Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Λόγοι περὶ τοῦ τέλους τῆς ζωῆς

Νικηφόρος Βλεμμύδης

Η θεία πρόνοια, η μετάνοια και η μεταβολή του χρόνου της ζωής

Εξέταση της επίδρασης της μετανοίας και της προσευχής των δικαίων στη διάρκεια του βίου, με αναφορές στη διάσωση της Νινευή, την παράταση ζωής του Εζεκία και τις αναστάσεις νεκρών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 2 από 8

Ἀλλ’ εἴ γε φησί μὴ ἐπὶ μέρους ὥριστο τοῖς ἀνθρώποις ἡ βιοτή, πῶς ὁ μέγας Βασίλειος διδάσκων βοᾷ· Θάνατοι ἐπάγονται τῶν ὅρων τῆς ζωῆς ἡμῶν πληρωθέντων, οὓς ἐξ ἀρχῆς περὶ ἕκαστον ἔπηξεν ἡ δικαία τοῦ θεοῦ κρίσις πόρρωθεν τὸ περὶ ἕκαστον ἡμῶν συμφέρον προβλεπομένη;

Εὐχερῶς, εἰ θέλοις, ἀγαπητέ, λυθήσεταί σοι τὸ ἄπορον. Ἴσθι, ὅτι μετὰ τὸ παραβῆναι τὴν θείαν ἐντολὴν τὸν πρωτόπλαστον δύο ἀποφάσεις ὁριστικαὶ θεόθεν τοῖς ἀνθρώποις τὸ ἐπιτίμιον· ὧν ἡ πρώτη μὲν ἐν ἱδρῶτι τοῦ προσώπου τὸν οἰκεῖον ἄρτον ἡμᾶς ἐσθίειν ἠνάγκασεν, ἕως ἂν ἀπέλθοιμεν εἰς γῆν, ἐξ ἧς ἐλήφθημεν· ὁμοίως καὶ ἡ δευτέρα γῆν ἡμᾶς ὄντας εἰς γῆν ἀπέρχεσθαι κατεδίκασε. Ταύτας τοίνυν τὰς θείας ἀποφάσεις εἰκότως τὸ τῆς σοφίας βάθος, ὁ μέγας Βασίλειος, ὅρους φησὶ τῆς ἡμετέρας ταύτης προσκαίρου ζωῆς διὰ τὸ μηδένα τῶν γηγενῶν δύνασθαι ταύτας διαφυγεῖν καὶ ἀλήκτῳ δρόμῳ τρέχειν τὴν παροῦσαν ζωήν· αὗται γὰρ αἱ ἀποφάσεις οἷον νόμοι καὶ ὅροι ἀσφαλεῖς τε καὶ ἀμετάπτωτοι τῆς θνητότητος τῇ παρούσῃ ἡμῶν ἐπεισήχθησαν βιοτῇ· οὓς οὐ περὶ τὸν προπάτορα μόνον, ἀλλὰ δὴ καὶ περὶ ἕκαστον ἡμῶν ἐπήξατο καὶ ἀφύκτους πᾶσιν εἰργάσατο ἡ τοῦ θεοῦ δικαιοκρισία ἐπὶ τῷ ἑνὸς ἑκάστου ἡμῶν συμφέροντι· ἡ τιμωρία γὰρ αὕτη εἴτουν ὁ θάνατος φιλανθρωπία γέγονεν ἐφ’ ἡμῖν κατὰ τὸν νοῦν καὶ λόγον τῆς θεηγορίας τὸν ὑψηλόν, ἵν’, οὗ κατ’ ἀρχὰς τοῦ τῆς ἀθανασίας ἀξιώματος ἐκπεπτώκαμεν σατανικῇ προσβολῇ τὴν θείαν ἐντολὴν μὴ φυλάξαντες, μέτοχοι τούτου πάλιν γενώμεθα τῇ ἀνεκφράστῳ οἰκονομίᾳ τῆς θείας ἐφ’ ἡμῖν προνοίας καὶ χάριτος διὰ φθορᾶς καὶ λύσεως καὶ ἀναβιώσεως τὸ οἰκεῖον τῆς ἀθανασίας ἀπολαβόντες ἀξίωμα.

Πληρωθέντων τοίνυν τῶν ὅρων τῆς ἡμετέρας ζωῆς εἴτουν ἀληθινῶν ἀποδειχθέντων τῶν ἀποφατικῶν θείων ὁρισμῶν τῶν ἀρχῆθεν ἐπεισαχθέντων τῇ ἡμετέρᾳ ταύτῃ ζωῇ διὰ τὴν ἐμὴν ἁμαρτίαν, οἳ μὴ μόνον περὶ τὸν πρωτόπλαστον, ἀλλὰ καὶ περὶ ἕκαστον ἡμῶν δικαίως ἄγαν καὶ συμφερόντως ἡδραίωνται, διὰ θανάτων εἰς γῆν ἅπαν τὸ τῶν ἀνθρώπων γένος ἀπέρχεται, οὐ μέτροις καὶ σταθμοῖς ὁριστικοῖς τὰς τῆς ζωῆς ἡμέρας προπεριγραφόμενον ἄπωθεν, ἀλλ’ ἐπιμένον τῷ βίῳ, μέχρις ἂν ἔρρωται οἱ τὰ φυσικὰ θείᾳ βουλῇ καὶ μὴ συμπτώμασί τισιν ἐκ προηγουμένης αἰτίας ἢ προκαταρκτικῆς τῇ τῶν χυμῶν εὐαρμοστίᾳ ἀταξία τις ἐπιγένηται. Καὶ δι’ ἀπληστίαν γὰρ κοιλίας πολλοὺς τελευτᾶν ὁ σοφώτατος οἶδε Σιράχ. Τοῦτο διαβεβαιοῦται καὶ ὁ πολὺς τὰ θεῖα Βασίλειος τὸν κόρον λέγων αἴτιον θανάτου γενέσθαι πολλοῖς· ὁ αὐτὸς πάλιν πρὸς τοὺς ὑπὲρ ἀληθείας ἀγῶνας διεγείρων τοὺς ἀθλητὰς οὕτω διαπρύσιον βοᾷ· Μὴ τὸν αὐτόματον ἐκδέχησθε θάνατον· ἄκαρπός ἐστιν, ἀκερδής, κοινὸς κτηνῶν καὶ ἀνθρώπων· τὸν γὰρ διὰ γενέσεως εἰς τὸν βίον ἐλθόντα ἢ χρόνος ἀνάλωσεν ἢ νόσος διέλυσεν ἢ βιαιοτέρων συμπτωμάτων ἀνάγκαι διέφθειραν. Ἡ δὲ τοῦ ἐγρηγορότος νοὸς θεολόγος γλῶσσα διατρανοῖ, ὡς πολλὰ τὰ τοῦ θανάτου ἐπαγωγά· ἢ γὰρ πότος πλεονάσας ἢ ἄνεμος κρημνίσας ἢ ἵππος συναρπάσας ἢ ψὶξ παραδραμοῦσα, τὸ φαυλότατον· καὶ οὐδὲν τοῦ θανεῖν ἄνθρωπον εὐκοπώτερον.

Ἀλλ’ ἴδωμεν, εἰ δοκεῖ, πάλιν πρὸς ῥήσεις προφητικὰς καὶ περιεργότερον ἐρευνήσωμεν, εἴ γέ που ὅρος αὐταῖς παρεμφαίνεται. Πᾶσαν χήραν καὶ ὀρφανόν, ὁ πανάγαθος δεσπότης φησί, οὐ κακώσετε· ἐὰν δὲ κακίᾳ κακώσητε αὐτοὺς καὶ κράξαντες βοήσωσι πρός με, ἀκοῇ ἀκούσομαι τῆς βοῆς αὐτῶν καὶ ὀργισθήσομαι θυμῷ καὶ ἀποκτενῶ ὑμᾶς μαχαίρᾳ. Ἀκούεις, πῶς θεὸς ὁ πατὴρ τῶν ὀρφανῶν καὶ κριτὴς τῶν χηρῶν μηδένα ἀνθρώπων παρανομεῖν εἰς αὐτοὺς μὴ θέλων θάνατον πικρὸν ἐπάγει δικαίαν τιμωρίαν τοῖς ἁμαρτάνουσι καὶ μὴ ἐκπληροῦσι τούτου τὸ θέλημα; Ἄκουε πάλιν ἐκ τοῦ Λευιτικοῦ, ὅτι διὰ τὸ προσενεγκεῖν φησὶ τοὺς υἱοὺς Ἀαρὼν πῦρ ἀλλότριον ἔναντι κυρίου, ὃ μὴ προσέταξεν αὐτοῖς κύριος ὁ θεός· κατεπέμφθη παρὰ θεοῦ πῦρ ἐξ οὐρανοῦ καὶ ἠφάνισεν αὐτούς. Ὥστε οὐκ ἀπώλοντο διὰ τὸ πληρωθῆναι τοὺς ὅρους τῆς τούτων ζωῆς, ἀλλὰ διὰ τὸ παριδεῖν αὐτοὺς τὸ πρόσταγμα τοῦ θεοῦ· εἰ γὰρ μὴ οὕτως ἐποίουν οὗτοι, οὐκ ἂν τότε ἀπέθνῃσκον ἐν πυρί. Σκόπει δέ, ὅπως ἴση παρανομία κατεῖχεν ὁμοῦ Σόδομά τε καὶ Γόμορρα καὶ αὐτὴν τὴν Νινευί· ἀλλὰ τὰ μὲν ἀνεπιστρόφως ἔχοντα τῆς κακίας αὐτῶν κατεδικάσθησαν ἀφανισθῆναι ἐς τέλειον, ἡ δὲ μεταγνοῦσα καὶ τὴν καλὴν ἀλλοιωθεῖσα ἀλλοίωσιν τοῦ τῆς καταστροφῆς κινδύνου διέσωστο. Τί λέγεις περὶ τούτου, φιλόριστε; Ἔτι τρεῖς ἡμέραι, φησὶν ὁ θεός, καὶ καταστραφήσεται Νινευί.

Πῶς ὑπερέδραμεν ἡ πόλις νεανικῶς τὸν ὅρον τῆς οἰκείας καταστροφῆς, τὰς τρεῖς ἡμέρας φημί; Ἦ πάντως διὰ καταστροφὴν τῆς προτέρας διαγωγῆς καὶ τῆς δευτέρας θεοφιλοῦς ἀνακαίνισιν. Οὕτω τοίνυν καὶ πάντες, ὧν σὺ τοὺς ὅρους τῶν ἐτῶν ἀνεμέτρησας, οἱ πρὸ τοῦ κατακλυσμοῦ, οἱ μετὰ τοῦτον, τὰ ἔθνη, αἱ πόλεις, οἱ βασιλεῖς εἴ γε τῆς παρανομίας αὐτῶν ἅπαξ καὶ τῆς πρὸς θεὸν ἐπελάθοντο ἀσεβείας καὶ τῷ φιλανθρώπῳ προσέδραμον καὶ ἁπαξαπλῶς εἰπεῖν καλῶς ἠλλοιώθησαν, ἀντὶ πονηρῶν ἀγαθοὶ καὶ ἀντὶ ἀσεβῶν γεγονότες φιλόθεοι, οὐκ ἂν τοιαύτης δεινῆς ἀπωλείας πεπείρανται.

Ἄκουσον καί, περὶ τῆς Σάρρας τί φησιν ὁ θεὸς πρὸς Ἀβιμέλεχ διὰ τὸν Ἀβραάμ· Ἀπόδος τὴν γυναῖκα τῷ ἀνθρώπῳ, ὅτι προφήτης ἐστὶ καὶ προσεύξεται περὶ σοῦ καὶ ζήσῃ· εἰ δὲ μὴ ἀποδῷς, γνῶθι, ὅτι ἀποθανῇ σὺ καὶ πάντα τὰ σά· καὶ ἑξῆς οὕτω· Καὶ ἔλαβε τὴν γυναῖκα Ἀβραὰμ καὶ ηὔξατο πρὸς θεὸν καὶ ἰάθη Ἀβιμέλεχ. Τί τοίνυν; Εἴ γε ὅρον ἐγίνωσκεν Ἀβιμέλεχ τῶν αὐτοῦ ἡμερῶν, ἔδωκεν ἂν τὴν γυναῖκα τῷ θεράποντι τοῦ θεοῦ; Οὐδαμῶς· εἰ δὲ μὴ ἔδωκεν, οὐκ ἂν ἀπέθανε σὺν πᾶσι τοῖς αὐτοῦ.

Εὔδηλον, ὅτι καὶ ὁ θεὸς ἀληθής· πῶς γὰρ ψευδής, ὃν ὁ ψαλμὸς διαγορεύει πάντας ἀπολλύειν τοὺς λαλοῦντας τὸ ψεῦδος; Ἐπεὶ δὲ ὁ θεὸς ἀληθὴς ὁ εἰπών· Εἰ μὲν ἀποδῷς τῷ ἀνθρώπῳ τὴν οἰκείαν γυναῖκα, ζήσῃ· εἰ δὲ μήγε, ἀποθανῇ σὺ καὶ πάντα τὰ σά, οὐκ ἔστιν ὅρος τῆς ἑκάστου ζωῆς· ὁ γὰρ ὅρος νόμος ἐστὶν ἀμετάθετος καὶ ἀσφαλείας σφραγὶς καὶ ὑπερθέσεων ἢ ἐλλείψεων ἀλλοτρίωσις, ἵνα πάλιν τῶν ἄνωθεν ἐπιμνησθῶ τῆς γραφῆς.

Ὅτι δὲ καὶ δι’ εὐχῆς δικαίων πολλάκις χαρίζεται τοῖς ἀνθρώποις ζωὴν ὁ θεός, ὥσπερ αὖ δι’ ἀρᾶς ἐπάγει τὸν θάνατον ἄωρον, πειθέτω σε καὶ τοῦτο μὴ εἶναι ὅρον ἐφ’ ἕκαστον. Μάρτυρες μὲν οὖν τοῦ πρώτου Ἀβραὰμ καὶ Ἀαρών, ὁ μὲν δι’ εὐχῆς τὸν Ἀβιμέλεχ τοῦ θανάτου ῥυόμενος, ὁ δὲ Ἀαρὼν διὰ τῆς ὁμοίας ἐντεύξεως πολὺν λαὸν ἀπωλείας λυτρούμενος· μάρτυρες τοῦ δευτέρου Ἐλισσαῖος καὶ Πέτρος ὁ πρωταπόστολος, ὁ μὲν τοὺς αὐτὸν ἐμπαίζοντας νεανίας ἀφανίζων δι’ εὐχῆς, ὁ δὲ Πέτρος Ἀνανίαν καὶ Σάπφειραν θανατῶν διὰ μόνης ἐπιτιμήσεως ἐπὶ ψεύδει καὶ κλοπῇ συμφωνήσαντας.

Ἀλλ’ ἴδωμεν, τί πρὸς Μωυσῆν καὶ Ἀαρών φησιν ὁ θεός· Ἐκχωρήσατε ἐκ μέσου τῆς συναγωγῆς ταύτης καὶ ἐξαναλώσω αὐτοὺς ἐσάπαξ. Καὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν. Καὶ εἶπε Μωσῆς πρὸς Ἀαρών· Λάβε τὸ πυρεῖον καὶ ἐπίθες αὐτῷ πῦρ ἀπὸ τοῦ θυσιαστηρίου καὶ ἐπίβαλε θυμίαμα καὶ ἀπένεγκε τὸ τάχος εἰς τὴν παρεμβολὴν καὶ ἐξίλασαι περὶ αὐτῶν· ἐξῆλθε γὰρ ὀργὴ κυρίου ἀπὸ προσώπου αὐτοῦ καὶ ἦρκται θραύειν τὸν λαόν. Καὶ ἔλαβεν Ἀαρών, ὡς ἐλάλησεν αὐτῷ Μωυσῆς, καὶ ἔδραμε καὶ ἔστη μέσον τῆς συναγωγῆς· καὶ ἤδη ἐνῆρκτο θραύειν ἐν τῷ λαῷ· καὶ ἐπέβαλε τὸ θυμίαμα καὶ ἐξιλάσατο περὶ τοῦ λαοῦ ἑστὼς ἀνὰ μέσον τῶν τεθνηκότων καὶ ἀνὰ μέσον τῶν ζώντων καὶ ἐκόπασεν ἡ θραῦσις. Πῶς τοίνυν, ὦ οὗτος, εἴ γε ὅρος ἦν τῆς ἀνθρωπίνης ζωῆς, εἶπε κύριος ἐσάπαξ τοσοῦτον διαφθεῖραι λαόν; Ἀλλὰ διὰ τὸ συντελεσθῆναι τὰς ἡμέρας αὐτῶν; Καὶ πῶς σταθεὶς Ἀαρὼν ἔναντι κυρίου καὶ ἐξιλασάμενος περὶ αὐτῶν ἐλυτρώσατο πάντας τῆς ἤδη προρρηθείσης θεόθεν ὀργῆς καὶ ἀπωλείας καὶ διαφθορᾶς; Οὐκ ἔστι τοίνυν ὅρος ἑκάστῳ τῶν ἡμερῶν τῆς ζωῆς. Εἴπερ γὰρ ὥριστο ἡ ἑκάστου ζωή, διὰ τί τοῖς μὲν τῶν ἀνθρώπων πολύ, τοῖς δὲ ἐλάχιστον τὸ βιώσιμον καὶ οὐκ ἄδικος ὁ ταῦτα νομοθετῶν; Πῶς δὲ καὶ μηδὲν ἐπταικόσι τοῖς διὰ Χριστὸν ἀνῃρημένοις ὑπὸ Ἡρώδου νηπίοις οὕτω μικρὸν τὸν βίον ἡ θεῖα ψῆφος περιωρίσατο;

Πῶς δὲ καὶ ὁ πάλαι θεῖος νόμος θανάτῳ κολάζεσθαι τοὺς παρανομοῦντας θεσπιῳδεῖ, εἴ γε καὶ αὐτοῖς ὡς ἀνθρώποις περιγραφὴ θεόθεν τῶν ἡμερῶν τῆς ζωῆς ἀσφαλής; Τί δὲ ὁ θεῖος νόμος διακελεύεται; Ὁ θυσιάζων, φησί, θεοῖς ἐξολεθρευθήσεται πλὴν κυρίῳ μόνῳ· καὶ Ἐάν τις πατάξῃ τινὰ καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω· καὶ Ὃς τύπτει πατέρα ἢ μητέρα αὐτοῦ, θανάτῳ θανατούσθω· καὶ πάλιν· Ὃς ἐὰν μοιχεύσῃ τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ, θανάτῳ θανατούσθω καὶ ὁ μοιχεύων καὶ ἡ μοιχευομένη· καὶ αὖθις· Ὃς ἐὰν κοιμηθῇ μετὰ ἀρσένος κοίτην γυναικείαν, θανάτῳ θανατούσθωσαν ἀμφότεροι· ἐπικατάρατοι γὰρ οἱ τοιοῦτοι καὶ λίθοις λιθοβολήσατε αὐτούς. Τοιαῦτα πολλὰ θεσπίζων τοῖς παρανομοῦσι τὰ ἐπιτίμια ἐπάγει μετέπειτα καί φησιν· Ἀθῷον δὲ καὶ δίκαιον οὐκ ἀποκτενεῖς καὶ Οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ τέκνων οὐδὲ υἱοὶ ὑπὲρ πατέρων, ἀλλ’ ἕκαστος ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖται.

Καὶ πάλιν λέγει κύριος πρὸς Μωυσῆν· Ἐάν τις ἀπὸ τῶν υἱῶν Ἰσραὴλ δῷ ἐκ τοῦ σπέρματος αὐτοῦ τῷ ἄρχοντι, θανάτῳ θανατούσθω, ὅτι ἀπὸ τοῦ σπέρματος αὐτοῦ ἔδωκε τῷ ἄρχοντι, ἵνα μιάνῃ τὰ ἅγιά μου καὶ βεβηλώσῃ τὸ ὄνομά μου· ἐὰν δὲ ὑπερίδωσι καὶ μὴ ἀποκτείνωσιν αὐτόν, ἐπιστήσω τὸ πρόσωπόν μου ἐπὶ τὸν ἄνθρωπον ἐκεῖνον καὶ ἐπὶ τὴν συγγένειαν αὐτοῦ καὶ ἀπολῶ αὐτὸν καὶ πάντας τοὺς ὁμολογοῦντας αὐτῷ καὶ φεισαμένους. Τί λέγεις πρὸς ταῦτα, φιλόριστε; Πῶς οἱ παρανομήσαντες ἀποθανοῦνται μήπω συντελεσθέντων τῶν ὅρων τῆς αὐτῶν βιοτῆς; Πῶς δέ τις καὶ διὰ τὸ μόνον δοῦναι τῷ ἄρχοντι ἐκ τοῦ σπέρματος αὐτοῦ θανάτῳ θανατωθήσεται μήπω πεπληρωμένων τῶν ἡμερῶν τῆς τούτου ζωῆς; Πῶς δὲ καὶ οἱ τούτου φεισάμενοι τίσουσι δίκας καὶ ἀπολοῦνται κακῶς διὰ τὸ μὴ πληρῶσαι τὸ θεῖον διάταγμα καὶ ἀποκτεῖναι τὸν ἀνομήσαντα; Ἴδε ταῦτα σὺ πρὸς λέξιν ἴσως καὶ περιεργότερον διερεύνησον ὁ τὰ σὰ βλέπειν ἡμᾶς ἀξιῶν καὶ μὴ τῇ περιττῇ σοφίᾳ κομπάζειν ἐθέλῃς μωρία γὰρ τοῦτο σαφὴς κατὰ τὸν πολὺν ἐν θεολογίᾳ Γρηγόριον, ἀλλὰ τῷ κάλλει τῆς ἀληθείας ἐπικόσμει τὸν λόγον· ὄφελος γὰρ οὐδὲν τοῖς κιβδήλοις ἐπιχειρήμασι καὶ νόθοις συλλογισμοῖς καὶ μᾶλλον, ὁπόταν οὐκ ἔστιν αὐτοῖς οὐδ’ αὐτὸν διαδιδράσκειν τὸν ἔλεγχον.

Ἄκουε πάλιν Ἰεζεκιήλ. Αἱ ψυχαὶ τοῦ λαοῦ μου διεστράφησαν, λέγει κύριος· ἀπέκτενον γὰρ ψυχάς, ἃς οὐκ ἔδει ἀποθανεῖν, καὶ περιεποιοῦντο ψυχάς, ἃς οὐκ ἔδει ζῆσαι. Τί τοίνυν τούτου σαφέστερον τοῦ μὴ εἶναι ὅρον ἑκάστῳ ζωῆς ἡμερῶν εἰς ἀπόδειξιν; Ὠργίσθη γὰρ θεὸς διὰ τὸ μὴ ἀποκτανθῆναι τὸν βασιλέα Ἀγάγ, ἀλλὰ δὴ τὸν ἀρχιερέα αὐτοῦ Ἀχιμέλεχ καὶ πάντας τοὺς μετ’ αὐτοῦ ἱερεῖς. Τί ἂν φήσῃς πρὸς ταῦτα; Ἴσως ἀποκτανθῆναι μὲν τοὺς θεράποντας τοῦ θεοῦ διὰ τὸ συντελεσθῆναι τοὺς ὅρους τῆς αὐτῶν βιοτῆς, Ἀγὰγ δὲ διασωθῆναι διὰ τὸ μήπω λαβεῖν ἄνωθεν πέρας τὰς ἡμέρας αὐτοῦ; Καὶ διὰ τί ὁ θεὸς ὠργίζετο μᾶλλον ἐκείνων γινομένων, ὧν οὗτος ἠθέλησε καὶ προώρισεν;

Οὐ γάρ, ἃ μὴ ἤθελε, προώριζεν ἄν. Πάλιν κύριος πρὸς Μωσῆν ἀγανακτοῦντα διὰ τὸ τὸν λαὸν διαφθείρεσθαι· Παυσάσθω, φησίν, ὁ γογγυσμὸς τῶν ἀνηκόων τούτων ἀπ’ ἐμοῦ· καὶ οὐ μὴ ἀποθάνωσιν. Ὥστε δῆλον μὴ δι’ ἀνάγκην ὁρικῆς συμπληρώσεως τὸν λαὸν διαφθείρεσθαι, ἀλλὰ διὰ τὸν πρὸς θεὸν αὐτῶν γογγυσμόν· ἐπεί, ἐὰν γογγύζειν ἐπαύσαντο, μακρὰν εὐθὺς ὁ ὄλεθρος ἔφυγεν ἂν ἀπ’ αὐτῶν, καθὼς ἡ θεία φωνὴ διηγόρευσε. Καὶ πάλιν ὁ θαυμαστός φησιν Ἰωήλ. Φοβεῖσθέ με καὶ δέξασθε παιδείαν καὶ οὐ μὴ ἐξολοθρευθῆτε, λέγει κύριος. Πῶς τοίνυν κατὰ τὸν προφήτην διὰ φόβον θεῖον καὶ παιδείας ἀντίληψιν οὐ μὴ ἐξολοθρευθῶσιν, εἴ γε ὑπὸ τῶν οἰκείων ὅρων εἰς τοῦτο προάγονται;

Ἀλλὰ πῶς δέ φησίν, εἴ γε μὴ ὅρος τῆς τῶν ἀνθρώπων ζωῆς, προστέθεινται τῷ Ἐζεκίᾳ ιε ἔτη πρὸς τὸν χρόνον αὐτοῦ; Οὕτω γὰρ ἡ γραφὴ μαρτυρεῖ. Προστέθεινται εἰπὼν αὐτὸς σαυτῷ τὴν ἀπορίαν ἐπέλυσας· εἰ γὰρ τὸ μέτρον ὥριστο τῶν ἐτῶν τῆς τούτου ζωῆς, οὐκ ἂν ἦν οὐδεμίαν ἡμέραν ἐπιζῆσαι αὐτόν, εἴ γε ἀσφαλῶς ὁ ὅρος ἐσφράγισται καὶ ὑπερθέσεων ὡσπερεὶ καὶ ἐλλείψεων ἠλλοτρίωται, καθὼς ἄνωθεν ἡ θεία γραφὴ προηγόρευσεν. Εἰ δὲ τὴν αἰτίαν ἐθέλοις μαθεῖν, δι’ ἣν ἤργησε πρὸς αὐτὸν ὁ ἐκ φύσεως θάνατος, ἴσθι μὲν φιλόθεον εἶναι τὸν βασιλέα καὶ δίκαιον, ὡς ἡ γραφὴ περὶ αὐτοῦ μαρτυρεῖ. Μετὰ δὲ ἄκουε τοῦ Δαυίδ, ὅπως ἐμπίμπλαται ὁ δίκαιος ἐκ θεοῦ μακρότητος ἡμερῶν, εἶτα τοῦ σοφωτάτου Σιρὰχ ὑπὲρ θανάτου ῥύσεως δεομένου καὶ σωζομένου ἐξ ἀπωλείας· καὶ πάλιν βλέπε πρὸς τὸν ψαλμόν, ὅπως ἡμέρα ἐξ ἡμέρας προστίθενται ἔτη τῷ βασιλεῖ διὰ τὴν δικαιοσύνην αὐτοῦ, τοῦ δὲ ἁμαρτωλοῦ ὁ θρόνος πρὸς γῆν καταράσσεται καὶ σμικρύνονται αἱ ἡμέραι τοῦ χρόνου αὐτοῦ. Εἶτα πρόσεχε τῷ· Κύριος θανατοῖ καὶ ζωογονεῖ, κατάγει εἰς ᾅδου καὶ ἀνάγει. Εἰ μὲν γὰρ ὅρῳ, καθὰ πολλάκις προεῖπον, τοῦ καθέκαστον ὥριστο ἡ ζωή, οὐκ ἂν ὁ κύριος θανατῶν ἦν αὖθις καὶ ζωογονῶν οὐδὲ νεκροὺς δυνάμενος ἀνιστᾶν, ὧν ἴσως τὰ ὅρια μακροῦ πεπλήρωνται τῶν ἐτῶν· εἰ δὲ τοῦτο, μῦθος σαφὴς ἡ διὰ τῶν προφητῶν πάλαι θαυμαστωθεῖσα θεῷ τῶν νεκρῶν ἀναζώωσις.

Καὶ τί λέγω προφήτας; Ψεῦδος τὸ μέγα θαυμάσιον τοῦ Χριστοῦ, ἡ τοῦ Λαζάρου ἀνέγερσις, οὐκ ἀληθῆ δὲ καὶ τὰ θεοπαράδοτα λόγια πολλοὺς κεκοιμημένους ἐγερθῆναι διαγγέλλοντα, ὅτε τὸ ἑκούσιον πάθος καὶ σωτήριον ἔπασχε Χριστὸς δι’ ἡμᾶς. Εἰ δὲ ταῦθ’ οὕτω, τί τὸ τῆς οἰκονομίας μυστήριον ἐρωτῶ; Αἰσχύνομαι γὰρ περαιτέρω λαλεῖν πεδούμενος τὴν γλῶτταν εἰς τὸ φθέγγεσθαι τὰ ἀπόρρητα. Ὅτι μὲν οὖν οὐχ ὅροις περιεκλείσθη τοῖς καθέκαστον ἡ ζωή, ἀρκούντως οἶμαι ταῖς θεηγορίαις προφητῶν μεμαρτύρηται.