Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Ἱστορία τῆς γῆς

Νικηφόρος Βλεμμύδης

Σχήμα και μέγεθος της γης

Εισαγωγικές αποδείξεις για τη σφαιρικότητα της γης, καθώς και υπολογισμός της περιμέτρου της σε στάδια και μίλια σε αντιστοιχία με τις ουράνιες μοίρες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 1 από 3

ΕΤΕΡΑ ΙΣΤΟΡΙΑ ΠΕΡΙ ΤΗΣ ΓΗΣ ΕΝ ΣΥΝΟΨΕΙ ΤΟΥ ΑΥΤΟΥ ΝΙΚΗΦΟΡΟΥ ΦΙΛΟΣΟΦΟΥ ΤΟΥ ΒΛΕΜΜΙΔΟΥ ΠΡΟΣ ΤΙΝΑ ΒΑΣΙΛΕΑ ΟΡΘΟΔΟΞΟΝ. Ἡ γῆ τὴν μέσην τοῦ παντὸς ἔλαχε χώραν, πάσης οὖσα τῆς αἰσθητῆς κτίσεως τὸ μεσότατον, ἑδραζομένη ὑπ’ οὐδενὸς, μόνῳ δὲ τῷ τοῦ δημιουργοῦ προστάγματι συνεχομένη καὶ ἀκίνητος μένουσα, ἐξ ἴσου πάντοθεν ἀπέχουσα τοῦ οὐρανίου σώματος καὶ ἄνωθεν καὶ κάτωθεν καὶ ἐκ πλαγίων. Ὑπάρχει δὲ σφαιροειδής· καὶ περὶ τούτου ὅτι σφαιροειδής ἐστι, πολλαὶ ἀποδείξεις εἰσί. Πρῶτον μὲν, ὅτι πρότερον ἐπιλάμπει ὁ ἥλιος ἐν τοῖς μέρεσι τῆς ἀνατολῆς, εἶτα κατὰ μικρὸν ἐν τοῖς δυτικοῖς μέρεσι· καὶ διὰ τοῦτο προλαμβάνει ἡ ἡμέρα ἔν τε τοῖς Σίνοις καλουμένοις καὶ ἐν τῇ Περσίδι καὶ τοῖς ἑτέροις ἔθνεσι τοῖς ἐκεῖσε. Οἱ δὲ Σῖνοι οὗτοι τὰ ἀνατολικώτερα μέρη τοῦ κόσμου οἰκοῦσι· πάντες δέ εἰσι τὴν θρησκείαν Ἕλληνες, πλὴν πάνυ δικαιότατοι.

Ὅτε γοῦν ἐστὶν ἐν αὐτοῖς μεσημβρία, ἐστὶν ἐνταῦθα πρωία· καὶ ὅτε ἐστὶν ὥρα τετάρτη ἐν τῇ Περσίδι, ἐστὶν ἐνταῦθα ὥρα α· καὶ ἀναλόγως ἐν παντὶ διαστήματι τῆς ἀνατολῆς καὶ δύσεως. Εἰ δέ τις εἴποι· καὶ πόθεν δῆλον ὅτι αἱ ὧραι διαφέρουσιν, ὡς ἀλλαχοῦ μὲν εἶναι μεσημβρίαν, ἀλλαχοῦ δὲ πρωίαν, ἢ ἔν τινι τόπῳ ἡμέραν, ἔν τινι δὲ νύκτα; καὶ πῶς προλαμβάνουσι καὶ ὑστεροῦσιν αἱ ὧραι; γινωσκέτω, ὅτι φανερὸν ἐγένετο τοῦτο πολλάκις ἐκ τῶν ἡλιακῶν καὶ σεληνιακῶν ἐκλείψεων. Οἱ γὰρ τοῦτο τετηρηκότες ἀκριβῶς καὶ περὶ τούτου ζητήσαντες εὗρον, ὅτι ὅτε ἐγένετο ἡ τοῦ ἡλίου ἔκλειψις ἐν τῇ Περσίδι καθ’ ὥραν τετάρτην, ἐφάνη ἡμῖν καθ’ ὥραν πρώτην. Τὸ δ’ αὐτὸ καὶ κατὰ τὴν νύκτα ἐπὶ τῶν τῆς σελήνης ἐκλείψεων. Οὕτω γοῦν ἀναλόγως προλαμβάνει ὁ ἥλιος εἰς ἡμᾶς τῶν μερῶν τῶν ὄντων δυτικωτέρων ἡμῶν· ἡ γὰρ κυρτότης τοῦ σφαιροειδοῦς τῆς γῆς σχήματος ἐπιπροσθεῖ, καὶ οὐκ ἐᾷ τὸν ἥλιον καὶ ἐν τοῖς δυτικοῖς φαίνεσθαι μέρεσιν, ἕως ὅτου ὑψωθῇ, καὶ τότε φαίνεται καὶ ἐν αὐτοῖς· ὥστε εἰ ἦν ἡ γῆ ἐπίπεδος καὶ ἐκτεταμένη, ἅπασα οὖν ὁμοίως ἐφωτίζετο.

Ἕτερον δὲ, ὅτι σφαιροειδής ἐστιν ἡ γῆ δῆλον καὶ ἐκ τούτου· ὅτε γὰρ ἐν πελάγει θαλάττης πλέομεν, καὶ τῇ γῇ προσπελάζομεν, πρῶτον φαίνονται ἡμῖν αἱ τῶν ὀρέων ἀκρώρειαι· εἶτα ὅσον προσεγγίζομεν τῇ γῇ, φαίνεται καὶ τὰ κατώτερα· ὅπερ οὐκ ἂν συνέβαινε γίνεσθαι, εἰ μὴ ὅτι τὸ τοῦ ὕδατος σχῆμα κυρτόν ἐστι τῇ γῇ καὶ αὐτὸ συσφαιρούμενον. Πάλιν εἰ μὴ ἦν σφαιροειδὲς τὸ σχῆμα τῆς γῆς, πάντες ἂν οἱ ἀστέρες ἐφαίνοντο ἡμῖν· νῦν δὲ ὅτι ἐστὶν ἡ ἡμετέρα οἴκησις πρὸς τὸ βόρειον μέρος, τοὺς μὲν ἀστέρας τοῦ βορείου πόλου ὁρῶμεν, τοὺς δὲ ἐν τῷ νότῳ οὐχ ὁρῶμεν.

Καὶ γὰρ ἔστι μέγιστος ἀστὴρ ὁ λεγόμενος κάνωβος· διότι γοῦν ἐστὶν ἐν τῷ νοτίῳ πόλῳ, ἐν μὲν τῇ Αἰγύπτῳ καὶ ταῖς λοιπαῖς νοτιωτέραις πόλεσι φαίνεται, ἐν ἡμῖν δὲ οὐ φαίνεται. Τὸ δ’ αὐτὸ καὶ οἱ λοιποὶ τοῦ νοτίου πόλου ἀστέρες· ἐκεῖσε μὲν ἐν τοῖς εἰρημένοις φαίνονται τόποις, ἐνταῦθα δὲ οὐ φαίνονται.

Περὶ τοῦ μεγέθους τῆς γῆς. Περὶ δὲ τοῦ μεγέθους τῆς γῆς πολλαὶ γεγόνασι δόξαι. Ἀπεφήναντο δὲ ὕστερον πάντες, ὡς σταδίων μυριάδων εἴκοσι καὶ πέντε ἔστιν ἡ περίμετρος αὐτῆς, ἀποδείξαντες τοῦτο διὰ μεθόδων γεωμετρικῶν, ἅτινα ποσοῦνται μίλια χιλιάδες τριάκοντα τρεῖς καὶ τριακόσια τριάκοντα τρία, καὶ στάδια δύο ἥμισυ. Τὸ δὲ στάδιον ἔχει ὀργυίας ἑκατὸν, ἤτοι τὸ μίλιον ἔχει ὀργυίας ἑπτακοσίας πεντήκοντα. Ἕτεροι δὲ μετριάσαντες τὴν γῆν, εὗρον αὐτὴν μίαν μοῖραν τῶν οὐρανιῶν μοιρῶν, ἤτοι τριακοστὸν ζωδίου ἑνός. Τὰ γὰρ δώδεκα ζώδια τὰ ἐν τῷ οὐρανῷ ἀνὰ τριάκοντα μοίρας ἔχοντα, ποιοῦσι μοίρας τριακοσίας ἑξήκοντα.