Ἔργον
Νικηφόρος Βλεμμύδης – Γεωγραφικὴ ὑφήγησις
Συγκριτική έκταση των ηπείρων και βόρεια Ασία
Γενικά χαρακτηριστικά και όρια των τριών ηπείρων, με αναλυτική παρουσίαση των εθνών γύρω από τη Μαιώτιδα λίμνη, τον Τάναϊ ποταμό και την Κασπία θάλασσα.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Συγκριτική έκταση των ηπείρων και βόρεια Ασία
Γενικά χαρακτηριστικά και όρια των τριών ηπείρων, με αναλυτική παρουσίαση των εθνών γύρω από τη Μαιώτιδα λίμνη, τον Τάναϊ ποταμό και την Κασπία θάλασσα.
Περὶ τῶν ἐθνῶν τῆς οἰκουμένης. Μέλλοντες δὲ εἰπεῖν καὶ περὶ τῶν ἐθνῶν τῶν οἰκούντων τὴν οἰκουμένην, δέον ἐκρίναμεν πρῶτον ἅψασθαι ὀλίγον τι περὶ τῶν ὁροθεσίων τῶν τριῶν γαιῶν, τῆς τε Εὐρώπης δηλονότι καὶ τῆς Λιβύης καὶ τῆς Ἀσίας, καὶ εἶτα λελέχθαι αὐτά.
Περὶ τῆς ἐκτάσεως καὶ περιγραφῆς τῶν γαιῶν, τῆς τε Εὐρώπης λέγω καὶ Λιβύης τε καὶ Ἀσίας. Ἡ ἔκτασις καὶ ἡ περιγραφὴ ἀμφοτέρων τουτωνὶ τῶν γαιῶν, τῆς τε Εὐρώπης δηλονότι καὶ τῆς Λιβύης, ἡ αὐτὴ ὁρᾶται ἐν μόνῃ τῇ Ἀσίᾳ ἑλκομένη κατὰ τὸ ἐναντίον· καὶ γὰρ τῆς Ἀσίας ὁ ὅρος πρὸς τὴν ἀνατολὴν ἔρχεται, τῶν δὲ ἑτέρων δύο γαιῶν πρὸς τὴν δύσιν.
Ὅμοιον δέ ἐστι τὸ σχῆμα στροβιλοειδὲς, ὀλίγον ἐρχόμενον μὲν πρὸς τὴν δύσιν, πρὸς δὲ τὴν ἀνατολὴν πλατυνόμενον, ὅπου τοῦ Θηβαγενοῦς Διονύσου ἵστανται αἱ στῆλαι εἰς τὸ τέλος παρὰ τὸν ῥοῦν τοῦ ὠκεανοῦ, ὅπου ὁ Γάγγης τὸ ἀπὸ Νύσσης λευκὸν ὕδωρ ἐπὶ τὸν πλαταμῶνα κυλίει. Ἀλλ’ οὐ τοσοῦτόν ἐστι τὸ μέγεθος τῆς Ἀσίας, ὡς ὅσον ἐστὶ τῶν δύο γαιῶν, ἀλλ’ οὐδὲ κατὰ τὸ εἶδός ἐστιν ὅμοιον· καὶ γὰρ ἐν ἐκείναις ἄπειρος μία θάλασσα ἡγεμονεύει, ἐν δὲ τῇ Ἀσίᾳ ὁ πολὺς ὠκεανός ἐστι· τρεῖς γὰρ κόλπους ἐκβάλλει, τόν τε Περσικὸν δηλονότι τόν τε Ὑρκανικὸν καὶ τὸν Ἀραβικόν· καὶ οἱ μὲν δύο νότιοί εἰσιν, ὁ δὲ Ὑρκανικὸς εἰς τὸν βορρᾶν βλέπει καὶ ἐπὶ τὸν λίβα, γείτων τοῦ Εὐξείνου πόντου, περὶ ὅντινα Εὔξεινον καὶ Ὑρκανικὸν πόντον πολλοὶ ἄνδρες οἰκοῦσιν. Ἀμφοτέρων δὲ τούτων τῶν δύο πόντων ἰσθμός ἐστιν ἄπειρος διαχωρίζων αὐτούς· ἔστι δὲ ἔνθα κἀκεῖσε παρατεινόμενος εἰς πολλὰ μέρη. Καὶ εἰς τὸ μέσον πάσης τῆς Ἀσίας περιβέβηκεν ὄρος, ἤγουν βουνὸς, ἀρξάμενον ἀπὸ τῆς Παμφυλίδος καὶ φθάνον μέχρι τῶν Ἰνδῶν, καὶ ποτὲ μὲν λοξὸν καὶ ἀγκύλον, ποτὲ δὲ ὀρθὸν τοῖς βαδίζουσι πέλει, Ταῦρον δὲ καλοῦσι, βοὸς εἶδος ἔχον.
Ἐκ τούτου δὲ τοῦ ὄρους πολλοὶ καὶ ἄπειροι ποταμοὶ ῥέουσιν, οἱ μὲν πρὸς τὸν βορρᾶν, οἱ δὲ ἐπὶ τὴν ὁρμὴν τοῦ ζεφύρου, καὶ ἄλλοι ἐπὶ τὸν νότον· ὧν τὰ ὀνόματα οὐ δύναταί τις εἰπεῖν διὰ τὸ τὸν Ταῦρον πολλὰς ἔχειν τὰς ἐπωνυμίας. Ἀλλὰ ταῦτα μὲν οὕτως. Νῦν δὲ ἄρχομαι λέξαι καὶ πάντα τὰ ἔθνη, ὅσα οἰκοῦσι τὴν γῆν. Σὺ δὲ ἄκουσον.
Περὶ τῶν ἐθνῶν πάντων τῶν οἰκούντων τὴν οἰκουμένην. Πλησίον μὲν τῆς Μαιώτιδος λίμνης οἰκοῦσιν οἱ Μαιῶται καὶ τὰ ἔθνη τῶν Σαυροματῶν, πολλὴν καὶ ἄπειρον γῆν ἔχοντες, ἧς μέσον συρόμενος ὁ Τάναϊς τῆς Μαιώτιδος εἰς μέσον πίπτει, καὶ χωρίζει τὴν Εὐρώπην ἀπὸ τῆς Ἀσίας, τὴν Εὐρώπην οὖσαν εἰς δύσιν, τὴν δὲ Ἀσίαν εἰς ἀνατολήν. Σύρεται δὲ οὗτος ἐπὶ τοῖς πεδίοις τῶν Σκυθῶν ἐκ τοῦ βορρᾶ· αἱ πηγαὶ δὲ αὐτοῦ ἔρχονται ἀπὸ τοῦ Καυκάσου ὄρους, ὅπου ψύχρα γίνεται μεγίστη. Οἱ Σινδοὶ καὶ οἱ Κιμμέριοι καὶ οἱ πλησίον τοῦ Εὐξείνου πόντου, οἱ Κερκέτιοι καὶ οἱ Ὀρέται καὶ οἱ ἰσχυρότατοι Ἕλληνες, πυκνότεροι ὄντες, τοὺς Σαυρομάτας ἐπέχουσιν. Πρὸς δὲ τὴν ἀνατολὴν τούτου τοῦ ποταμοῦ καὶ τὸν βορρᾶν ὁ ἰσθμὸς τῆς Κασπίας θαλάσσης καὶ τοῦ Εὐξείνου πόντου ἐπίκειται.
Ἐπὶ τούτῳ δὲ τῷ ἰσθμῷ οἱ ἀνατολικοὶ Ἴβηρες οἰκοῦσιν, οἵτινες ἦλθον ἀπὸ τῆς Πυρρήνης, ἐκ δύσεως πρὸς ἀνατολὰς μετοικισθέντες. Κατοικοῦσι δὲ καὶ οἱ Καμαρῖται, ἔνθα ἐστὶν ἡ Κασπία θάλασσα.
Περὶ τῆς Κασπίας θαλάσσης. Αὕτη δὲ ἡ Κασπία θάλασσά ἐστι μεγίστη καὶ περίδρομος, ὅσον ἐπὶ τρεῖς μῆνας περάσειας ἂν αὐτήν. Γίνεται δὲ ἐπ’ αὐτῇ τῇ Ὑρκανίᾳ ὁ κρύσταλλος καὶ ἡ ἴασπις, ἡ ἐχθρὰ τοῖς δαίμοσι. Καὶ ταῦτα μὲν οὕτως.
Ἀπὸ δὲ τῆς ζεφυρίτιδος πλευρᾶς πρὸς τὸν βορρᾶν ἄρξομαι λέγειν τὰ ἔθνη. Καὶ πρῶτοι μέν εἰσιν οἱ Σκύθαι, ὅσοι οἰκοῦσι πλησίον τῆς Κρονικῆς θαλάσσης κατὰ τὴν παραλίαν καὶ τὸ στόμα τῆς Κασπίας θαλάσσης. Ἑξῆς δὲ οἱ Οὖνοί εἰσιν, καὶ ἐπ’ αὐτοῖς οἱ Κάσπιοι, καὶ ἐπὶ τούτοις οἱ πολεμικοὶ Ἀλβανοί.
Τὴν δὲ ὑπεράνω αὐτῶν τραχεῖαν γῆν οἰκοῦσιν οἱ Καδούσιοι· καὶ πλησίον αὐτῶν εἰσιν οἱ Μάρδοι καὶ οἱ Ὑρκάνιοι. Ἐπ’ αὐτοῖς δὲ ὁ Μάρδος ὁ ποταμὸς συστρεφόμενος εἰς τὴν Ὑρκανίαν θάλασσαν διδοῖ. Ἀλλ’ οἱ μὲν Βάκτροι ἐπὶ τὸ ἀριστερὸν μέρος τῆς Ὑρκανίας τὸ εὐρυχωρότατόν εἰσιν, ἐπὶ τοὺς πόδας τοῦ Παρνασοῦ ὄρους, ἐπὶ δὲ τὸ ἕτερον μέρος τὸ δεξιὸν ἐπὶ τοῖς Κασπίοις ὕδασίν εἰσιν οἱ Δερκέβιοι, καὶ μετὰ τούτους εἰσὶν οἱ Μασσαγέται οἱ πολεμικοὶ κατὰ τὴν ἀντιπέρα ἀνατολὴν ἐπὶ τοῦ ἠχητικοῦ Ἀράξου τοῦ ποταμοῦ, οἵτινες κακόφιλοι τῶν ἄλλων εἰσὶ, καὶ αἱ θυσίαι αὐτῶν γίγνονται διὰ γάλακτος ἱππίου, τὸν γὰρ οἶνον οὐκ οἴδασιν ὁποῖός ἐστιν. Ἀνώτερον δὲ ἐπὶ τούτοις πρὸς τὸν βορρᾶν οἱ Χωράσμιοί εἰσιν· ἐφ’ οἷς ἡ Σουγδία ἐστὶ γῆ, ἧστινος μέσον ὁ Ὦξος ὁ ποταμὸς συστρέφεται, ὅστις τὸ Ἡμωδὸν ὄρος καταλιπὼν, τὸ παρὰ τὰς τοῦ Διονύσου στήλας κείμενον, ἐπὶ τὴν Κασπίαν κατέρχεται θάλασσαν. Μετὰ δὲ τὸν Ὦξον ἐπὶ ταῖς προχοαῖς τοῦ Ἰαξάρτου τοῦ ποταμοῦ οἰκοῦσιν οἱ Σάκαι οἱ φέροντες τόξα, καὶ οἱ Τόχαροι, καὶ οἱ Φρουροὶ, καὶ τὰ βάρβαρα ἔθνη τῶν Σηρῶν, οἵτινες φοροῦσιν ἱμάτια ποικίλα καὶ πολύτιμα ὅμοια τοῖς ἄνθεσι τῆς παραδείσου κατὰ τὴν χροιὰν, οἷσπερ τὸ τῶν ἀραχνῶν ἔργον οὐκ ἐξισάζει.
Εἰσὶ δὲ καὶ ἄλλοι πυκνοὶ Σκύθαι, οἵτινες κατοικοῦσιν εἰς τὰ ἔσχατα μέρη, ὅπου οἱ ἄνεμοι δυσάνεμοι καὶ χάλαζαί εἰσι, καὶ ἔστι τὸ μέρος ἐκεῖνο ἀοίκητον. Καὶ ταῦτα μὲν οὕτως.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.