεῖα δὲ πρὸς ἀνατολάς· καλλίτροφος, καὶ λειμῶνας καὶ κήπους καὶ ἄλλα τινὰ ὡραῖα πράγματα ἔχουσα. Οἰκοῦσι δὲ αὐτὴν ἔθνη πλεῖστα.

Περὶ τῶν ἐθνῶν τῆς Αἰγύπτου. Καὶ παρὰ μὲν τῷ Νείλῳ οἰκεῖ τὸ γένος τῶν πλουσίων ἀνδρῶν, τῶν Αἰγυπτίων, οἵτινες πρῶτοι ἐξεῦρον τὰς τέχνας καὶ τὰς γεωργίας καὶ τὰς σφαίρας τοῦ οὐρανοῦ καὶ τοὺς πλανήτας καὶ τὸν ἐν τῷ ζωδιακῷ κύκλῳ λοξὸν δρόμον τοῦ ἡλίου.

Εἰσὶ δὲ ὅσοι οἰκοῦσι τὴν μεγαλόδοξον Θήβην τὴν ἔχουσαν ἑκατὸν πύλας, καὶ τὴν Ἀρκαδίαν τὴν ἑπτάπολιν· ἑπτὰ γὰρ πόλεις ἔχει πλησίον τοῦ Νείλου, ἐκ μὲν ἀριστερῶν ἓξ, Μέμφιν, Διόσπολιν, Μέμνονα, Καταράκτην μικρὰν, Καταράκτην μεγάλην καὶ Συήνην· ἐκ δὲ δεξιῶν ἔχει μόνην τὴν Βαβυλῶνα. Καὶ ὅσοι πρὸς τὰ ἀνατολικὰ μέρη ἐν τοῖς αἰγιαλοῖς τῆς θαλάσσης τὴν Αἰγυπτιακὴν παραθαλασσίαν οἰκοῦσιν ἕως τῆς Σερβωνίδος λίμνης, Αἰγύπτιοι καὶ αὐτοὶ καλοῦνται.

Καὶ ἐπὶ ταύτης μὲν τῆς παραθαλασσίας πρὸς μὲν τὸν ζέφυρον ἡ καλουμένη Ἀλεξάνδρεια πόλις ἐστὶ τῆς Μακεδονίας· ἔστι δὲ πλουσία, ὅπου εἰσὶ καὶ τὰ τοῦ Σινωπίτου Διὸς χρυσᾶ οἰκήματα, ἓν ἄριστον θέαμα τοῖς ἀνθρώποις· ἀφ’ οὗ καὶ ὁ Φάρος ἡ νῆσος τοῦ Πρωτέως καὶ ὁ τάφος τῶν τέκνων αὐτοῦ φαίνονται, ὥσπερ μακραὶ σκοπιαί. Μετ’ αὐτὴν δὲ τὴν Ἀλεξάνδρειάν ἐστι τὸ Πηλούσιον πρὸς ἀνατολὰς παρὰ τὴν Κασιώτιδα πέτραν, καὶ ἔστι πόλις οὐ τῆς Λιβύης ἀλλὰ τῆς Ἀσίας, οἰκοῦσι δὲ αὐτὴν ἄνδρες ναυτικοί. Καὶ ἄλλοι πλεῖστοι, οἱ μὲν ἐπ’ ὠκεανοῦ, οἱ δὲ κατὰ τὸ μέσον τῆς γῆς, οἱ δὲ κύκλῳ τῆς πλατέας λίμνης, τῆς καλουμένης Τριτωνίδος. Καὶ ταῦτα μὲν περὶ τῆς Λιβύης. Ἄκουε δὲ καὶ περὶ τῆς Εὐρώπης.