Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Γεωγραφικὴ ὑφήγησις

Νικηφόρος Βλεμμύδης

Επίλογος και δοξολογία

Καταληκτική δοξολογική αναφορά προς τον Δημιουργό της κτίσης και συνοπτικός αποχαιρετισμός της γεωγραφικής περιήγησης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 9 από 9

Ἔστι δὲ καί τις χῶρος θαυμαστὸς καὶ ἱερὸς παρὰ τὸν πλατὺν Γάγγην τὸν ποταμὸν, ὅντινα ἐπάτησεν ὁ Διόνυσος. Τόσοι μὲν ἄνδρες ὑψηλότατοί εἰσιν ἐπὶ τὴν γῆν. Εἰσὶ δὲ καὶ ἄλλοι μυρίοι πλανώμενοι ἐπὶ τὴν γῆν ἔνθεν κἀκεῖθεν, οὕστινας οὐδεὶς ἄνθρωπος δύναται φανερῶς εἰπεῖν ἢ αὐτὸς ὁ Θεὸς, ὅτι αὐτὸς πρῶτα ἐποίησε τὰ θεμέλια, καὶ τὴν βαθεῖαν ὁδὸν ἔδειξε τῆς ἀμετρήτου θαλάσσης, αὐτὸς δὲ καὶ βέβαια πάντα διετεκμήρατο τῷ βίῳ ἄστρα διακρίνων, ἐκληρώσατο δὲ ἑκάστῳ ἔχειν μοῖραν τοῦ τε πόντου καὶ τῆς ἠπείρου τῆς βαθείας· καὶ ἔστιν ἡ μὲν λευκὴ καὶ ἀργινόεσσα, ἡ δὲ μαύρη, ἡ δὲ ἐπαμφοτερίζουσα, καὶ ἄλλη μέν ἐστιν ὁμοία Ἀσσυρίας ἄνθεσι τῆς μίλτου, καὶ ἄλλαι ἀλλοῖαι. Οὕτω γὰρ ὁ Θεὸς ἐβουλεύσατο, καὶ οὕτω τοῖς ἀνθρώποις ἑτεροίϊα τὰ πάντα τέτυκται. Ὑμεῖς δὲ, ὦ ἤπειροι καὶ ὦ νῆσοι, χαίρετε, καὶ ὦ ὕδατα τοῦ ὠκεανοῦ καὶ ἱερὰ χεύματα τοῦ πόντου, καὶ ὦ ποταμοὶ καὶ πηγαὶ, καὶ οὔρεα βησσήεντα, χαίρετε καὶ αὐτά· ἤδη γὰρ τὸ κῦμα πάσης τῆς θαλάσσης ἐπέδραμον, καὶ τὸν σκολιὸν πόρον τῶν ἠπείρων. Ἀλλ’ εἴθε μοι γένοιτο ἐκ θεοῦ τῶν ὕμνων αὐτῶν ἀντάξιος ἡ ἀμοιβή.