Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Λόγοι περὶ τοῦ τέλους τῆς ζωῆς

Νικηφόρος Βλεμμύδης

Πατερικές μαρτυρίες περί φυσικών αιτίων και ιατρικής φροντίδας

Αναφορές σε εκκλησιαστικούς πατέρες που αποδεικνύουν ότι ο θάνατος προέρχεται από φυσικά και παθολογικά αίτια, τονίζοντας τη χρησιμότητα της ιατρικής και καταρρίπτοντας τα φιλοσοφικά επιχειρήματα περί ειμαρμένης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 3 από 8

Ἔτι δὲ καιρὸς ἐπισκοπῆσαι καὶ τῶν μετὰ τὴν Χριστοῦ παρουσίαν ἁγίων πατέρων ἡμῶν πνευματολέκτους ῥήσεις τινὰς ἱερῶς φανερούσας τὸ νῦν ἡμῖν ἐρευνώμενον. Τοίνυν πρότερον ἄκουε Ἰωάννου τοῦ χρυσορρήμονος, ὅτι καὶ Παρὰ τὴν τῶν γεννησάντων ἀκρασίαν, φησί, καὶ παρὰ τὴν τῶν θρεψάντων ῥαθυμίαν καὶ παρὰ τὴν τῶν ἀέρων ἀνωμαλίαν καὶ πάλιν πολλὰ ἕτερα τοιαῦτα φθοροποιὰ καὶ χαλεπὰ συμπτώματα γίνεται θάνατος. Ἀλλ’ οὐκ ἐπιτιμᾷς, ὦ οὗτος, αὐτῷ τοιαῦτα διδάσκοντι, ὅτι καὶ ἀκρασίαι καὶ ῥαθυμίαι καὶ ἀνωμαλίαι τοῦ περιέχοντος οἴδασιν ἐπάγειν τὸν θάνατον; Καὶ ποῦ τῶν ὅρων τὸ βέβαιον, εἴ γε διὰ τῶν εἰρημένων ἐπέρχεται τοῖς ἀνθρώποις ἡ τελευτή; Τί δὲ καὶ ὁ παμφαὴς τῶν Ἀλεξανδρέων λαμπτήρ, ὁ μέγας περὶ τούτου Κύριλλος ἐκβοᾷ; Ὁρίζειν, φησί, τῷ καθενὶ τὸν χρόνον τῆς ζωῆς ἀπρεπὲς ἄγαν ἐστὶ καὶ ἀνάρμοστον· εἰ γὰρ τῶν μὲν ὁρίζει πλέον, τῶν δὲ ἔλαττον, ἀδικίας ἐστὶ τοῦ μὴ κατ’ ἰσότητος νόμον ὁρίζοντος τὴν ζωήν. Οὕτως ἀνερυθριάστως, Κύριλλε, διδάσκεις ὅρον μὴ εἶναι τῆς ἑκάστου ζωῆς καὶ οὐ δέδοικας τὴν φιλοσοφίαν τοῦδε τοῦ ἀντιλέγοντος, μήπως σοι τὸ ὀξύγωνον προβαλεῖται καὶ τὸ ἰσόπλευρον καὶ ζητήσῃ τὴν πρὸς ἄλληλα τούτων διαφορὰν ἢ καὶ τὴν αἰτίαν, δι’ ἣν αὖθις ὁ ἀριθμητικὸς τὸ κυκλικὸν ἐπιχαρίζεται τῷ ἑπτά; Ἀγνοεῖς, ὅτι γεωμέτραις ὁμοῦ καὶ ἀριθμητικοῖς ἀντιτείνειν ἐπιχειρεῖς;

Τί δὲ σὺ ἱστορεῖς, ὦ κλεινὲ Ἀθανάσιε, λέγων, ὅτι Φασὶ τοὺς Αἰθίοπας μακροβίους καλουμένους καὶ γινομένους μέσους τῆς ἑσπερίας καὶ τῆς μεσημβρίας πρὸς αὐτῷ Ὠκεανίῳ στόματι κατοικοῦντας μὴ γεωργεῖν, μὴ κρεωφαγεῖν, μὴ οἰνοποτεῖν, ἀλλ’ ὀπώρας καὶ λάχανα μόνον ἐσθίοντας μὴ νοσηλεύεσθαί ποτε μέχρι τέλους ζωῆς αὐτῶν, διαζῆν δὲ τοὺς πλείονας αὐτῶν ἔτη ρ καὶ ν οὐ καθ’ εἱμαρμένην ἢ τύχην ἢ ἄστρων φοράν, ὡς Ἕλληνες ἐμυθολόγησαν, ἀλλὰ κατὰ θείαν προμήθειαν καὶ ἀέρων εὐκρασίαν καὶ καθαρότητα; Οὕτω καὶ σὺ τὸν ὅρον ἐμφανῶς ἀθετεῖς, μὴ λέγων τοῖς Αἰθίοψι μακρὸν τὸν χρόνον τῆς ζωῆς ὁρισθῆναι παρὰ θεοῦ ὡς ἐξαιρέτως ἀγαπῶντος τὸ γένος αὐτῶν, ἀλλὰ διὰ τὴν τῶν ἀέρων εὐκρασίαν καὶ καθαρότητα μακροβίους εἶναι λέγεις αὐτούς;

Ἀλλ’ ἐγώ φησίν ὁ ἐξ ἐναντίας, οὔτ’ ἂν φαίην μὴ εἶναι ὅρον τῆς ζωῆς τῷ καθενὶ τῶν βροτῶν. Κἂν εἰρωνεύῃ, σὺ τὰ πολλὰ παῦσαι, φιλόριστε, βλασφημῶν καὶ πᾶσιν ἀντιλέγων, Ἰουδαίοις ὁμοῦ καὶ Χριστιανοῖς, μόνοις δὲ Ἀγαρηνοῖς συμφωνῶν καὶ τὸν Μουχούμετ αὐτῶν καὶ Μοάμεδ ἔχων εἰς τοῦτο καθηγητάς. Πάλιν φησὶν ὁ ἐμὸς καθηγητὴς Ἀθανάσιος· Ὁ συμβαίνων τοῖς ἀνθρώποις θάνατος κατὰ ἀσθένειαν τῆς αὐτῶν φύσεως αὐτοῖς παραγίνεται· μὴ δυνάμενοι γὰρ ἐπὶ πολλῷ διαμένειν τῷ χρόνῳ διαλύονται.

Διὰ τοῦτο γὰρ καὶ νόσοι τούτοις συμβαίνουσι καὶ ἐξασθενήσαντες ἀποθνῄσκουσι. Τί τοίνυν πρὸς ταῦτα λέγεις σὺ ὁ τὸν ὅρον τῇ ἡμῶν ἐπεισάγων ζωῇ, ὁ θέλων εἶναι πάντων σοφώτερος; Ἢ πάντες ὁμοῦ προφῆται καὶ θεῖοι διδάσκαλοι καὶ θεὸς αὐτὸς τοῦ ἀληθοῦς ἁμαρτάνουσιν ἤ, ὅπερ δὴ ἀληθές, ἡ σὴ καταργουμένη φιλοσοφία, ὅσον τὸ ἐπὶ σοί· οὐ γὰρ τὸ τοιοῦτον θεῖον χρῆμα κακόν. Λέγει που καὶ ὁ μέγας Ἰσίδωρος·

Ἐν τοῖς σώμασιν ἀπὸ πλεονεξίας αἱ δυσκρασίαι γίνονται, ἐκ δὲ τῆς δυσκρασίας θάνατοι πάντως ἐπέρχονται· ὅταν γὰρ τοὺς οἰκείους ὅρους ἀφέντα τὰ στοιχεῖα ὑπερόρια γένηται καὶ εἰς ἀμετρίαν ἐκπέσῃ, τότε νόσοι χαλεπαὶ καὶ θάνατοι συμβαίνουσι. Τούτῳ συμφωνεῖ καὶ ὁ θεῖος Χρυσόστομος. Τῆς χολῆς, φησί, πλεοναζούσης τίκτεται πυρετός, κἂν ὑπὲρ τὴν ἰσχὺν ἐπεισέλθῃ, ταχίστην ἐπάγει τὴν τελευτήν. Ὥστε οὐ τῶν ὅρων πληρουμένων ἐπέρχεται θάνατος, ἀλλὰ τῶν χυμῶν λειπόντων τὸ εὔτακτον ἢ τῆς καρδίας παυσαμένης ὑπὸ τοῦ συμπτώματος τοῦ φυσικῶς ἐσαεὶ διαστέλλεσθαι καὶ συστέλλεσθαι· τούτῳ γὰρ ἡ ἀγχόνη τὸν ἄνθρωπον θανατοῖ ἢ προηγουμένως ἐπιστᾶσα καὶ διὰ φλεγμονῆς τὰς εἰσόδους ἐμφράξασα τῆς ἀναπνοῆς ἢ διὰ φανερᾶς ἀποπνίξασα προκαταρχῆς.

Ἀλλ’ ἀφέντες ὡς ἄκαιρον τὸ νῦν φυσικεύεσθαι σκοπήσωμεν, τί φησι περὶ τοῦ θανατικοῦ ὁ ἅγιος Ἀναστάσιος· Δύο τρόποι εἰσί, δι’ ὧν γίνεται τὰ θανατικά, εἷς μὲν ὁ κατὰ ἀπειλὴν τοῦ θεοῦ καὶ παιδείαν τοῦ λαοῦ, δεύτερος δὲ ὁ ἀπὸ φθορᾶς ἀέρων καὶ ἀτμῶν καὶ ἀναθυμιάσεων τῆς γῆς καὶ τῶν ὑδάτων καὶ θνησιμαίων καὶ κονιορτῶν καὶ δυσωδίας καὶ ῥύπου.

Ταῦτα λέγων ἐπάγει καὶ φησί· Καὶ μάλιστα ἐν ταῖς πολυανδρούσαις καὶ καθύγροις καὶ κατάλσοις τόποις καὶ χώραις, ὅθεν ἐστὶν ἰδέσθαι πολλὰς ἐθνῶν ἀσεβῶν ἐρημικὰς καὶ καταξήρους χώρας μηδέποτε πεῖραν θανατικοῦ ἐσχηκυίας. Τί οὖν; Ἆρά γε διὰ τὴν δικαιοσύνην αὐτῶν; Οὐ πάντως, ἀλλὰ διὰ τὴν κρᾶσιν τῶν ὑγιοποιῶν καὶ ξηρῶν ἀέρων. Νομίζω οὖν δυνατὸν πολλάκις βουλήσει θεοῦ διαφυγεῖν ἐκ τόπου εἰς τόπους ἑτέρους καὶ ἀέρας ὑγιοποιοὺς τὴν ἐκ φθορᾶς ἀέρων γινομένων θνῆσιν.

Ἀκούεις, ὦ οὗτος, τί φησιν ὁ ἁγιώτατος Ἀναστάσιος, ὅτι οὐ διὰ τὴν τῶν ὅρων συντέλειαν ὁ θάνατος ἀναγκαίως τοῖς ἀνθρώποις ἐπάγεται, ἀλλὰ πρῶτα μὲν διὰ θείαν ἀπειλήν, ὥς τις προφητεύων λέγει πρὸς θεόν· Ἐν ἀπειλῇ ὀλιγώσεις γῆν καὶ ἐν θυμῷ κατάξεις ἔθνη, ὁπόταν ἐπιλάθωνται τοῦ πεποιηκότος καὶ κυριεύοντος καὶ ἁμαρτάνωσιν ἀνεπίστροφα, ἔπειτα δὲ καὶ δι’ ἀέρων φθορὰν καὶ ἀτμοὺς καὶ ἀναθυμιάσεις καὶ δι’ ἄλλα τοιαῦτα μυρία; Πῶς οὖν οὐ πείθῃ τοῖς λέγουσί σοι μὴ εἶναι ὅρον ζωῆς τοῖς καθέκαστον, καὶ ταῦτα τοσούτων προφητῶν καὶ ἱερῶν διδασκάλων προσαγομένων σοι εἰς βεβαίαν τοῦ λόγου μαρτυρίαν καὶ πίστωσιν;

Ἄκουε καὶ Γρηγορίου τοῦ ἱερωτάτου Νυσσαέων ποιμένος, ὅτι Πολλοί, φησί, νοσωδέστερον τὰ σώματα διακείμενοι καὶ τεθνήξεσθαι προσδοκώμενοι πρὸς τὸ ἔμπαλιν ἐξ ἰατρικῆς ἐπιμελείας ἐφάνησαν. Ὁ θεῖος δὲ πάλιν Ἰσίδωρος οὕτω διαπρυσίως βοᾷ, ὡς Συμβαίνει πολλάκις τὸ σπέρμα τοῦ ἀνδρὸς τῷ ἀκαθάρτῳ τῆς θηλείας αἵματι μιγνύμενον ἀναπλάττειν σῶμα οὐκ ἀστεῖον οὐδὲ εὔκρατον, ἀλλὰ ποικίλοις καὶ διαφόροις καὶ ἐπικινδύνοις ὑποκείμενον πάθεσιν· ἐναπομασσόμενα γὰρ τρόπον τινὰ τὴν τῶν γονέων ἀκρασίαν τε καὶ ἀκαθαρσίαν τίκτονται νοσερὰ τέκνα καὶ πρὸς φθορὰν καὶ κατάλυσιν ἐπιτήδεια. Λοιπὸν ἐπεὶ κατὰ τοὺς ἱεροὺς διδασκάλους ἡμῶν καὶ τόπος καὶ ἀὴρ καὶ ἀμέλεια καὶ πατέρων ἀκολασία καὶ ἄλλα τοιαῦτα μυρία νόσον καὶ φθορὰν τοῖς ἀνθρώποις εἰώθασι προξενεῖν, οἷς κρίμασιν οἶδε θεός, πῶς σὺ ταῦτα τοῖς ὅροις ἐπιγράφειν τολμᾷς; Ὡς οὐκ ἔστιν δὲ ὅρος, ἄκουε πρὸς τοῖς ἄλλοις καὶ τοῦ ἱεροῦ Λεοντίου φιλοτίμως περὶ τούτου διδάσκοντος· Μή τις νομιζέτω, φησίν, ἀκούων τοῦ εὐαγγελιστοῦ λέγοντος. Οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ, ὅτι ἡ ὥρα αἰτία ἐστί, καθὼς Ἕλληνες καὶ Μανιχαῖοι ματαιολογοῦσι φάσκοντες, ὅτι ὥρισται ἑνὶ ἑκάστῳ ἀνθρώπῳ καὶ ὁ τρόπος τοῦ θανάτου καὶ ἡ ἡμέρα καὶ ἡ ὥρα καὶ οὐχ οἷόν τε ἀποθανεῖν, εἰ μὴ ἔλθοι τῆς ἡμέρας ἡ ἀπόφασις. Ἄπαγε τῆς ἀτοπίας· γραώδης ἡ τοιαύτη διήγησις καὶ σφόδρα ληρώδης καὶ τῆς ἀληθείας ἀντίθετος.

Εἰ γὰρ ὥρισται ἑνὶ ἐκάστῳ καὶ ὁ τρόπος τοῦ θανάτου καὶ ἡ ἡμέρα καὶ ἡ ὥρα, διὰ τί ἀρρωστοῦντες πρεσβείας ἁγίων αἰτούμεθα καὶ ἰατρικὴν βοήθειαν ἐπισπώμεθα; Καὶ πλέοντες δὲ διὰ τί λιμένας ἐπιζητοῦμεν καὶ ἄστρον παραφυλαττόμεθα; Διὰ τί δὲ καὶ ὁδοιποροῦντες λῃστρικοὺς τόπους ἐκκλίνομεν; Τί δὲ καὶ πολεμεῖν παρασκευαζόμεθα πρὸς ἐχθροὺς καὶ θυρεοὺς συμπλέκομεν καὶ βέλη ὀξύνομεν καὶ τειχομαχίας ἐγείρομεν;

Εἰ γὰρ ὥρισται ἑκάστῳ καὶ ἀνένδεκτόν ἐστι διαφυγεῖν, τίς ἡ τούτων ὄνησις; Εἰ ὥρισται τὸν Ἄβελ οὕτως ἀποθανεῖν, τί Κάϊν καταδικάζεται; Τί δὲ καὶ φονεῖς φονεύομεν, εἰ ὥριστο ἐκείνους οὕτω τελευτῆσαι; Διὰ τί δὲ καὶ προσευξόμεθα πολυετίαν δέξασθαι παρὰ τοῦ λέγοντος· Μακρότητος ἡμερῶν ἐμπλήσω αὐτόν; Τί ἐρεῖς πρὸς ταῦτα, φιλοσοφώτατε;

Οἶμαι, ὅτι μὴ μόνον ὀξύγωνα καὶ ἰσόπλευρα, ἀλλὰ καὶ ὡς σκαληνὰ καὶ ἰσοσκελῆ ἢ μᾶλλον πρὸς τριγώνοις τετράγωνα καὶ στερεά, ὀκτάεδρά τε καὶ δωδεκάεδρα καί, εἴ τι στερεώτερον τούτων τῆς σῆς γεωμετρικῆς, παρεσάλευσας· τούτων γὰρ τὴν ἀσθένειαν ὁ θεῖος γέρων ἀπήλεγξεν ἰσχυόντων μηδὲ μικρὸν ἀντιστῆναι πρὸς τὴν ἀλήθειαν ὀλίγαις τε συλλαβαῖς τὰς πολλὰς κομπολογίας καὶ ψευδηγορίας διέλυσεν.

Ἀλλὰ πάλιν ἐξετάσωμεν, τί δοκεῖ τῷ θείῳ Χρυσοστόμῳ περὶ τῆς τῶν ἀνθρώπων διαμονῆς καὶ τῆς τελευτῆς· Τὸ ἡμέτερον, φησί, σῶμα διὰ τῆς λογικῆς ψυχῆς καὶ εὐτάκτου διοικήσεως τῶν στοιχείων καὶ μάλιστα τῇ κοινωνίᾳ τοῦ αἵματος κρατεῖται καὶ συντηρεῖται· οὗτινος ἐξωθισθέντος ἢ παγέντος ἔκ τινος ἐπισυμβάσεως εὐθὺς ἡ ψυχὴ μεταχωρεῖν πέφυκε.

Τούτῳ συνᾴδει καὶ ὁ ἱερώτατος Κλήμης, ὁ τῆς πρεσβυτέρας Ῥώμης φωστήρ· Ὁ θεός, λέγων, παντεξουσίῳ καὶ προνοητικῇ δυνάμει αὐτοῦ καὶ τὴν τῶν σωμάτων διαδοχὴν καὶ τὴν τελευτὴν φυσικῇ τινι ἀκολουθίᾳ τῇ τῶν στοιχείων κράσει καὶ μεταβολῇ ᾠκονόμησε γίνεσθαι κατὰ τὴν οὐσιώδη θεογνωσίαν αὐτοῦ καὶ κατάληψιν. Λέγει πάλιν καὶ ὁ ἁγιώτατος Ἀναστάσιος· Πρὸς τοὺς φιλονεικοῦντας ἐκ παντὸς τρόπου δεῖξαι προωρισμένον χρόνον παντὸς ἀνθρώπου ἐκεῖνο ἐροῦμεν, ὅτι εὑρεθήσεται ὁ θεὸς καὶ τοὺς πολέμους αὐτὸς ποιῶν· ὅπερ ἄτοπόν ἐστι καὶ μόνον ἐννοῆσαι. Καὶ πάλιν εἰ προπεπηγμένος καὶ ἀμετάθετος ὁρισμός ἐστι, μηδεὶς ἀσθενῶν ἁγίους εἰς ἀντίληψιν ἐπικαλεσάσθω μηδὲ ἰατροὺς μετακαλεσάσθω· ὃ γὰρ προώρισεν ὁ θεός, πάντως γενήσεται. Τί λέγεις πρὸς ταῦτα πάντα, θαυμασιώτατε; Ἆρα πᾶσιν ἀντιλέγεις ὁμοῦ καὶ τοῖς πάλαι θείοις προφήταις καὶ τοῖς ἱεροῖς διδασκάλοις ἡμῶν τῶν Χριστιανῶν καὶ οὔτε Ἰουδαϊσμὸν πρεσβεύεις οὔτ’ αὖ Χριστιανισμόν;

Εἰ μὲν οὖν τὴν περιτομὴν τιμᾷς καὶ τὸ σάββατον καὶ δουλεύεις τῷ γράμματι, εὖ ἂν ἔχοις ταῖς θεηγορίαις μόναις πεισθῆναι τῶν προφητῶν· εἰ δὲ διὰ τοῦ βαπτίσματος Χριστὸν ἐνδέδυσαι τὸν ἐμὸν καὶ προσέχεις τῷ πνεύματι καὶ τοῖς τοῦ Χριστοῦ μύσταις καὶ ἡμετέροις μυσταγωγοῖς, κλῖνον τὸ οὖς σου ψαλμικῶς καὶ εἰσάκουσον τῶν πνευματολέκτων ῥημάτων αὐτῶν καὶ ἁπαξαπλῶς παρὰ πάντων διδάχθητι μὴ εἶναι ὅρον τῆς ἑκάστου ζωῆς μήτε θεόθεν τῷ καθενὶ τὸν θάνατον προορίζεσθαι.