Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Γεωγραφικὴ ὑφήγησις

Νικηφόρος Βλεμμύδης

Γεωγραφία της Ευρώπης

Επισκόπηση της ευρωπαϊκής ηπείρου, των ορίων της, των βόρειων εθνών γύρω από τον Ίστρο, της Ιβηρικής, της Ιταλίας και των περιοχών της Ελλάδας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 3 από 9

Περὶ τῆς Εὐρώπης. Τὸ τῆς Εὐρώπης σχῆμά ἐστι τετράπλευρον, ὀξὺ μὲν πρὸς δύσιν, πλατὺ δὲ πρὸς ἀνατολάς. Ταύτης δὲ κατὰ τὴν ἐσχάτην γωνίαν οἰκοῦσι τὸ ἔθνος τῶν μεγαλοψύχων Ἰβήρων, πλησίον τῶν Στηλῶν, ἐπὶ τὸ τετραμμένον μῆκος τῆς γῆς, ὅπου ἐστὶν ὁ ὠκεανὸς πάνυ ψυχρός. Ἐνταῦθα κατοικοῦσι καὶ οἱ Βρετανοὶ καὶ τὰ γένη τὰ λευκὰ τῶν πολεμικῶν Γερμανῶν. Ἔστι δὲ τούτων ἡ γῆ βοείᾳ τὸ σχῆμα παραπλησία· φθάνουσι δὲ μέχρι τοῦ Ἑρκυνίου δάσους. Καὶ ἐπὶ τούτοις ἐστὶ τὸ Πυρηναῖον ὄρος καὶ τὰ οἰκήματα τῶν Κελτῶν, πλησίον τοῦ Ἠριδανοῦ τοῦ ποταμοῦ. Ἑξῆς δὲ μετὰ τοῦτόν ἐστιν ἡ Τυρσηνικὴ γῆ. Ταύτης δὲ ἐπὶ τὴν ἀνατολὴν ἡ τοῦ Ἄλπιος ὄρους ἀρχή ἐστιν ἐπικειμένη τῇ Ἰταλίᾳ. Εἰς τὸ μέσον δὲ ταύτης τῆς Τυρσηνικῆς γῆς ἔρχεται ὁ Ῥῆνος ὁ ποταμὸς πρὸς τὴν βορεινὴν θάλασσαν.

Ἐπὶ τῷ Ῥήνῳ δὲ τῷ ποταμῷ ῥέει ὁ μέγας ποταμὸς ὁ Ἴστρος, στρεφόμενος πρὸς ἀνατολὰς πλησίον τῆς θαλάσσης τῆς Εὐξείνου· καὶ οὗτος καλεῖται Δάνουβις, ὅπου ἐρεύγεται πᾶν τὸ λεπτότατον τοῦ ὕδατος, συστρεφόμενος διὰ πενταπόρων προχοῶν τὴν Πεύκην τὴν νῆσον. Καὶ ἐπὶ τούτου μὲν πρὸς βορέαν πολλὰ γένη εἰσὶν ἐξηπλωμένα μέχρι τοῦ στόματος τῆς Μαιώτιδος λίμνης· Γερμανοὶ, Σαρμάται, Γέται καὶ Βαστάρναι ἢ μᾶλλον εἰπεῖν Βατάρναι, καὶ ἡ γῆ ἡ πλείστη τῶν Δακῶν, καὶ οἱ ἰσχυροὶ Ἀλανοὶ, καὶ οἱ Ταῦροι, οἵτινες κατοικοῦσι τὸν μέγαν δρόμον τοῦ Ἀχιλλέως, τὸν στενὸν καὶ μακρὸν καὶ τὸ στόμα αὐτῆς τῆς Μαιώτιδος λίμνης. Καὶ ὑπεράνω δὲ τούτων ἐξήπλωται τὸ γένος τῶν πολυΐππων Ἀγαυῶν, ὅπου εἰσὶν οἱ ἄνδρες οἱ Μελάγχλαινοι καὶ οἱ Ἱππημολγοὶ, οἱ Νευροὶ καὶ οἱ Ἱππόποδες καὶ οἱ Γελωνοὶ καὶ οἱ Ἀγάθυρσοι, ὅπου τοῦ Βορυσθένους ποταμοῦ τὸ ὕδωρ σμίγεται τῷ Εὐξείνῳ πόντῳ ἀπέμπροσθεν τοῦ Κριοῦ μετώπου, ἐξεναντίας τῶν Μελαινῶν Πετρῶν. Ἐκεῖθεν δὲ τοῦ Ἀλδήσκου καὶ τοῦ Παντικάπου τῶν δύο ποταμῶν τὰ ὕδατα ἀναβλύζουσι κεχωρισμένα ἐν τοῖς ὄρεσι τοῖς Ῥιπαίοις.

Παρὰ δὲ ταῖς προχοαῖς τούτων πλησίον τῆς νεκρᾶς θαλάσσης τοῦ ὠκεανοῦ αὐξάνεται ὁ ἤλεκτρος ὁ λαμπρὸς λίθος· ἐκεῖ δὲ πλησίον καὶ ὑπὸ τοῖς ψυχροῖς Ἀγαθύρσοις εὑρίσκεται ὁ ἀδάμας. Τοσοῦτοι μὲν γεγόνασιν οἱ οἰκοῦντες τὸν Ἴστρον τὸν ποταμὸν πρὸς τὸν βορέαν.

Πρὸς δὲ τὸν νότον εἰσὶν οἱ Γέραι, καὶ αἱ ἰσχυραὶ πόλεις τῶν Ὠρικίων, οἱ Παννόνιοι οἱ Βούλγαροι καὶ αὐτοὶ οἱ Θρᾷκες, οἵτινες ἄπειρον γῆν ἔχοντες, οἱ μὲν κατοικοῦσιν ἐπὶ ταῖς πλευραῖς τῆς Προποντίδος, οἱ δὲ ὑπὲρ τὸν Ἑλλήσποντον, οἱ δὲ ὑπὲρ τὸ Αἰγαῖον πέλαγος, ὅπου ἐπὶ τὴν κορυφὴν τῆς Παλλήνης, τοῦ Θρᾳκικοῦ ὄρους, εὑρίσκεται ὁ λίθος ὁ ἀστέριος, ὅστις ὥσπερ λύχνος λάμπει ἐν τῇ νυκτί. Τοσοῦτοι μὲν πέριξ οἰκοῦσι τὸν Ἴστρον τὸν ποταμόν.

Περὶ τοῦ λοιποῦ πόρου τῆς Εὐρώπης. Βλέπε δὲ ἤδη καὶ τὸν λοιπὸν πόρον τῆς Εὐρώπης, ὅστις ἐκ τριγώνου πλευρᾶς πρὸς τὴν ἀνατολὴν ἐρχόμενος, ἀπὸ τῶν δυτικῶν ἐπὶ τὰ ἑῷα ἐκτείνεται. Καὶ τὴν μὲν μίαν πλευρὰν οἰκοῦσιν οἱ Ἴβηρες, τὴν δὲ ἑτέραν οἱ Πανέλληνες, τὴν δὲ ἄλλην ἤγουν τὴν τρίτην οἱ ἀγαθοὶ Αὐσονῆες ἤγουν οἱ Ῥωμαῖοι. Ἀλλ’ ἡ μὲν γῆ τῶν Ἰβήρων ἐστὶ γείτων τοῦ ἑσπερίου ὠκεανοῦ, καὶ ἐν αὐτῇ ἐστιν ἡ ἄκρα τῶν Στηλῶν ἡ ὀνομαζομένη Ἀλύβη.

Ὑπεράνω δὲ τῆσδε τῆς γῆς ἐστιν ἡ Ταρτησὸς ἡ εὐδαίμων, ἡ γῆ τῶν πλουσίων ἀνδρῶν, καὶ οἱ Κεψοὶ, οἵτινες κατοικοῦσι τὰ πρὸς πόδα τοῦ Πυρηναίου ὄρους, ἀρχομένου ἀπὸ τοῦ βορείου ὠκεανοῦ καὶ ἐκδιδομένου εἰς τὴν θάλασσαν καὶ χωρίζοντος τοὺς Κελτοὺς καὶ τοὺς Ἴβηρας.

Εἰς τὸ μέσον δὲ τῶν Ἰβήρων καὶ Ἑλλήνων ἐξήπλωται ἡ γῆ τῶν Αὐσόνων, καὶ διαχωρίζει μέσον αὐτὴν τὸ Ἀπέννιον ὄρος ἰθυνόμενον ὥσπερ ἐκ στάθμης· ὁ δὲ Ἄλπιος ἄρχεται ἐκ τῆς βορεινῆς θαλάσσης, καὶ λήγει ἐπὶ τὴν πορθμίδα τὴν Σικελικήν. Ἔθνη ὑπάρχουσι περὶ αὐτὸν ταῦτα, ἅτινά σοι. λέξω νῦν εὐκόλως, ἄρχομαι δὲ ἐκ βορρᾶς, ἐκ τῆς Αὐσονικῆς δυτικῆς ἄκρας. Ἐκεῖ εἰσιν οἱ Τυρρηνοὶ, μετ’ αὐτοὺς δέ εἰσι τὰ ἔθνη τῶν Πελασγῶν, οἵτινες ἀπὸ τῆς Κυλλήνης ἤγουν τοῦ ὄρους τῆς Ἀρκαδίας ἐπὶ τὴν ἑσπερίαν θάλασσαν ἀναβάντες, ἐνταῦθα κατῴκησαν. Μετὰ τούτους δέ ἐστι τὸ ἔθνος τῶν λαμπροτάτων Λατίνων τὸ πολεμικὸν, ἔχοντες γῆν ἄπειρον· ἐς μέσον δὲ αὐτῆς γῆς ἐστιν ὁ Θύμβρις ὁ ποταμὸς, ὅστις συστρέφεται ἐπ’ αὐτὴν καὶ διδοῖ εἰς τὴν θάλασσαν. Ἔστι δὲ πλατύτερος καὶ βασιλικώτατος πάντων τῶν ἄλλων ποταμῶν· διαχωρίζει δὲ εἰς δύο τὴν Ῥώμην τὴν ἔνδοξον, τὸν οἶκον τῶν βασιλέων, τὴν μητέρα τῶν πόλεων, τὴν πλουσίαν γῆν. Ἐπ’ αὐτὴν δέ ἐστι καὶ ὁ οἶκος τῆς ἁγνῆς Παρθενόπης, μιᾶς τῶν Σειρήνων· πρὸς δὲ τὸ νότιον μέρος ὑπὸ τὴν Σειρηνίδα πέτραν, ὅπου δηλονότι αὕτη ἡ Παρθενόπη ἀπώλετο, φαίνεται συρόμενος ὁ Σίλαρος ποταμὸς ὁ Πευκεντῖνος. Πλησίον δὲ ἐκεῖ εἰσιν οἱ Λευκανοὶ καὶ οἱ Βρέντιοι ἄνδρες· τοσοῦτον δὲ τόπον οἰκοῦσιν οὗτοι, ὅσος φθάνει ἕως τῆς Λευκῆς πέτρας, τοῦ ὄρους τῆς Σικελίας.

Ἀπ’ ἐκείνης τῆς γῆς ἐρχομένοις ἐπὶ τὸν βορρᾶν τοῦ ζεφύρου ἡ ἄκρα φαίνεται, καὶ ἐπὶ ταύτην οἰκοῦσιν οἱ Λοκροὶ, ὅσοι δηλονότι ἔφυγον ἀπὸ τῆς πατρίδος αὐτῶν τῆς Λοκρίδος, μιγέντες ταῖς ἰδίαις κυρίαις δοῦλοι ὄντες. Ἑξῆς δὲ μετὰ τούσδε εἰσὶν οἱ Μεταπόντιοι.

Πλησίον δὲ τούτων ἐστὶν ἡ ἐπιθυμητὴ καὶ καλὴ πόλις τοῦ πολυστεφάνου Κρότωνος, οἰκουμένου ἐπὶ τὰ ῥεύματα τοῦ Αἰσάρου τοῦ ποταμοῦ, ὅπου ἐκεῖ ἴδοις καὶ τὸ ὑψηλὸν οἴκημα τῆς Λακινιάδος Σικελικῆς Ἥρας. Ἔστι δὲ ἐκεῖ καὶ ἡ ὀνομαζομένη Σύμβαρις, ἣ ὑπὸ τοῦ Διὸς κεκατάραται. Ἐπὶ τούτοις δὲ τοῖς Συμβαρίταις εἰσὶν οἱ Σαυνῖται, κατὰ τὸ μέσον ὑπεράνωθεν τοῦ Σιλαροῦ ποταμοῦ, καὶ τὰ ἔθνη τὰ ταχέα τῶν Μαρσῶν. Ὑπεράνωθεν δὲ τῆς Συμβάρεώς εἰσιν οἱ Μάρσοι. Πλησίον δὲ τῆς θαλάσσης κεῖται ἡ πόλις ἡ Τάρας, ἥντινα ἐπόρθησαν οἱ Ἀμυκλαῖοι. Ἑξῆς δὲ ἐπὶ τούτοις ἐστὶν ἡ γῆ ἡ Καλαβρία καὶ τὰ ἔθνη τῶν Ἰαπύγων, φθάνοντα μέχρι τῆς παραθαλασσίας πόλεως τῆς καλουμένης Ὑρίου, ὅπου τὸ Ἀδριατικὸν πέλαγος σύρεται, καὶ ἔνδον ἐπὶ τὸν κόλπον τοῦτόν ἐστι ἡ τῶν Γεστραίων. Τοσαῦτα μὲν ἔθνη εἰσὶν ἐπὶ τῆς Αὐσονίδος γῆς. Ἐκεῖθεν δὲ πρὸς ἀνατολὰς σύρεται ὁ Ἀδριατικὸς κόλπος, ὑποξύων μὲν τὰς Λιβυρνίδας νήσους περὶ τὴν ὑψηλὴν γῆν τῶν Ὑλλείων, ὅση κλίνει ἐπὶ τὸν ἰσθμὸν, καὶ φέρεται ἐπὶ τοῖς αἰγιαλοῖς τῶν Βουλιμαίων.

Ἐπὶ δὲ τὴν Ἰλλυρικὴν γῆν ἀπλήρωτος περιστρέφεται καὶ φθάνει ἕως τῆς κολώνης καὶ τῶν ὑψηλῶν ὀρέων τῶν καλουμένων Κεραυνίων. Περὶ ἐκεῖνον δὲ τὸν κόλπον ἴδοις ἂν καὶ τὸν τύμβον τὸν ἔνδοξον τοῦ Κάδμου καὶ τῆς Ἁρμονίας τῆς γυναικὸς αὐτοῦ, καὶ τὰς δύο πέτρας τοὺς τάφους τῶν φίλων τοῦ Κάδμου, αἵτινες, ὅταν ἀρχή τις κακοῦ, σημαίνουσαι τοῖς πολίταις, τότε ἀμφότεραι κινοῦνται εἰς ἀλλήλας καὶ συμπορεύονται, καίπερ ἐστηριγμέναι οὖσαι. Πρὸς δὲ τὸν νότον ὑπὲρ τὴν εὔγειον Θρᾴκην καὶ τὴν Ὠρικίαν γῆν ἐστιν ἡ ἀρχὴ τῆς Ἑλλάδος, ἄνω καταπολὺ ἀνερχομένη, διεζωσμένη διπλῇ θαλάσσῃ, τῇ Αἰγαίᾳ δηλονότι καὶ τῇ Σικελικῇ, τῇ μὲν πρὸς ζέφυρον, τῇ δὲ πρὸς εὖρον.

Περὶ τῆς Πελοποννήσου. Ἡ Πελοπόννησος δὲ ἕπεται ὁμοία πλατάνου φύλλῳ, στενὴ οὖσα κατὰ τὸ ἄκρον. Πρὸς γὰρ τὸν βορρᾶν στενούμενος ὁ ἰσθμὸς ἔοικε τῷ φύλλῳ τῷ προσπεφυκότι τῷ κλάδῳ. Τούτου δὲ πρὸς μὲν τὴν δύσιν ἐστὶν ἡ Τριφυλὶς γῆ, ἡ ἔχουσα γένη τρία τῶν Ἐπηλείων, τῶν Ἐπηλύδων καὶ Μινυῶν. Ἐπ’ αὐτῆς δὲ τῆς γῆς ἔρχεται καὶ ὁ Ἀλφειὸς ποταμὸς, ὁ ἐπιθυμιώτατος τῶν ἄλλων, σχιζομένου τοῦ Εὐρώτου ποταμοῦ τῆς Μεσήνης ἥτις ἐστὶ τῆς Τζακονίας· οἵτινες ποταμοὶ καὶ ἀμφότεροι ἐρχόμενοι ἀπὸ τῆς Ἀσίας, ὁ μὲν τέμνει τὴν γῆν τῶν Ἠλείων, ὁ δὲ τῶν Λακώνων. Κατὰ δὲ τὴν μέσην τὴν νῆσον ἐπὶ τὴν κυρτὴν γῆν κατοικοῦσιν οἱ Ἀρκάδες ὑπὸ τοῦ ὑψηλοῦ ὄρους τοῦ Ἐρυμάνθου, ὅπου ὁ Μέλας καὶ ὁ Κρᾶθις καὶ ὁ Ἰάων καὶ ὁ Γύγιος καὶ ὁ Λάδων, οἱ πέντε οὗτοι ποταμοὶ ῥέουσι. Πλησίον δὲ τῶν Ἀργείων ἐστὶν ἡ ἄροσις καὶ ἡ γαῖα τῶν Λακώνων, ἡ μὲν ὁρῶσα πρὸς ἀνατολὰς, ἡ δὲ πρὸς νότον.

Περὶ τῶν Ἰσθμίων. Περὶ δὲ τὰ Ἴσθμια στεναὶ δύο θάλασσαι κτυποῦσιν, ἥ τε Κορινθία καὶ ἡ Σαρωνική. Καὶ ἡ Κορινθία μέν ἐστιν ἐξ ἐναντίας τῆς Ἐφύρας πόλεως ἀπὸ τοῦ Ἀδριατικοῦ πελάγους, ἡ Σαρωνικὴ δέ ἐστι συρομένη πρὸς ἀνατολάς.

Ἔμπροσθεν δὲ τοῦ ἰσθμοῦ πρὸς ἀνατολάς εἰσιν αἱ Ἀθῆναι. Ἀναμέσον δὲ τῶνδε σύρεται ὁ Ἰλισσὸς ποταμὸς, ὅπου ποτὲ καὶ ὁ Βορρᾶς ἐκεῖ βασιλεὺς ἦν τῆς Θρᾴκης. Ἐπὶ ταύταις δέ ἐστιν ἡ γῆ τῶν Βοιωτῶν καὶ τῶν Λοκρίδων· ἐξεναντίας δὲ τοῦ Ζεφύρου ἥπλωται ἡ γῆ τῆς Δωδώνης, ἤγουν Μακεδονίας. Ἐπὶ ταῖς πόλεσι δὲ ταύταις ἐστὶ καὶ ἡ Θεσσαλία, καὶ τὸ ὄρος τὸ χιονῶδες τὸ καλούμενον Αἷμος φαίνεται ἐν αὐταῖς. Υπεράνω δὲ τῆσδε τῆς Μακεδονίας ἐστὶν ἡ μεγάλη γῆ τῶν Αἰτωλῶν, ἐπὶ τὴν ἐξοχὴν τοῦ ὄρους τῆς Αἰτωλίας, ὃ κεῖται πρὸς νότον. Διὰ μέσον δὲ τούτου τοῦ ὄρους ὁ Ἀχελώϊος ὁ ποταμὸς συστρεφόμενος διασύρεται διαμέσον τῶν Ἐχινάδων νήσων. Ἐπὶ ταύτῃ δὲ τῇ γῇ, τῶν Αἰτωλῶν δηλονότι, ἐστὶν ἡ γῆ ἡ Φωκὶς, συρομένη ἐς μέσον δύσεως καὶ ἀνατολῆς, καὶ ἀποκλίνουσα πρὸς βορρᾶν ἐπὶ τῇ ἐξοχῇ τοῦ ὄρους τοῦ Παρνασοῦ, κατὰ τὸ στόμα τῶν Θερμοπυλῶν. Καὶ διαμέσον δὲ τῆς Φωκίδος ἔρχεται ὁ Κηφισσὸς ποταμὸς, ἐν ᾧ ποταμῷ ἐστι καὶ ἡ γῆ τῆς πόλεως τῆς Πυθῶνος, ὅπου καὶ ἡ περιπλοκὴ τῆς Δελφύνης τοῦ δράκοντός ἐστιν. Τοσαῦτά με εἴρηται καὶ περὶ τῆς Εὐρώπης.