Ἔργον
Νικηφόρος Βλεμμύδης – Γεωγραφικὴ ὑφήγησις
Μικρά Ασία, Εύξεινος Πόντος και ανατολική Μεσόγειος
Γεωγραφική περιγραφή των εθνών από τον Φάση και την Κολχίδα έως τη Μικρά Ασία, την Ιωνία, την Κιλικία και τις παραθαλάσσιες πόλεις της Συρίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Μικρά Ασία, Εύξεινος Πόντος και ανατολική Μεσόγειος
Γεωγραφική περιγραφή των εθνών από τον Φάση και την Κολχίδα έως τη Μικρά Ασία, την Ιωνία, την Κιλικία και τις παραθαλάσσιες πόλεις της Συρίας.
Περὶ τῶν ἄλλων ἐθνῶν τῶν ἀπὸ τοῦ Φάσιδος ποταμοῦ καὶ τῶν Κόλχων. Ἄρξομαι δὲ ἤδη λέγειν καὶ τὰ ἄλλα ἔθνη, ἀπὸ τῶν Κόλχων καὶ τοῦ Φάσιδος ποταμοῦ ἐρχόμενος ἐπὶ τὴν δύσιν ἐπὶ τὸν Λάδοντα τὸν ποταμὸν, παρὰ τὸ χεῖλος τοῦ Εὐξείνου πόντου. Πλησίον τοίνυν τοῦ Θρῃκίου στόματος, ὅπου ἐστὶν ἡ Χαλκηδὼν, εἰσὶ Βύζηρες.
Μετὰ δὲ τούτους τὰ ἔθνη εἰσὶ τῶν Βεχείρων καὶ οἱ Μάκρωνες καὶ οἱ Φύληρες καὶ οἱ πολυθρέμματοι Τιβαρηνοί εἰσι, καὶ ἐπὶ τούτοις οἱ Χάλυβες, οἵτινες οὐ παύουσι τῆς ταλαιπωρίας ἐργάζοντες τὸν μοχθηρὸν σίδηρον. Μετὰ τούτους δέ ἐστιν ἡ Ἀσσυρία, ἐφ’ ἧς ὁ Θερμώδων ποταμὸς σύρεται ἐκεῖσε, ὅπου ταῖς Ἀμαζόσιν ἀπὸ τοῦ Ἀρμενίου ὄρους τὸ θερμὸν ὕδωρ προπέμπει, ὅπου καὶ ἡ πόλις ἡ Σινώπη ᾤκισται, εἰς τοὔνομα τῆς Σινώπης τῆς Ἀσωποῦ, τῆς φίλης τοῦ Διὸς, ἥντινα ἐδέξατο οὗτος ὁ Θερμώδων πλανωμένην.
Περὶ τὰς ὄχθας δὲ αὐτοῦ κεῖται ὁ κρύσταλλος καθάπερ χειμερία πάχνη. Ἐκεῖ εὑρίσκεται καὶ ἡ πρασιάζουσα ἴασπις λίθος. Ὁ δὲ Ἶρις ὁ ποταμὸς εἰς τὴν θάλασσαν διδοῖ. Ἐπὶ τούτῳ δὲ αἱ ῥοαὶ τοῦ Ἅλυος τοῦ ποταμοῦ ἀναβράζουσι, πλησίον τῆς Καράμβιδος ἄκρας, ἑλκόμεναι ἀπὸ τοῦ Ἀρμενίου ὄρους ἐπὶ τὸν βορρᾶν.
Ἐπὶ δὲ τοῖς αἰγιαλοῖς τούτων τῶν ποταμῶν κατοικοῦσιν οἱ Παφλαγόνες, καὶ ἡ γῆ τῶν Μαριανδυνῶν ἡ μεγάλη. Ἐκεῖσε δέ φασι καὶ τὸν Ἡρακλέα ἀνασπάσαι τὸν Κέρβερον ἐκ τοῦ ᾅδου, καὶ ὅπου ἐδέξατο ἡ γῆ τὸν σίαλον τοῦ κυνὸς, ἐκεῖ ἐφύη ἡ βοτάνη ἡ καλουμένη ἀκόνιτον. Πλησίον δὲ τῶν Μαριανδυνῶν ἐπὶ τὴν λιπαρὰν γῆν κατοικοῦσιν οἱ Βιθυνοὶ, καὶ ἐκεῖ ῥέει καὶ ὁ Ῥήβας ὁ ποταμός. Τοσοῦτοι μὲν ἄνδρες εἰσὶ περίοικοι.
Περὶ τοῦ πόντου τῆς παραθαλασσίας Ἀσίας. Ἄκουσον δὲ ἤδη ζωγραφοῦντός μου καὶ τὸν πόντον τῆς παραθαλασσίας Ἀσίας, ὁδεύοντα ἐπὶ τὸν Ἑλλήσποντον καὶ πορευόμενον πρὸς τὸν νότον καὶ πρὸς τὸ μήκιστον ῥεῦμα τοῦ Αἰγαίου μέχρι αὐτῆς τῆς Συρίας καὶ Ἀραβίας. Καὶ πρῶτα μὲν οἱ Χαλκηδονῖται οἰκοῦσι τὴν γῆν τοῦ Βυζαντίου, πλησίον τοῦ στενοῦ, κατὰ ἀντιπέραν ὁρῶντες. Ἐπὶ τούτοις δέ εἰσιν οἱ Βέβρυκες, οἵτινές εἰσι Βιθυνοί. Ἐκεῖ δέ εἰσι καὶ τὰ τῆς Μυσίδος γῆς, ἤγουν τῆς μακρᾶς Βιθυνίας τὰ ὄρη, ἤγουν ὁ Ὄλυμπος· ὅπου ὁ ποταμὸς ὁ Κίος ἐπιπέμπει τὰ ῥεῖθρα αὐτοῦ, καὶ τρέχει ἐκεῖσε ἐπὶ τὸν Ἑλλήσποντον καὶ ὁ ἀγκὼν τῆς μικρᾶς Φρυγίας· ἡ γὰρ πλατυτέρα Φρυγία ἐπὶ τοῖς ὕδασι τοῦ Σαγγαρίου τοῦ ποταμοῦ κεῖται. Ἀλλ’ ἡ μὲν μεγάλη Φρυγία ἐπὶ τὴν ἀνατολὴν ἐκτέταται, ἱπποτρόφος τε καὶ πλουσία· πρὸς δὲ τὴν δύσιν ἴδοις τὴν ἑτέραν, ἐπὶ τοὺς θαυμαστοὺς πόδας τῆς Ἴδης τοῦ ὄρους κειμένην, ἧς ἐπὶ ταῖς πλευραῖς ὑπὸ τῷ Ξάνθῳ καὶ τῷ Σιμόεντι τοῖν ποταμοῖν ἐκτίσθη ἡ πόλις ἡ Τροία ὑπὸ τοῦ Ποσειδῶνος καὶ τοῦ Ἀπόλλωνος. Μετὰ δὲ τὴν Φρυγίαν παρεκτέταται ἡ γῆ τῆς Αἰολίδος παρὰ τὸ χεῖλος τοῦ Αἰγαίου περὶ τὸν μέγαν Ἑλλήσποντον. Ἀνὰ μέσον δὲ τῆς Αἰολίδος ὁ Μαίανδρος ποταμὸς κατέρχεται εἰς τὴν θάλασσαν ἀναμεταξὺ τῆς Μιλήτου, ἥτις ἐστὶ πόλις τῆς Ἰωνίας, καὶ τῆς πλατυχώρου Πριήνης.
Τούτων δὲ τῶν δύο γαιῶν πρὸς μὲν τὸν βορρᾶν ἴδοις τὴν μεγάλην παραθαλασσίαν Ἔφεσον τὴν πόλιν τῆς Ἀρτέμιδος, ὅπου αἱ Ἀμαζόνες ποτὲ κατεσκεύασαν τῇ θεῷ βωμὸν ἐξαίσιον τοῖς ἀνδράσιν ἐς τὴν ῥίζαν τῆς πτελέας. Πρὸς δὲ τὴν ἀνατολὴν ἐκτέταται ἡ Μαιονία ὑπὸ τῷ ὑψηλῷ Τμώλῳ τῷ ὄρει, ἀφ’ οὗ ὁ Πακτωλὸς ὁ ποταμὸς κατέρχεται σὺν χρυσῷ, οὗ ἐπὶ τὰ πλάγια ἀκούσειας ἂν ἡδεῖαν φωνὴν τῶν κύκνων ἐν τῷ καιρῷ τοῦ ἔαρος. Πολλοὶ γὰρ λειμῶνές εἰσιν ἐν τῇ Ἀσίᾳ, ἐξόχως δὲ περὶ τὸ Μαιάνδριον πεδίον, ὅπου ὁ Κάϋστρος ὁ ποταμὸς τῆς Λυδίας ἡσύχως ἐπιρρέει. Τὸ δὲ κάλλος τῶν γυναικῶν τοῦ τόπου τούτου οὐδεὶς δύναται μέμψαι.
Περὶ τῆς κεκλιμένης θαλάσσης. Πρὸς δὲ τὴν κεκλιμένην θάλασσαν οἱ Λύκιοι κατοικοῦσιν ἐπὶ τὰ ῥεύματα τοῦ Ξάνθου, ὅνπερ Ἄρατον καλοῦσι, ὅπου καὶ τὰ ὄρη τοῦ Ταύρου ἔρχονται μέχρι τῆς Παμφυλίδος. Ἄνωθεν δὲ ταύτης τῆς θαλάσσης πρὸς τὸν Εὐρυμέδοντα ποταμὸν θεάσῃ καὶ τὴν Ἄσπενδον καλουμένην πόλιν. Αἱ δὲ ἐφεξῆς πόλεις εἰσὶ τῆς Παμφυλίδος, ἤγουν ἡ Κώρυκος, ἡ Πέργη καὶ ἡ ὑψηλὴ Φάσηλις. Μετὰ τούτων δὲ πρὸς τὴν ἀνατολὴν κατὰ τὸ μέσον τῆς γῆς εἰσιν οἱ Λυκάονες οἱ ἐπιστήμονες ἐν τοῖς πολέμοις. Ἐπὶ τούτοις δέ ἐστιν ἡ πλουσία γῆ τῶν Πισιδέων καὶ αἱ πόλεις αὐτῆς, ἤγουν ἡ Τερμησὸς, ἡ Λύρβη καὶ ἡ Σέλγη, ἥντινα ὁ λαὸς τῶν Λακώνων μετοικισθῆναι ἐποίησαν. Ἐκεῖθεν δὲ τῆς Πισιδίας πρὸς ἀνατολὰς προβαίνουσα ἡ περίδρομος θάλασσα ἀποτέμνεται συνεστραμμένην ὁδὸν ἔχουσα, γειτονεύουσα τοῦ Εὐξείνου πόντου. Ἐκεῖνος δὲ ὁ κόλπος τὰ ἔθνη τῶν Κιλίκων περισύρει, μακρὸς ὢν ἐπὶ τὴν ἀνατολὴν, Στενὰ δὲ τῆς Ἀσίας καλοῦσι· καὶ αὐτὸς Ἰσσικὸς κόλπος καλεῖται. Ἐν τούτῳ δὲ σμίγεται τὸ ὕδωρ τῶν ποταμῶν τῶν ἀρχομένων πόρρωθεν, τοῦ Πυράμου καὶ τοῦ Πινάρου δηλονότι καὶ τοῦ σκολιοῦ Κύδνου, ὅστις Κύδνος πορεύεται ἐς μέσον τὴν Ταρσὸν τὴν πόλιν, ὅπου ὁ ἵππος ὁ Πήγασος τοῦ Βελλεροφόντου πρώτην αὐτὴν ἐπάτησεν, ἐρχόμενος ἐξ οὐρανοῦ.
Ἑξῆς δὲ τούτου πολλαὶ πόλεις εἰσὶ τῶν Κιλίκων, ἡ Λυρνησὸς, ἡ Ἀγχιάλεια, τὰ Σόλυμα καὶ ἄλλαι πολλαὶ, αἱ μὲν ἐπὶ τὴν γῆν, αἱ δὲ πλησίον τῆς θαλάσσης. Ἐπ’ αὐτῆς δὲ τῆς Κιλικίας εἰσὶν ἔτι καὶ οἱ Κομμαγηνοί· Κόμμα δέ ἐστιν οὕτω καλούμενον χώρα μετὰ τὴν Κιλικίαν πλησίον τῆς Συρίας.
Περὶ τῆς στρεπτῆς θαλάσσης. Ἐπὶ δὲ τῆς στρεπτῆς θαλάσσης, τῆς καλουμένης Λευκῆς, εἰσὶν αἱ πλατεῖαι καὶ εὐρύχωροι πόλεις τῆς Συρίας. Καὶ γὰρ ὁ κύκλος τῆς λευκῆς θαλάσσης στρέφεται μέχρι τῆς κολώνης καὶ τοῦ βαθυκρήμνου Κασίου τοῦ ἀγχιάλου ὄρους, ἤγουν ἕως τῆς Κασίας, ἥτις μεταξὺ τῆς Σελευκείας. Καὶ γὰρ ἕως ὧδε φθάνουσιν οἱ Σύριοι.
Περὶ τῶν πόλεων τῆς ἠπειρώτιδος Συρίας. Ἡ ἠπειρῶτις δὲ Συρία πολλὰς πόλεις ἔχει· ἕρπει δὲ πρὸς τὴν ἀνατολὴν πλησίον τῆς ἁλὸς, ἣν καὶ ἐπωνύμως Κοίλην λέγουσιν, ὅτι οἱ προνενευκότες τόποι τῶν ὀρέων, τοῦ τε δυτικοῦ Κασίου καὶ τοῦ ἀνατολικοῦ Λιβάνου μέσην καὶ χθαμαλὴν καὶ ὑποκειμένην αὐτὴν ἔχουσι. Τρισσῶς δὲ ..., Φοινίκη καὶ Παλαιστίνη καὶ Κοίλη. Πολλοὶ δὲ καὶ πλούσιοι ἄνδρες ταύτην κατέχουσι· καὶ οἵτινες κατοικοῦσιν ἐν τῇ ἠπείρῳ, Ἄραβες καλοῦνται καὶ Σύριοι· οἱ δὲ ὄντες πλησίον τῆς θαλάσσης Φοίνικες καὶ Ἐρυθραῖοι λέγονται. Οὗτοι γὰρ ἄποικοι τῶν Ἐρυθραίων εἰσὶν, οἵτινες πρῶτοι ἐποιήσαντο ταῖς ναυσὶν ἀπόπειραν τῆς θαλάσσης καὶ τῆς ἐμπορείας, οἱ αὐτοὶ δὲ ἐσκέψαντο καὶ τὴν ὑψηλὴν πορείαν τῶν ἀπλανῶν ἐν τῷ οὐρανῷ ἀστέρων. Κατοικοῦσι δὲ τὴν Ἰόπην, τὴν Γάζαν καὶ τὴν Ἐλαΐδα ἥτις ἐστὶ πόλις τῆς Ἀραβίας, τὴν Τύρον τὴν ἀρχαίαν, καὶ τὴν καλὴν γῆν τῆς Βηρυτοῦ, τὴν Βύβλον τὴν οὖσαν πλησίον τῆς θαλάσσης, καὶ τὴν Σιδῶνα τὴν ἔχουσαν πολλὰ ἄνθη, ἥτις κατοικεῖται ἐπὶ τοῖς ὕδασι τοῦ Βοστρηνοῦ τοῦ ποταμοῦ, ἀφ’ οὗ καὶ Βόστρα αὕτη ἡ πόλις λέγεται. Οἰκοῦσι δὲ καὶ τὴν πλουσίαν Τρίπολιν, τὴν Ὀρθωσίδα καὶ τὴν Μάραθον, τὴν Λαοδίκειαν, ἥτις ἐστὶ πλησίον τῆς θαλάσσης, καὶ τὴν Ποσειδίονα πόλιν, καὶ τὰ στενώματα τῶν ὀρέων τῆς Δάφνης, ἤγουν τῆς Λαοδικείας ἢ τοῦ προαστείου τῆς Ἀντιοχείας.
Μεσόγειον δέ ἐστιν ἡ Ἀπάμεια τῆς Ποσειδίονος καὶ τῆς Δάφνης τῶν δύο πόλεων. Πρὸς δὲ τὴν ἀνατολὴν αὐτῆς τῆς Ἀπαμείας ὁ Ὀρόντης ὁ ποταμὸς κατασύρεται, διαχωρίζων μέσον τὴν γῆν τῆς Ἀντιοχείας. Ἅπασα δὲ ἡ γῆ τῶν τριῶν Συριῶν ἐστι λιπαρὰ καὶ εὔβοτος. Ταύτης δὲ τῆς Συρίας τὴν νοτιωτέραν ὁδὸν ὁδεύων ἴδοις τὸν ἐνδότατον τόπον τοῦ Ἀραβικοῦ κόλπου, ὅστις ἀναμεταξὺ τῆς Συρίας καὶ Ἀραβίας συστρέφεται ὀλίγον ἐπὶ τὴν ἀνατολὴν μέχρι τῶν Ἐλανῶν. Ἔστι δὲ πόλις ὀνομαζομένη Ἐλανὰ ἐν τῷ ἐνδοτάτῳ τόπῳ τούτου τοῦ Ἀραβικοῦ κόλπου, καὶ οἱ ἐνοικοῦντες αὐτὴν καλοῦνται Ἐλάσιοι. Ἐκεῖσε δὲ τῶν Ἐλανῶν πρὸς τὴν ἀνατολὴν κεῖται ἡ γῆ τῶν εὐδαιμόνων Ἀράβων, κατεχομένη διπλῇ θαλάσσῃ, τῇ τε Περσίδι καὶ τῇ Ἀραβίᾳ. Ἔστι δὲ ἡ μὲν Ἀραβία πρὸς τὸν ζέφυρον, ἡ δὲ Περσὶς πρὸς τὸν εὖρον. Ἔστι δὲ ἰσθμὸς, καὶ τὸ τέλος αὐτοῦ καὶ ἡ βάσις ἐστὶ τετραμμένη πρὸς τὸν νότον, καὶ κλύζεται ἐπὶ τὴν ἀνατολὴν ὑπὸ τοῖς Ἐρυθραίοις κύμασι τοῦ ὠκεανοῦ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.