Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Ἱστορία τῆς γῆς

Νικηφόρος Βλεμμύδης

Όρια και κλίματα της κατοικημένης γης

Περιγραφή των γεωγραφικών ορίων της οικουμένης προς τα τέσσερα σημεία του ορίζοντα και η διαίρεσή της σε επτά κλίματα με βάση τη διάρκεια της ημέρας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 2 από 3

Ἡ δὲ ἡμετέρα οἴκησις, ὡς εἴρηται, ἐν τῷ βορείῳ μέρει ἐστί· διὰ τοῦτο ὁ μὲν βόρειος πόλος φαίνεται ἡμῖν, ὁ δὲ νότιος οὐδαμῶς. Ἡ δὲ ἐγνωσμένη τῆς γῆς οἴκησις κατὰ μὲν τὴν ἀνατολὴν τελευτᾷ ἔν τινι πόλει τῶν εἰρημένων Σίνων, Σύρα καλουμένῃ· τὰ γὰρ ἐπέκεινα ταύτης, ὡς ἱστοροῦσι, τέλματά τέ εἰσι καὶ κάλαμοι, καὶ διέλευσις ἀπ’ αὐτῆς ἀνατολικωτέρα οὐκ ἔστι. Κατὰ δὲ τὴν δύσιν τελευτᾷ ἡ οἴκησις ἐπέκεινα τῆς Ἱσπανίας πρὸς τῷ δυτικῷ ὠκεανῷ, εἰς ὃν εἰσβάλλει αὕτη ἡ καθ’ ἡμᾶς θάλασσα. Ἀπέχουσι δὲ τῆς γῆς αἱ λεγόμεναι τῶν μακάρων νῆσοι διάστημα χιλίων μιλίων· αἵτινες πρῶτον μὲν ἦσαν οἰκούμεναι καὶ ἐπίφθονοι διὰ τὴν τοῦ ἀέρος εὐκρασίαν, νῦν δὲ ὑπάρχουσιν ἀοίκητοι. Κατὰ δὲ τὸ ἀρκτῷον μέρος περατοῦται ἡ οἴκησις ἐν Θούλῃ τῇ νήσῳ· τὰ γὰρ ἐπέκεινα ταύτης ἀοίκητά εἰσι διὰ τὴν πολλὴν ψύξιν. Κατὰ δὲ μεσημβρίαν οἰκοῦσιν ἄνθρωποι ἄχρι καὶ αὐτοῦ τοῦ ἰσημερινοῦ κύκλου· ἀλλ’ εἰσὶν οἱ ἐκεῖ οἰκοῦντες ἔθνη βάρβαρα καὶ μέλανα τὴν χροιάν. Ὅσοι δὲ οἰκοῦσιν ὑπὸ τὸν ἰσημερινὸν κύκλον, ἔχουσιν ἀεὶ τὰς νύκτας ἴσας ταῖς ἡμέραις.

Ἀπ’ αὐτοῦ γοῦν τοῦ ἰσημερινοῦ κύκλου τὰ ἔνθεν μέρη ἅπαντα ἄχρι καὶ τοῦ τέρματος τοῦ βορείου μέρους, ἐμέρισαν τὴν ἅπασαν οἰκουμένην οἱ πάλαι σοφοὶ εἰς ἑπτὰ κλίματα. Καὶ ὠνομάσαντο πρῶτον κλίμα τὸ πλησιάζον πρὸς τὸν ἰσημερινὸν κύκλον, τὸ διὰ Μερόης κλίμα. Ἔστι δὲ ἡ Μερόη πόλις Αἰθιοπική. Ἐν δὲ τῷ αὐτῷ κλίματι ὑπάρχει μεγίστη ἡμέρα ὡρῶν δεκατριῶν. Δεύτερον κλίμα ἐστὶ τὸ λεγόμενον διὰ Συήνης· ἡ δὲ Συήνη πόλις ἐστὶν ἐν μεταιχμίῳ τῆς Αἰγυπτιακῆς καὶ Αἰθιοπικῆς χώρας. Ἐν τούτῳ τῷ κλίματι ἔστιν ἡ μεγίστη ἡμέρα ὡρῶν δεκατριῶν ἥμισυ.

Τρίτον κλίμα τὸ λεγόμενον διὰ τῆς κάτω χώρας Αἰγύπτου· ἔστι δὲ ἐν αὐτῷ ἡ μεγίστη ἡμέρα ὡρῶν δεκατεσσάρων. Τέταρτον κλίμα τὸ διὰ Ῥόδου λεγόμενον· ἐν αὐτῷ ἐστὶν ἡ μεγίστη ἡμέρα ὡρῶν δεκατεσσάρων ἥμισυ. Πέμπτον κλίμα τὸ διὰ Ἑλλησπόντου, ἐν ᾧπερ οἰκοῦμεν ἡμεῖς· ἔστι δὲ ἐν αὐτῷ ἡ μεγίστη ἡμέρα ὡρῶν δεκαπέντε. Ἕκτον κλίμα τὸ δι’ Εὐξείνου Πόντου, ἐν ᾧ ἐστιν ἡ μεγίστη ἡμέρα ὡρῶν δεκαπέντε ἥμισυ. Τὸ δ’ ἕβδομον κλίμα τὸ διὰ Βορυσθένους, ἔνθα ἐστὶν ἡ μεγίστη ἡμέρα ὡρῶν δέκα ἕξ.