Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Γεωγραφικὴ ὑφήγησις

Νικηφόρος Βλεμμύδης

Αραβία, Μεσοποταμία και Περσία

Επισκόπηση των περιοχών και των εθνών της ευδαίμονος Αραβίας, της Μεσοποταμίας, της Βαβυλωνίας, καθώς και της περσικής και μηδικής επικράτειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 7 από 9

Περὶ τῶν ἐθνῶν τῆς Ἀραβίας. Ἄκουσον δὲ ἐξόχως ταύτης τῆς Ἀραβίας τὰ ἔθνη τὰ πλούσια ὑπὲρ πασῶν τῶν γαιῶν. Ἡ γῆ τῶν Ἀράβων ἐστὶν εὐώδης ἀεὶ καὶ τεθυμιασμένη θυμιάμασι καὶ ἀρώμασι· μυρίζει δὲ καὶ θύου καὶ σμύρνης καὶ τοῦ εὐώδους καλάμου καὶ τοῦ λιβάνου καὶ τῆς κασίας· ταῦτα δὲ ἔχει, διότι ἐκεῖ λέγουσι τὸν Διόνυσον λυθῆναι ἐκ τοῦ μηροῦ τοῦ Διὸς, καὶ γεννηθέντος αὐτοῦ ἐγένοντο εὐώδη ἅπαντα καὶ τεθυμιασμένα, ἐν τῇ βοσκῇ δὲ βαρύνονται τὰ πρόβατα τοῖς δασέσι μαλλοῖς, αἱ λίμναι δὲ αὐτόματοι καταρρέουσιν, καὶ αἱ ὄρνιθες ἔρχονται ἐκεῖθεν ἀπὸ τῶν ἀοικήτων νήσων τῶν περὶ τὴν Ταπροβάνην, φέρουσαι τὰ φύλλα τῶν ἀφθάρτων κιναμώμων· τὸ κινάμωμον δέ ἐστιν ὅμοιον ἀμπέλῳ κατὰ τὴν βλάστησιν. Ἐκεῖσε δὲ κομῶσιν αἱ ἄρουραι ἐπὶ τῷ λιβάνῳ, καὶ τὰ ὄρη ἐπὶ τῷ χρυσῷ, οἱ δὲ ποταμοὶ πλήθουσι τοῖς ἀρώμασι, καὶ οἱ κατοικοῦντες αὐτὴν ἀγάλλονται ἐπὶ χρυσοῖς καὶ μαλακοῖς πέπλοις.

Οἱ δὲ οἰκοῦντες ἐπὶ τὴν ἀνάκλισιν τοῦ Λιβάνου τοῦ ὄρους εἰσὶν οἱ πλούσιοι Ναβαταῖοι, ὁ Λίβανος δὲ τὸ ὄρος διορίζει τὴν κοίλην Ἀσσυρίαν καὶ τὴν Εὐδαίμονα Ἀραβίαν. Ἐκεῖ δὲ πλησίον τοῦ ὄρους εἰσὶν οἱ Χαυλάσιοι, οἵτινες κατοικοῦσι τὴν γῆν τὴν καλουμένην Χάλδαμιν. Ἐκεῖ δέ εἰσι καὶ οἱ Ἀγρέες, ἐξ ὧν τινες κατοικοῦσι τὴν γῆν τὴν καλουμένην Χατραμὶν, ἐξεναντίας οὖσαν τῆς Περσικῆς γῆς. Οἱ δὲ Σάβαι διορίζονται ὑπὸ τοῦ ἰσθμοῦ. Κατοικοῦσι δὲ τὸ πλευρὸν τὸ ὂν ὑπὸ τῆς Ἐρυθρᾶς θαλάσσης αὐτοὶ οἱ Σάβαι καὶ οἱ Μιναῖοι καὶ οἱ Κλεταβονοὶ οἱ ἀροτῆρες, οἵτινες καὶ Κλεταβοῦνοι καλοῦνται. Τοσαῦτα δὲ ἐξαίσια ἔθνη οἰκοῦσι περὶ τὴν Ἀραβίαν. Εἰσὶ δὲ καὶ ἄλλα πλεῖστα ἔμπροσθεν· καὶ γὰρ μεγίστη ἐστίν.

Ἀντιπέραν δὲ αὐτῆς πρὸς τὸν ζέφυρόν ἐστιν ἡ ἀνιαρὰ καὶ σχετλία γῆ τῶν Ἐρεμβῶν ἤγουν τῶν Τρωγλοδύτων Ἀράβων, οἵτινες ἐν τοῖς σπηλαίοις οἰκοῦσι, γυμνοὶ ὄντες καὶ ἐνδεεῖς κτημάτων· ἐκεῖ δὲ θαλπόμενοι μελαίνονται τῷ ἱδρῶτι αὐτῶν. Ὑπεράνω δὲ τοῦ ὄρους τοῦ Λιβάνου πρὸς τὰς αὐγὰς τοῦ ἡλίου ἡ γῆ τῆς Ἀσσυρίας ἡ ἐπιμήκης ἐκτείνεται πρὸς βορρᾶν, ἐρχομένη ἐκ τῆς πόλεως τῆς Σινώπης τῆς κλυζομένης ὑπὸ τῆς θαλάσσης. Οἰκοῦσι δὲ αὐτὴν τὴν Ἀσσυρίαν κατὰ τὴν μέσην οἱ πολεμικώτατοι Καππαδόκαι. Πλησίον δὲ τῆς θαλάσσης παρὰ τὸ στόμα τοῦ Θερμώδοντος ποταμοῦ εἰσιν οἱ Ἀσσύριοι οἱ Λευκοσύριοι. Ἡ δὲ Ἀρμενία καὶ Μεσοποταμία καὶ Μηδία, ὅλα εἰσὶ τῆς Ἀρμενίας. Φαίνεται δὲ αὕτη πρὸς τὴν ἀνατολὴν, ἀπὸ τοῦ μεγάλου ὄρους, τοῦ καλουμένου Ἀρμενίου Ἀρμένιον δὲ λέγεται τοῦτο, ὅτι οἱ Ἀρμένιοι τοῦτο οἰκοῦσι, ἐξ οὗ καὶ ὁ Εὐφράτης ὁ ποταμὸς ὠνόμασται· ὅστις πορεύεται μακρὸς ἐπὶ τὸν νότον καὶ συστρέφεται κατὰ τοὺς ἀγκῶνας ἐξεναντίας τοῦ ἡλίου. Περάσας δὲ κατὰ τὸ μέσον τὴν Βαβυλῶνα ἀπερεύγεται ἐπὶ τῆς Περσικῆς θαλάσσης ὁδεύων πλησίον τῆς πόλεως τῆς Τερηδόνος· Τερηδὼν δέ ἐστι πόλις Περσικὴ παράλιος.

Μετὰ δὲ τοῦτον τὸν Εὐφράτην ὁ Τίγρης ὁ ταχύτατος ποταμός ἐστι, πρὸς ἀνατολὰς μακρὰν τοῦ Εὐφράτου, ὅσον ἑπτὰ ἡμέρας ταχὺς ὁδοιπόρος ὁδεύει. Κατὰ δὲ τὸ μέσον τις κυκλοτερὴς λίμνη ἐστὶ τοὔνομα Θωνῖτις, ἐφ’ ἧς κατὰ τὸν ἐνδότατον τόπον τῆς λίμνης κατὰ πολὺ ὡσεὶ βάραθρον ὁ Τίγρης ἐμπεσὼν ὑποκάτωθεν σύρεται· ἀναπεμπόμενος δὲ πάλιν ὀξύτερος ῥόος ἀπὸ τῆς λίμνης κατωφερής ἐστιν ἐπὶ τῶν χωρίων.

Περὶ τῆς Μεσοποταμίας. Ὅση δὲ γῆ ἐστιν ἀναμεταξὺ τοῦ Εὐφράτου τοῦ ποταμοῦ καὶ τοῦ Τίγριος, ταύτην οἱ περίοικοι Μεσοποταμίαν καλοῦσιν. Οὐδεὶς δὲ βουκόλος ἀνὴρ μέμψοιτο τὰς νομὰς ἐκείνης τῆς γῆς· κάλλιστοι γάρ εἰσιν εἰς τὸ αὔξειν τοὺς καρπούς· κάλλιστον δέ ἐστι καὶ τὸ γένος ἐκεῖνο τῶν ἀνδρῶν καὶ ὅμοιον τοῖς ἀθανάτοις εἰς τὸ κάλλος. Ταύτης δὲ τῆς Μεσοποταμίας πρὸς τὸν βορρᾶν ὑπὸ τοῖς ὄρεσι τοῦ Καυκάσου ἐπὶ τὴν λιπαρὰν γῆν εἰσιν οἱ Ἀρμένιοι, καὶ οἱ ἰσχυροὶ καὶ πλούσιοι ἄνδρες οἱ Ματιανοί. Πρὸς δὲ τὸν νότον ἐστὶν ἡ μεγάλη πόλις ἡ Βαβυλὼν, ἥντινα ἡ Σεμίραμις περιετείχισε τῇ ἀσφάλτῳ, καὶ ἐπὶ τὴν ἀκρόπολιν ἔκτισε μέγαν ναὸν τῷ βασιλεῖ τῷ Βήλῳ τῷ υἱῷ τοῦ Διὸς, καλλωπίσασα χρυσῷ τε καὶ ἐλέφαντι καὶ ἀργύρῳ.

Περὶ τῆς γῆς τῆς πόλεως Βαβυλῶνος. Ταύτης δὲ τῆς Βαβυλῶνος ἡ γῆ ἐστι θαυμαστὴ, ὅπου γεγόνασι φοίνικες ὑψηλότατοι· ἔχει δὲ καὶ τὴν λίθον τὴν γλαυκὴν τῆς ὑγρᾶς βηρύλλου ἥτις φύεται ἐν ταῖς προβολαῖς ἔνδοθεν τῆς ὀφιήτιδος πέτρας, ἥτις ἐστὶ χαριεστέρα τοῦ χρυσίου. Ὑπεράνω δὲ τῆς Βαβυλῶνος ἐπὶ τὸν βορρᾶν εἰσιν οἱ Κισσοὶ, οἱ Μεσσαβάται καὶ οἱ Χαλωνῖται. Ἀλλ’ ὁδεύων ἔμπροσθεν τῶν Ἀρμενίων ὀρῶν ἴδοις ἂν τὴν γῆν τῶν Μήδων, ἥντινα πρὸς μὲν τὸν βορρᾶν κατοικοῦσιν οἱ Γηροὶ, οἱ Μάρδοι καὶ οἱ Ἀτροπατηνοὶ ἄνδρες. Πρὸς δὲ τὸν νότον οἰκοῦσι τὰ ἔθνη τῶν ἐνδόξων Μήδων, ὅπου οἱ ἄνδρες εἰσὶ πολυφάρμακοι, οἰκοῦντες τόπον ἄπειρον, οἱ μὲν ἐπ’ αὐτὰς τὰς πέτρας, αἵτινες φύουσι τὴν ἀφεγγῆ ναρκισσίτην, οἱ δὲ εἰς τὰ δάση βόσκοντες πρόβατα βρίθοντα μαλλοῖς.

Τόσον δέ εἰσι τετραμμένοι ἐπὶ τὴν ἀνατολὴν, ἐπεὶ πλησίον τῶν Κασπίων πυλῶν φθάνουσιν, αἵτινές εἰσι κληΐδες τῆς γαίας τῆς Ἀσιήτιδος ὑπὸ πέτρας βαθυνομένης, ὅπου ἡ ὁδὸς ἐκτέταται πρὸς τὸν βορρᾶν καὶ πρὸς τὸν νότον τοῖς ἐρχομένοις, ἡ μὲν πρὸς Ὑρκανίους, ἡ δὲ πρὸς τὰ ὄρη τῆς Περσίδος γῆς. Καὶ ὑπὸ μὲν τῶν Κασπίων πυλῶν κατοικοῦσιν οἱ Πάρθοι οἱ πολεμικοὶ, οἵτινες οὔτε γεωργικὰ μετέρχονται, οὔτε ναυτικὰ, οὔτε ἄλλο τι ἢ τὰ πολεμικὰ μόνον. Ἀλλὰ εἰ καὶ τοιοῦτοι ἄνδρες ὄντες, ἡ αἰχμὴ τοῦ βασιλέως τοῦ Αὐσονίου καταδεδούλωκεν αὐτούς. Καὶ ταῦτα μὲν οὕτως.

Περὶ τῶν Περσῶν. Ἄκουσον δὲ δὴ καὶ τοὺς Πέρσας καὶ τὰς ὁδοὺς τῶν ἀενάων ποταμῶν, ὅτι αὐτοὶ μόνοι ἔχουσι τὸ βασιλεύτατον ἔθνος τῆς Ἀσίας, οἵτινες πολὺν πλοῦτον ἐποίησαν εἰς τὰς ἑαυτῶν οἰκίας, ὅταν ἐπόρθησαν τὴν Μῃονίαν καὶ Σάρδεις· τὰ ὅπλα γὰρ αὐτῶν καὶ τὰ χαλινὰ τῶν ἵππων ὑπῆρχον χρυσᾶ.

Περὶ τῆς Περσίας γῆς. Ἡ Περσία δὲ ὅλη ἐστὶ περίδρομος ἐν τοῖς μεγάλοις ὄρεσιν, ἔχει δὲ τὴν ὁδὸν νοτιωτέραν τῶν Κασπίων πυλῶν. Ἔρχεται δὲ αὐτὴ ἕως τῆς Περσικῆς θαλάσσης, καὶ εἰς τρία μέρη ταύτην οἰκοῦσι διασταδὸν, οἱ μὲν ὑπὸ τοὺς ἄρκτους παρὰ τοῖς σκιεροῖς ὄρεσι τῶν τοξοφόρων Μήδων, οἱ δὲ ἐς μέσον τῆς γῆς, οἱ δὲ ἐς τὸν νότον ἄχρι τῆς θαλάσσης τῆς Περσικῆς.

Μετὰ τούτους δέ εἰσι Σάβαι, οἱ Πασαγάρδαι, καὶ πλησίον αὐτοῖς εἰσιν οἱ Τασκοὶ καὶ ἄλλοι, οἱ ὁποῖοι κατοικοῦσιν εἰς δύο μέρη τὴν Περσικὴν γῆν. Ἐν αὐτῇ δέ εἰσι πόλεις καὶ ποταμοὶ, οἱ ὁποῖοι ποταμοὶ διέρχονται ὧδε κἀκεῖσε διὰ προχοῶν σκολιῶν. Ἐξόχως δὲ τούτων ἐστὶν ὁ μέγας Κόρος ὁ ποταμὸς καὶ ὁ Χοάσπις, ὅστις ἔρχεται ἐκ τῆς Ἰνδίας παρὰ τὴν γῆν ῥέων τῶν Σούσων. Ἐφ’ οὗ τοῖς πλευροῖς ἴδοις ἂν τὸν εὐόφθαλμον ἀχάτην, κείμενον ὥσπερ κύλινδρον ἐπὶ τῆς γῆς, ὅντινα αἱ χαράδραι τοῦ χειμερινοῦ ποταμοῦ κατασύρουσιν ἀπὸ τῶν πετρῶν. Ἐκεῖ δὲ οἱ καρποὶ ἀεί εἰσιν ἐπίτρομοι ἀλλήλοις, χαίροντες ἐκ τοῦ λιαροῦ ἀνέμου.