Ἔργον
Νικηφόρος Βλεμμύδης – Γεωγραφικὴ ὑφήγησις
Ανατολική Ασία και Ινδική
Γεωγραφική και εθνογραφική ανάλυση των ανατολικών άκρων της Ασίας, περιλαμβάνοντας την Καρμανία, τη Γεδρωσία και τον φυσικό πλούτο της Ινδίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ανατολική Ασία και Ινδική
Γεωγραφική και εθνογραφική ανάλυση των ανατολικών άκρων της Ασίας, περιλαμβάνοντας την Καρμανία, τη Γεδρωσία και τον φυσικό πλούτο της Ινδίας.
Περὶ τοῦ λοιποῦ πόρου τῆς Ἀσίδος γῆς πρὸς ἀνατολάς. Ἄκουσον δὴ πρὸς ἀνατολὰς καὶ τὸν λοιπὸν πόρον τῆς Ἀσίδος γῆς. Ἔνθα μὲν ἡ γῆ τῆς ἠπείρου τελειοῖ πλησίον τῆς Περσικῆς θαλάσσης τοῦ ὠκεανοῦ, εἰσὶν οἱ Καρμανοὶ, ὅθεν καὶ ὁ ἥλιος ἀνατέλλει.
Οὗτοι δὲ ἔχουσι τὴν γῆν αὐτῶν μεμερισμένην, καὶ οἱ μέν εἰσι παρὰ τοῖς αἰγιαλοῖς, οἱ δὲ ἔνδοθεν τῆς ἠπείρου. Πρὸς δὲ τὴν ἀνατολὴν τούτων σύρεται ἡ γῆ τῶν Γεδρωσῶν γειτονεύουσα τοῦ ὠκεανοῦ τοῦ ἔχοντος μεγάλα κήτεα· ἔνθα πρὸς μὲν τὴν ἀνατολὴν παρὰ τὸν Ἰνδικὸν ποταμὸν κατοικοῦσιν οἱ νότιοι Σκύθαι. Ἔστι δὲ οὗτος ὁ ποταμὸς ἐξεναντίας τῆς Ἐρυθρᾶς θαλάσσης σφοδρότατος, τρέχων ἐπὶ τὸν νότον καὶ ἀρχόμενος ἀπὸ τοῦ Καυκάσου τοῦ ὑψηλοῦ ὄρους. Δύο δὲ στόματά εἰσιν ἐπ’ αὐτῷ· κατὰ τὴν μέσην δὲ νῆσός ἐστιν, ἥντινα καλοῦσι Παταλήνην. Μερίζει δὲ οὗτος ὁ ποταμὸς ἔθνη πολλῶν ἀνδρῶν. Καὶ πρὸς μὲν τὴν κλίσιν δύνοντος τοῦ ἡλίου εἰσὶν οἱ Ὠρεῖται καὶ οἱ Ἄραβες καὶ οἱ λινόχλαινοι Ἀραχῶται καὶ οἱ Σατραΐδαι καὶ ὅσοι εἰσὶ παρὰ τοῦ ὄρους τοῦ Παρνασοῦ. Ὁμοῦ δὲ κοινῶς πάντες εἰσὶν οὗτοι Ἀριηνοὶ, καὶ κατοικοῦσιν ὑπὸ τῇ λεπτῇ ψάμμῳ. Ἔχουσι δὲ ἱκανὰς μεθόδους τῆς ζωῆς αὐτῶν· ἡ γῆ γὰρ αὐτῶν φέρει αὐτοῖς πολὺν ἄλλον πλοῦτον, διότι ἐκεῖ εὑρίσκεται ὁ λίθος τοῦ ἐρυθροῦ κοραλίου καὶ ἡ καλὴ πλὰξ τοῦ σαπφείρου, ἥτις γεννᾶται ἐν ταῖς πέτραις ὑπὸ ταῖς χρυσαῖς καὶ μελαναῖς φλέβαις· τούτους δὲ ἀποτέμνοντες ἔχουσιν ὠφέλειαν τῆς ζωῆς αὐτῶν.
Πρὸς δὲ τὴν ἀνατολὴν ἐξήπλωται ἡ γῆ ἡ ἐπιθυμητὴ τῶν Ἰνδῶν, ἐσχάτη οὖσα πασῶν τῶν ἄλλων γαιῶν, καὶ πλησίον τοῖς χείλεσι τοῦ ὠκεανοῦ, ἥντινα πρώτην φωτίζει ὁ ἥλιος ταῖς ἀκτῖσιν ἀνερχόμενος ἐπὶ τὰ ἔργα τῶν μακάρων καὶ τῶν ἀνδρῶν. Οἱ οἰκοῦντες δὲ ταύτην εἰσὶ μέλανες ὅμοιοι ὑακίνθῳ. Τούτων δὲ οἱ μὲν μεταλλεύουσι τὸν χρυσὸν σκάπτοντες τὴν ἄμμον, οἱ δὲ ὑφαίνουσιν ἱστοὺς λινοὺς, οἱ δὲ ὑποξύουσι τοὺς ὀδόντας τῶν ἐλεφάντων, ἄλλοι δὲ ἰχνεύουσιν ἐπὶ ταῖς προβολαῖς τῶν ἀναύρων, ὅπου τὴν γλαυκὴν λίθον τῆς βηρύλλου ἔχουσι καὶ τὸν ἀδάμαντα τὸν λαμπρὸν καὶ τὴν ἴασπιν καὶ τὴν γλαυκιόεντα λίθον τοῦ καθαροῦ τοπάζου καὶ τὴν γλυκερὰν καὶ ὑπερέμα πορφυρέουσαν ἀμέθυσον.
Αὐτὴ δὲ ἡ γῆ αὔξει τοῖς ἀνδράσι πλοῦτον παντοῖον, καὶ ἔστι κατάρρυτος ἔνθα καὶ ἔνθα τοῖς ἀενάοις ποταμοῖς. Ἔχει δὲ καὶ λειμῶνας, καὶ ἄλλοτε μὲν αὔξει κέγχρον, ἄλλοτε δὲ κάλαμον ἐρυθραῖον. Καὶ ταῦτα μὲν οὕτως.
Περὶ τῶν σχημάτων τῶν ὀρέων τε καὶ ποταμῶν. Διανοοῦ δὲ ἤδη καὶ τὸ σχῆμα καὶ τοὺς ποταμοὺς καὶ τὰ ὄρη τὰ ὑψηλὰ καὶ τὰ ἔθνη. Καὶ ἐπὶ μὲν ταῖς πλευραῖς πισύρεσσιν ἐστὶν ἡ γῆ ὁμοία κατὰ τὸ εἶδος τοῦ ῥόμβου ἐν πάσαις ταῖς λοξαῖς. Ὁ Ἰνδὸς δὲ ὁμούριος ἀποτμήγει τὴν γῆν τοῖς ὕδασι ἑσπερίοις, ὁ Γάγγης δὲ ποταμὸς κόπτει τὴν Ἐρυθρὰν θάλασσαν πρὸς ἀνατολὴν, ὁ δὲ Καύκασός ἐστι πρὸς τὸν πόλον τὸν ἀρκτικόν. Ταύτην δὲ τὴν γῆν οἰκοῦσιν ἄνδρες πολλοί τε καὶ πλούσιοι, οὐχ ὁμοῦ καὶ ὁμώνυμοι, ἀλλὰ διακεχωρισμένοι.
Πλησίον δὲ τοῦ ποταμοῦ τοῦ Ἰνδοῦ οἱ Δαρδανέες εἰσὶν, ὅπου ἀπὸ τῶν σκοπέλων λοξὸς συρόμενος τὴν Ἀκεσίνην δέχεται Ὑδάσπης· ἔστι δὲ πλεύσιμος ταῖς ναυσί. Μετὰ δὲ τούτους ἐστὶ τρίτος ὁ Κώφης ὁ ἀργυροδίνης ποταμός. Ἐπὶ τούτων δέ εἰσι μέσοι οἱ Σάβαι καὶ οἱ Τόξιλοι ἄνδρες, καὶ ἑξῆς δέ εἰσιν οἱ Σκόδροι, ἐφ’ οἷς καὶ τὰ ἄγρια γένη τῶν Πευκαλέων εἰσί. Μετὰ τούτους δέ εἰσι καὶ οἱ θεράποντες τοῦ Διονύσου οἱ Γαγγαρίδαι, ὅπου ὁ Ὕπανις καὶ ὁ μέγας Μέγαρσος οἱ λαβρότατοι τῶν ποταμῶν φέρουσι ποικίλον χρυσόν. Οὗτοι δὲ οἱ ποταμοὶ συρόμενοι ἀπὸ τοῦ ὄρους τοῦ Ἠμωδοῦ ἔρχονται ἐπὶ τὴν Γαγγήτιδα χώραν, καὶ σύρονται πρὸς τὸν νότον παρὰ τὸ τέλος τῆς γῆς τῆς Κωλίδος, ἥτις προκύπτει ἐπὶ τὸν ὠκεανὸν τὸν βαθυδίνην· ὅτι δέ ἐστιν ὑψηλὴ καὶ δύσβατος τοῖς ταχινοῖς πετεινοῖς, διὰ τοῦτο καὶ Ἄορνιν αὐτὴν καλοῦσι.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.