Ἔργον
Νικηφόρος Βλεμμύδης – Γεωγραφικὴ ὑφήγησις
Νησιωτική γεωγραφία της Μεσογείου και του ωκεανού
Καταγραφή των σημαντικότερων νησιών από τη δυτική Μεσόγειο έως το Αιγαίο, την Προποντίδα, τον Εύξεινο Πόντο, καθώς και των νησιών του ανοικτού ωκεανού.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Νησιωτική γεωγραφία της Μεσογείου και του ωκεανού
Καταγραφή των σημαντικότερων νησιών από τη δυτική Μεσόγειο έως το Αιγαίο, την Προποντίδα, τον Εύξεινο Πόντο, καθώς και των νησιών του ανοικτού ωκεανού.
Περὶ τῶν νήσων τῆς ἑσπερίας καὶ Φοινικῆς θαλάσσης. Ἄκουσον δὲ ἤδη καὶ πάσας τὰς νήσους, αἵτινες οἰκοῦνται παρὰ τῶν ἀνθρώπων ἐν τῇ θαλάσσῃ τῇ τε ἑσπερίᾳ καὶ Φοινικῇ. Αἱ νῆσοι αἱ Γυμνάσιαι τῆς ἑσπερίας ἁλός εἰσιν αὗται· ἡ Βοῦσος, ἡ Σαρδὼ ἡ πλατέα καὶ ἡ ἐπέραστος Κύρνος, ἥντινα καὶ κεφαλὴν καλοῦσι διὰ τὰς πολλὰς ἐξοχὰς τῶν ὀρέων καὶ τὰ δάση.
Μετὰ δὲ τὴν Κύρνον εἰσὶν αἱ περίδρομοι νῆσοι τοῦ Ἱππότου υἱοῦ τοῦ Αἰόλου, ἐξ ὧν αἱ ἑπτὰ μόνον εἰσὶ πλωταὶ καὶ ἐπώνυμοι τοῖς ἀνδράσιν εἰσὶ δὲ αὗται, ἡ Στρογγύλη, ἡ Εὐώνυμος, ἡ Διδύμη, ἡ Φοινικώδης, ἡ Ἐρικώδης, ἡ ἱερὰ Ἡφαίστου καὶ Λιπάρα, καὶ ἡ Τρινακρία· κατὰ δὲ τὴν ἄκραν ταύτης ἐστὶν ἡ Πάχυνος καὶ ἡ Πελωρὶς καὶ ἡ Λιβύη. Ἀλλ’ ἡ μὲν Λιβύη ἐστὶ πρὸς τὸν ζέφυρον, ἡ δὲ Πάχυνος πρὸς τὰς ἀνατολὰς ἡ δὲ Πελωρὶς πρὸς τὸν ἄρκτον, ὁρῶσα πρὸς τὴν Αὐσονίαν γῆν· καὶ ταύτης πρὸς μὲν τὸν βορρᾶν ἐστιν ὀλεθρία ὁδὸς τοῖς ναύταις· πρὸς δὲ τὸν νότον ἐστὶν ὁ Λιβυκὸς πόρος, καὶ ἡ ἀρχὴ τῆς μεγαλωτέρας Σύρτιδος. Πρὸς δὲ τὴν δύσιν ἐστὶν ἡ ἑτέρα Σύρτις ἡ μικρὰ, ἧστινος ἔμπροσθέν εἰσι δύο νησίδια, ἡ Μῆνιξ καὶ τὰ Κέρκυνα, καὶ ἔχουσι τὸν λιμένα καὶ τὴν πορείαν ἀπὸ τῆς Λιβύης.
Ἀλλ’ ὅταν δὴ μετὰ νηὸς ὁδεύῃς ἐπὶ τὴν Ἰαπυγίαν γῆν περὶ τὸν ἀριστερὸν πόρον τῆς Ἀδριάδος θαλάσσης, παρευθὺς εὑρήσεις τὴν νῆσον τοῦ Διομήδους. Μετὰ δὲ τῆσδε τῆς νήσου αἱ Ἀψυρτίδες νῆσοί εἰσι πρὸς ἀνατολάς.
Ἑξῆς δὲ ἐπὶ ταύταις εἰσὶν αἱ Λιβυρνίδες νῆσοι. Ἐρχομένοις δὲ πρὸς νότον μετὰ τῆς νηὸς ἐπὶ τὰ δρυμὰ ὄρη, αἱ νῆσοι τῶν Ἀμπρακίων φαίνονται πόρρωθεν, καὶ ἡ λιπαρὰ Κέρκυρα, ἥτις καὶ Φαιακία λέγεται. Ἐπὶ ταύτῃ δὲ ἡ νῆσός ἐστιν Ἰθάκη καὶ τὰ ἄλλα νησίδια, ὅσα ὁ Ἀχελῷος ὁ ποταμὸς περιστρέφει συρόμενος ἀπὸ τῆς Χαλκίδος γῆς, λέγω δὴ τὰς λεγομένας Ἐχινάδας. Πρὸς δὲ τὸν βορρᾶν πολλαὶ νῆσοι φαίνονται ἀπὸ τοῦ Ἀμνισοῦ ποταμοῦ, τὰ Αἴγυλα, τὰ Κύθηρα, ἡ τραχεῖα Καλαύρια. Ἐπὶ δὲ τὸ ἕτερον μέρος ἐξ ἀνατολῶν πρὸς δυσμάς ἐστιν ἡ Κάρπαθος· ἐγγὺς δὲ ταύτης ἡ Κρήτη ἡ τιμία ἡ πολλὴ καὶ λιπαρὰ καὶ εὔτροφος. Ἐξεναντίας δὲ τῆς Αἰγύπτου ἐστὶν ἡ Ῥόδος, ἡ γῆ τῶν Ἰηλυσίων ἀνδρῶν. Μετ’ αὐτῆς δέ εἰσιν αἱ Χελιδόνιαι τρεῖς νῆσοι ἐπ’ ἀνατολὰς ἔνδοθεν τῆς μεγάλης ἄκρας τῆς Παταρηΐδος. Ἡ Κύπρος δὲ, ἥτις καὶ Κεράστης ἐκαλεῖτο, ἔστι πρὸς ἀνατολὰς ἔνδοθι τοῦ κόλπου τοῦ Παμφυλίου. Ἐγγὺς δὲ Φοινίκης ἐν τῷ Ἰσσικῷ κόλπῳ κεῖται ἡ Ἄραδος.
Θαυμαστὸς δέ τις πόρος ἐστὶ καὶ ὁ τοῦ Αἰγαίου ὁ ἔχων ἔσωθεν ἄπειρον πλῆθος καὶ τάξιν νήσων, ἐξ ἑκατέρωθεν τῶν μερῶν, καὶ τοσοῦτον δὲ τεθαυμάστωται, ὁπόσον ἐστὶ ὁ στενὸς τόπος τῆς Ἕλλης τῆς Ἀθαμαντίδος, ἤγουν ὅσος ἐστὶν ὁ αὐλὸς ὁ ἀπὸ τῆς Τενέδου ἕως τῆς Προικονήσου, ὅπου ἐκεῖ ἡ Ἄβυδος καὶ ἡ Σηστὸς αἱ πόλεις ἐναντίον ὅρμον ἐποίησαν· ἡ μὲν γὰρ Ἄβυδος πόλις ἐστὶ τῆς Ἀσίας, ἡ δὲ Σηστὸς τῆς Εὐρώπης. Καὶ ἐπὶ τῆς Εὐρώπης μέν ἐστιν ἡ Μάκρις, ἡ Ἀβαντία ἤγουν ἡ Εὔβοια, ἡ Σκῦρος καὶ ἡ ὑψηλὴ Πεπάρηθος, ὅπου ἐστὶν καὶ ἡ Λῆμνος καὶ ἡ Θάσος, ἥτις καὶ ὠγυγία καλεῖται, καὶ ἡ Σάμος ἡ Θρᾳκικὴ καὶ ἡ Ἴμβρος. Αἱ δὲ λαχοῦσαι νῆσοι τὴν πρώτην γῆν τῆς Ἀσίας καὶ κυκλοῦσαι τὴν Δῆλον τὴν νῆσον Κυκλάδας ὠνόμασαν. Μετὰ δὲ τούτων αἱ νῆσοί εἰσιν αἱ λεγόμεναι Σποράδες. Ἐπὶ ταύταις δέ εἰσιν αἱ Ἰωνιάδες νῆσοι, ὅπου ἡ Καῦνος καὶ ἡ ἐπιθυμητὴ Σάμος καὶ ἡ Χίος ἐπὶ τοὺς πόδας τοῦ Πελιναίου ὄρους.
Ἐκεῖθεν δὲ φαίνονται καὶ τὰ ὄρη τῶν Αἰολίδων νήσων καὶ τῆς Λέσβου καὶ τῆς Τενέδου. Ἐκεῖθεν πάλιν ἐστὶ καὶ ὁ περὶ τὴν Κύζικον Μέλας πόντος, ἐρχόμενος ἐπὶ τὸν Ἑλλήσποντον καὶ ἐπὶ τὴν Προποντίδα. Ὑπὲρ δὲ τὸν ἀριστερὸν πόρον τοῦ Εὐξείνου ἐξεναντίας τοῦ Βορυσθένους ποταμοῦ ἐστιν ἡ νῆσος ἡ Λευκὴ, ἡ γῆ τῶν ψυχῶν τῶν ἡρώων. Ἐπ’ εὐθείας δέ σοι ἐρχομένῳ ἐπὶ τὸν Κιμμέριον Βόσπορον ἔσωθεν τῆς Μαιώτιδος λίμνης ἐστὶ μία νῆσος μεγίστη κατὰ τὸ δεξιὸν μέρος, καὶ ἡ Φαιναγόρη καὶ ἡ Ἑρμώνασσα, αἵτινές εἰσι μεγαλόδοξοι τοῖς ἐν τῇ θαλάσσῃ ἀνδράσιν.
Περὶ τῶν τοῦ ὠκεανοῦ νήσων. Εἰσὶ δὲ καὶ παρὰ τὸν ὠκεανὸν ἄλλαι νῆσοι, ὧντινων τὰς θέσεις εἴποιμι ἂν καὶ τοὺς ἀνέμους, ἐν ᾧ ἑκάστη κεῖται. Ἔστι δὲ περὶ τὸν Ἀτλαντικὸν πόντον ἡ βοοτρόφος Ἐρύθεια, ἥντινα οἰκοῦσιν οἱ μακρόβιοι Αἰθίοπες. Περὶ δὲ τὴν ἀρχὴν τῆς Εὐρώπης εἰσὶν αἱ Ἑσπερίδαι νῆσοι, ἅστινας οἰκοῦσιν οἱ πλούσιοι τῶν Ἰβήρων, ὅπου καὶ ὁ κασσίτερος γεννᾶται. Ἐπὶ δὲ τὰ βόρεια μέρη τοῦ ὠκεανοῦ εἰσι καὶ ἄλλαι δύο νῆσοι, λεγόμεναι Βρετανίδες, ἐξεναντίας τοῦ Ῥήνου τοῦ ποταμοῦ, ὧντινων τὸ μέγεθός ἐστι πάνυ μέγα καὶ οὐδεμία νῆσος ἐξισοῦται τούτοις. Ὀνομάζονται δὲ αὗται ἡ μὲν Σκοτία, ἡ δὲ Ἔγλεια. Πλησίον δὲ τῶν Κασσιτερίδων νήσων τῶν μικρῶν ἐστιν ἕτερος πόρος, ὅπου αἱ γυναῖκες τῶν Ἀμνιτῶν ἐξεναντίας τὸν Διόνυσον ἑορτάζουσιν.
Διερχόμενος δὲ ἐπὶ τὰ ἔμπροσθεν μέρη τῶν Βρετανικῶν νήσων πολλὴν ὁδὸν εὑρήσεις τὴν Θούλην νῆσον, ὅπου ἐκεῖσε πρὸς τὸν ἄρκτον ὁ ἥλιος ἐλθὼν τὰς ἡμέρας καὶ τὰς νύκτας τὸ ἀειλαμπὲς αὐτοῦ φῶς ἐκκέχυται, διὰ τὸ ἐπίμηκες τῶν ἡμερῶν. Ἔμπροσθεν δὲ πάλιν ἐρχόμενος ἐπὶ τὴν ἀνατολικὴν θάλασσαν εὑρήσεις τὴν Χρυσῆν νῆσον, ὅπου τοῦ καθαροῦ ἡλίου ἡ ἀνατολὴ φαίνεται. Στραφεὶς δὲ ἐκεῖθεν ἔμπροσθεν ἐπὶ τῆς νοτίας κολώνης εὑρήσεις τὴν Ταπροβάνην τὴν μεγάλην νῆσον τῆς Ἀφροδίτης, τὴν μητέρα τῶν ἐλεφάντων.
Ὑπεράνωθεν δὲ ταύτης ἐν τῷ οὐρανίῳ κύκλῳ ἀναστρέφεται ὁ λαμπρὸς καρκίνος. Ἔστι δὲ πλατέα κατὰ τὸ μέγεθος· πανταχοῦ δὲ περὶ αὐτὴν οἰκοῦσι τοῦ Ἐρυθραίου πόντου τὰ θρέμματα, ἤγουν θῖνες καὶ κήτεα ὅμοια τοῖς ὑψηλοῖς ὄρεσιν, ὅπου δυσκόλως τις δύναται ἐκφυγεῖν τὰ στόματα αὐτῶν· πολλάκις γὰρ ταῦτα κατέπιον καὶ τοὺς ἐκεῖθεν περιπλέοντας σὺν ταῖς ναυσίν. Ἔμπροσθεν δὲ ἐπὶ τὰ μέρη τῆς Καραμανίδος τῆς ἔξωθεν ἄκρας ἐστὶν ἡ Περσῶν νῆσος, ἡ καλουμένη Ὤγυρις, ὅπου ἐστὶ καὶ ὁ τύμβος τοῦ Ἐρυθραίου βασιλέως. Ἐρχόμενος δὲ ἐκεῖθεν ἐπὶ τὸ στόμα τῆς Περσικῆς θαλάσσης, ἤγουν τῆς Ἐρυθρᾶς, πρὸς τὰ βόρεια μέρη, εὑρήσεις τὴν Ἴκαρον, ὅπου εἰσὶ τῆς Ἀρτέμιδος οἱ βωμοὶ οἱ αὐτομάτως καπνίζοντες.
Καὶ τόσας μὲν νήσους ἐπέχει ὁ ὠκεανὸς μείζονας· εἰσὶ δὲ καὶ ἄλλαι πολλαὶ, αἱ μὲν ἐπὶ τῆς Λιβυκῆς ἁλὸς, αἱ δὲ ἐπὶ τῆς Ἀσίας, αἱ δὲ ἐπὶ τῆς Εὐρώπης· ἐξ ὧν αἱ μὲν οἰκοῦνται ὑπὸ τῶν ἀνδρῶν καί εἰσι γνωστοὶ τοῖς πλέουσι τὴν θάλασσαν, αἱ δέ εἰσι βαθύκρημνοι καὶ τοῖς ἀνδράσιν ἄγνωστοι, ὧν τὰ ὀνόματα οὐκ ἔστι μοι εὔκολον εἰπεῖν σαφῶς. Καὶ ταῦτα μὲν εἴρηται περὶ τῶν νήσων.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.