Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Ἱστορία τῆς γῆς

Νικηφόρος Βλεμμύδης

Ακραίες περιοχές και τελικές διαστάσεις

Αναφορά στις βορειότερες περιοχές, τα ηλιοστάσια και τα φαινόμενα της διαρκούς νύχτας, με κατακλείδα τη σύνοψη του μήκους και του πλάτους της γης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 3 από 3

Εἰσὶ δὲ καὶ ἐπέκεινα τούτου τοῦ κλίματος ἐν τῷ βορειοτέρῳ μέρει τόποι οἰκούμενοι, ἔχοντες πλειόνων ὡρῶν τὴν ἡμέραν, ἤγουν ὁ Κιμμέριος Βόσπορος καὶ ἡ Θούλη νῆσος, ἐν οἷς ἐστὶν ἡ ἡμέρα ὡρῶν δεκαοκτὼ καὶ εἴκοσι καὶ ἐπέκεινα· ἡ δὲ νὺξ ὡρῶν οἷς μὲν τεσσάρων, οἷς δὲ τριῶν, οἷς δὲ δύο, οἷς δὲ καθόλου ἡμέρα ἄσκιος, τοῦ θερινοῦ κύκλου ὄντος διὰ πάσης τῆς θερινῆς τροπῆς ὑπεράνω αὐτῶν. Ἀπὸ γὰρ τῆς εἰκοστῆς τετάρτης τοῦ Μαρτίου μηνὸς τοῦ ἡλίου γενομένου ἐν τῷ κριῷ ἄρχεται αὐξάνειν ἡ ἡμέρα ἐν τοῖς τοιούτοις μέρεσι, καὶ γίνεσθαι ὡρῶν εἴκοσι· εἶτα φωτίζεσθαι καθολόκληρον, καὶ εἶναι διαπαντὸς ἡμέραν, ἀπὸ τῆς εἰκοστῆς τρίτης τοῦ Μαίου μέχρι τῆς τοῦ Ἰουλίου εἰκοστῆς τρίτης, τοῦ ἡλίου τότε πολεύοντος ἐν τοῖς διδύμοις καὶ ἐν τῷ καρκίνῳ, ἤγουν ἐν τῷ θερινῷ τροπικῷ.

Εἶτα πάλιν ἀναποδίζοντος καὶ περὶ τὸ ζώδιον τὸν ζυγὸν κατιόντος, κατ’ αὐτὴν τὴν μετοπωρινὴν ἰσημερίαν, τῇ εἰκοστῇ τρίτῃ τοῦ Σεπτεμβρίου μηνὸς, γίνεται αὖθις ἡ νὺξ ὡρῶν δεκαοκτὼ καὶ εἴκοσι, εἶτα ἐπέκεινα, ἡ δὲ ἡμέρα ὡρῶν ἓξ καὶ τεσσάρων καὶ βραχύτερον.

Ἀπὸ δὲ τῆς ἀρχῆς τοῦ τοξότου κατὰ τὴν εἰκοστὴν τοῦ Νοεμβρίου μηνὸς μέχρι τοῦ τέλους τοῦ αἰγοκέρωτος, ἤγουν τῆς εἰκοστῆς τρίτης Ἰανουαρίου, τοῦ ἡλίου πολεύοντος κατὰ τὴν χειμερινὴν τελέως τροπὴν ἐπὶ τὰ νοτιότερα μέρη, καθόλου νύξ ἐστιν εἰς τὰ τοιαῦτα βορειότερα μέρη. Καὶ αὖθις ἄρχονται φωτίζεσθαι κατὰ μικρὸν, ἕως οὗ γένωνται πεφωτισμένα καθολόκληρον.

Ἔστιν οὖν τὸ μὲν μῆκος τῆς γῆς ἀπὸ ἀνατολῆς ἕως δύσεως· τὸ δὲ πλάτος ἀπὸ τοῦ ἰσημερινοῦ ἄχρι τῶν βορειοτάτων μερῶν. Διπλασιάζει δὲ κατὰ τὸ μέτρον τὸ μῆκος τοῦ πλάτους· τὸ μὲν γὰρ μῆκός ἐστιν, ὡς εἴρηται, σταδίων μυριάδων εἰκοσιπέντε, τὸ δὲ πλάτος σταδίων μυριάδων δώδεκα ἥμισυ.