Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Λόγοι περὶ τοῦ τέλους τῆς ζωῆς

Νικηφόρος Βλεμμύδης

Η διδασκαλία του Μεγάλου Βασιλείου περί των ορίων της ζωής

Ανάλυση πατερικών χωρίων περί του αυτόματου θανάτου και των ορίων της ζωής, με έμφαση στο ότι αποτελούν θείες αποφάσεις παιδαγωγικού χαρακτήρα και όχι απόλυτο προκαθορισμό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 5 από 8

Ὅτι μὲν οὖν τὸν τοῦ ὅρου δογματισμὸν σκοτεινῆς εἶναι διανοίας ἀνάπλασμα καὶ φαντασίαν νυκτερινὴν κακοδαιμονίας Ἑλληνικῆς οὐ πολὺ πρότερον τὸ τῆς ἀληθείας φάος ἀπήλεγξεν, οἶδας πάντως καὶ σὺ ὁ τὴν γνῶσιν πολύς, ἡνίκα προφητῶν ἠθροίζετο καὶ πατέρων πλῆθος συχνὸν καί ποτε μὲν ἐφ’ ἡμῖν ἀνωμολόγουν εἶναι τὸ ὡραῖον τοῦ θανάτου καὶ τὸ ἄωρον καὶ ταῖς βουλαῖς ἡμῶν καὶ τοῖς ἔργοις ἀξίαν τὴν δίκην ἐφέπεσθαι παρὰ τοῦ δίκαια κρίνειν εἰδότος θεοῦ, ποτὲ δὲ μάλα γε ἀπρεπὲς καὶ ἀνάρμοστον ἀπεφαίνοντο τὸν θεὸν ὁρίζειν τὸν χρόνον τῆς ζωῆς τῷ καθενὶ τῶν βροτῶν καὶ βλασφημοῦντας ἀπήλεγχον ἄδικον τὸν θεὸν καὶ κακῶν αἴτιον τοὺς οὕτω φρονοῦντας καὶ λέγοντας, ἄλλοτε δὲ γραώδει μυθοπλαστίᾳ τῆς γυναικωνίτιδος ἐξεληλυθυίᾳ τὸ τοῦ ὅρου δόγμα παρεδειγμάτιζον. Ὁπότε καὶ τὸ σὸν ἀγχίνουν φθάσαν τῶν λεγομένων τὴν δύναμιν ἐπεψηφίζετο τούτοις τὸ ἀναντίρρητον, καὶ ἄλλοι δ’, ὁπόσοι τὸ φρονεῖν ἐπλούτησαν τέλειον, ὁμογνώμονές σοι παρῆσαν καὶ ὁμόδοξοι τὴν ἐπίκρισιν.

Ἀλλ’ οἱ τῆς ἀλαζονείας ἀπόγονοι τῆς οἰκείας ματαιολογίας ἀποστῆναι μὴ ἀνεχόμενοι, ἀλλὰ τῇ σφῶν συναπορραγῆναι κακοδοξίᾳ βουλόμενοι, καθάπερ καὶ ὁ παράφρων Μάνης ὁ τούτων διδάσκαλος—ἐκ τούτων γὰρ ἐπεκρατύνθη καὶ τοῖς Ἀγαρηνοῖς τὸ τοῦ ὅρου φλυάρημα, ὡς παρὰ τῆς ἱστορίας διδάσκομαι—οὔτε ταῖς θεορρημοσύναις τῶν προφητῶν οὔτ’ αὖ ταῖς θεηγορίαις τῶν ἱερῶν πατέρων προσέχουσιν· ἀγόμενοι δὲ τῷ τοῦ Πύθωνος πνεύματι, ὁπότε τῆς κοιλίας ἀπερεύξονταί τι διάκενον, εὐθὺς ἀνακηρύττουσι τοῦτο δόγμα θεολογικὸν πᾶσαν ὑπερβαῖνον εὐσέβειαν· τὸ χείριστον δέ, ὅτι καὶ τὸν μέγαν Βασίλειον οἱ πονηροὶ συνήγορον τῆς ἑαυτῶν δόξης προβάλλονται. Ἐπεὶ γὰρ πᾶσι τοῖς τῶν ἱερῶν πατέρων συγγράμμασι σαφῶς καὶ ἀριδήλως ἐμφαίνεται μέτροις καὶ σταθμοῖς ἀπροόριστος ἡ ἡμετέρα ζωή, ἀντιλαμβάνονταί τινων ῥητῶν τοῦ πατρός, ἃ βαθυτάτην ἐπικρύπτουσιν ἔννοιαν, καὶ τούτοις τὴν οἰκείαν ἐρεσχελίαν κρατύνειν νομίζουσιν. Ἐπεὶ τοίγε πρὸς αὐτοὺς ἐγὼ διαλέξομαι· Πότερον, ὦ οὗτοι, περὶ τῶν τῆς εὐσεβείας δογμάτων ὁμογνωμονοῦσιν οἱ τῆς ἐκκλησίας διδάσκαλοι ἢ οὔ;

Εἰ μὲν οὖν ἀντίδοξοι πρὸς ἀλλήλους εἰσίν, οὐκ ἀληθῆ τὰ τούτων διδάγματα καὶ ἡ πίστις ἡμῶν ἀμφίβολος καὶ ἡ βλασφημία σαφής· εἰ δὲ κατὰ τὸν ἀληθῆ λόγον ὁμοφρονοῦσιν ἐπὶ πᾶσιν οἱ πατέρες ἡμῶν καὶ τὰ ὅμοια πάντες κρατύνουσι, πῶς ὑμεῖς τὸν θεῖον Βασίλειον φάσκετε δογματίζειν προωρισμένον τὸν χρόνον τῆς ἑκάστου τῶν ἀνθρώπων ζωῆς; Τῶν ἄλλων ἱερῶν πατέρων ἡμῶν ἀπροόριστον εἶναι λεγόντων, καθὼς καὶ πρότερον ἀποδέδεικται, πάντως ἀναγκαῖον καὶ τοῦτον ὁμοφρονεῖν καὶ ὁμολογεῖν τοῖς λοιποῖς· εἰ δὲ μή, τῆς ἐκκλησίας πολέμιον βλασφημεῖτε τὸν ἅγιον ἢ τοὺς ἑτέρους μὲν τῶν θεολόγων ἀνδρῶν περιγράφεσθε, μόνον δὲ τὸν πατέρα τίθεσθε τῆς εὐσεβείας διδάσκαλον.

Ἀλλ’ ὅτι καὶ οὗτος ὁ λαμπρὸς τῶν Καισαρέων φωστὴρ οὐχ ὅροις οἶδε μετρουμένην τοῖς καθέκαστον τὴν ζωήν, ἐν τῷ πρὸς τὸν μάρτυρα Γόρδιον ἐγκωμίῳ αὐτὸς ἐμφαίνει ἀριδηλότατα· παριστᾷ γὰρ τὸν ἅγιον ἐν αὐτῷ τοιαῦτα τοὺς Χριστιανοὺς ἐκδιδάσκοντα· Μὴ τὸν αὐτόματον ἐκδέχησθε θάνατον· ἄκαρπός ἐστιν, ἀκερδής, κοινὸς κτηνῶν καὶ ἀνθρώπων· τὸν γὰρ διὰ γενέσεως εἰς τὸν βίον ἐλθόντα ἢ χρόνος ἀνάλωσεν ἢ νόσος διέλυσεν ἢ βιαιοτέρων συμπτωμάτων ἀνάγκαι διέφθειραν. Εἰ τοίνυν τὸν θάνατον ὁ πατὴρ ὁρικὴν γινώσκει ἐπαγωγήν, πῶς αὐτόματον τοῦτον ἐνταῦθά φησι; Πότερον ἐρεῖτε τὸν ὅρον τῷ αὐτομάτῳ ταὐτόν; Οὐκ ἂν πάθητε τοῦτο πάντως, εἴ γε μὴ τὸν ἐγκέφαλον τοῖς ποσὶ καταπεπατημένον φορεῖτε· ὅρος γὰρ καὶ αὐτόματον πρὸς ἄλληλα ἠναντίωται, εἴ γε ὁ μὲν ὅρος ἐξ ἀκριβοῦς ἐμμετρήσεως ἡμερῶν καὶ νενομισμένου χρονικοῦ διαστήματος ἀναγκαῖα τὰ ἑαυτοῦ καθ’ εἱμαρμένην ἐπιτελεῖ, τὸ δὲ αὐτόματον ἀκολουθία τίς ἐστι φυσικὴ οὐ πρὸς χρονικὴν ἀφορῶσα περιδρομὴν καὶ πρὸς καιρὸν ἐπιβλέπουσα προσδοκώμενον, καθ’ ὃν ὡραίως ἐκτελέσει τὰ ἴδια, ἀλλ’ εἰδυῖα μόνον ὑπὸ φθορὰν τιθέναι τὰ ὑπὸ γένεσιν· οὕτω γὰρ τοῖς ἁγίοις περὶ τοῦ αὐτομάτου δοκεῖ· οἱ γὰρ Ἕλληνες τὸ αὐτόματον σύμπτωμά φασιν ἐπισυμβαῖνον ἄνευ φύσεως καὶ τέχνης τινός. Ἐπεὶ γοῦν αὐτόματον δογματίζει τὸν θάνατον ὁ οὐράνιος ἄνθρωπος, πῶς ὑμεῖς τοὐναντίον περὶ τούτου φατέ;

Εἰ μὲν οὖν ἀγνοεῖτε τὴν δήλωσιν τοῦ αὐτομάτου, διδάχθητε· εἰ δ’ ἐπιγινώσκετε, πάντως ἀπελέγχεσθε ματαιάζοντες ἔριδι καὶ τῷ μὴ ἡττηθῆναι ἀνέχεσθαι φερόμενοι πρὸς τὸ λέγειν τὰ βλάσφημα, καθὰ καὶ τῶν αἱρετικῶν οἱ ἐπίσημοι.

Ἀλλ’ εἴ γε φασί μὴ τοῖς καθέκαστον ὥρισται ἡ ζωή, πῶς ὁ μέγας Βασίλειος διδάσκων βοᾷ· Θάνατοι δὲ ἐπάγονται τῶν ὅρων τῆς ζωῆς πληρωθέντων, οὓς ἐξ ἀρχῆς περὶ ἕκαστον ἔπηξεν ἡ δικαία τοῦ θεοῦ κρίσις πόρρωθεν τὸ περὶ ἕκαστον ἡμῶν συμφέρον προβλεπομένη;

Τὴν παροῦσαν ἀντίθεσιν, ὦ οὗτοι, καὶ πρότερον ἐπελυσάμην, ᾗ μοι λόγου καὶ γνώσεως δύναμις ἦν, ὁπότε καὶ ὁ κοσμιώτατος ἄνθρωπος ταὐτόν τι φιλοσοφῶν τῇ ἠρεμίᾳ τὴν κίνησιν εἶναι τοὺς ἀλλοκοτίας μοι καὶ τοὺς σφακέλους προέτεινεν. Ὅμως περὶ τῶν αὐτῶν καὶ πάλιν ἐρῶ· πάσης δὲ κυψελίδος τοὺς πόρους τῆς ἀκοῆς ἐκκαθάρατε, ἵνα μὴ καὶ αὖθις ὡς πρὶν πρὸς ὦτα λαλήσω κωφεύοντα.

Παρέβη τὴν θείαν ἐντολὴν ὁ πρωτόπλαστος καὶ ὁ παραβὰς δικαίως ἅμα καὶ φιλανθρώπως τιμωρεῖται παρὰ θεοῦ καὶ ἡ τιμωρία δύο ἀποφάσεις ὁριστικαί, δι’ ὦν παντὶ τῷ γένει τῶν ἀνθρώπων φθορὰ καὶ θάνατος ἐπεισάγεται διὰ τὴν παρακοὴν τοῦ προπάτορος· ἡ μὲν οὖν πρώτη ἀπόφασις κατέκρινεν ἐπιπόνως βιώσκειν ἡμᾶς ἕως ἂν εἰς γῆν καταντήσωμεν, ἐξ ἧς καὶ ἐλήφθημεν· ὁμοίως καὶ ἡ δευτέρα τὴν ἡμετέραν διαρτίαν γῆν εἶναι διασαφήσασα πρὸς τὴν γῆν ἀπέρχεσθαι πάλιν ἡμᾶς κατεδίκασε. Ταύτας τοίνυν τὰς ἀποφάσεις ὁ βασίλειος νοῦς ὅρους ὀνομάζει τῆς προσκαίρου τῶν ἀνθρώπων ζωῆς διὰ τὸ ἀσφαλὲς αὐτῶν καὶ τὸ ἀμετάπτωτον καὶ τὸ ἐφ’ ἅπασι τοῖς βροτοῖς ἐνεργόν. Θάνατοι τοίνυν ἐπάγονται τῶν ὅρων ἤτοι τῶν πρώτων ἀποφατικῶν θείων ὁρισμῶν πληρωθέντων τῷ τῆς ἀληθείας πληρώματι, οὓς ἐξ ἀρχῆς ἐξ αὐτῆς τῆς τοῦ Ἀδὰμ παραβάσεως περὶ ἕκαστον ἔπηξεν ἡ δικαία τοῦ θεοῦ κρίσις· οὐ γὰρ περὶ μόνον τὸν πρῶτον ἄνθρωπον ἑδραίως καὶ ἀσφαλῶς τοὺς ἀποφατικοὺς ὅρους ἐπήξατο ἡ τοῦ θεοῦ δικαία κρίσις, ἀλλὰ καὶ περὶ ἅπαν τὸ γένος αὐτοῦ, πόρρωθεν τὸ περὶ ἕκαστον ἡμῶν συμφέρον προβλεπομένη, ὅτι τοῦτό ἐστι τὸ συμφέρον ἡμῖν τὸ διὰ θανάτου πρὸς γῆν ἡμᾶς ἀπελθεῖν· οὐκ ἂν γὰρ ἄλλως τὴν ἀθανασίαν κερδήσωμεν, ἧς πρότερον ἐκπεπτώκαμεν, εἰ μὴ διὰ φθορᾶς καὶ λύσεως καὶ δευτέρας ἀναβιώσεως.

Ὅτι μὲν οὖν οὐχ ὅροις περιεκλείσθη τοῖς καθέκαστον ἡ ζωή, καὶ ἐν πολλοῖς ἑτέροις δείκνυσιν ἡ τῆς γνώσεως ἄβυσσος, οὐκ ἔλαττον δὲ κἀν τῷ λέγειν, ὅτι λελυμένην πάσης ἀνάγκης καὶ αὐθαίρετον ζωὴν ἔλαβε παρὰ τοῦ κτίσαντος ἡ ψυχὴ διὰ τὸ κατ’ εἰκόνα γεγενῆσθαι θεοῦ· οὕτω γὰρ αὐτεξούσιοι παρὰ τοῦ κτίσαντος ἐγενήθημεν καὶ πρὸ προσώπου ἡμῶν κατὰ τὸν προφήτην δέδωκε θεὸς τὴν ὁδὸν τοῦ θανάτου καὶ τῆς ζωῆς· καὶ πᾶσι μὲν ὁ θάνατος ἄφυκτος, τὸ δὲ ὡραῖον αὐτοῦ καὶ τὸ ἄωρον ἐπὶ τῇ θείᾳ κεῖται προνοίᾳ καὶ τῇ ἀνθρωπίνῃ αὐτεξουσιότητι· εἰ μὲν γὰρ ἄξια δρῶμεν ζωῆς, οὔποτ’ ἂν παρακαίριον ὑποσταίημεν ὄλεθρον· εἰ δὲ τοὐναντίον ἅπαν ἐνεργεῖται ἡμῖν ἢ βουλεύεται, μετὰ παιδείαν φιλάνθρωπον, εἴπερ μὴ σωφρονοῦμεν, καὶ τὴν τοῦ θεοῦ δικαίαν τιμωρίαν εἰς ἑαυτοὺς ἐπισπώμεθα· οὕτω γὰρ καὶ ὁ ἱερὸς ἡμῶν ποιμενάρχης φησίν Ἕως μικρά, λέγων, ἡμεῖς ἁμαρτάνομεν καὶ ὀλίγα, ὥσπερ τὰ φυτὰ ὑπὸ πραείας αὔρας περιδονούμενοι ἠρέμα πως σαλευόμεθα· ἐπειδὰν δὲ πλείω καὶ μείζω τὰ κακὰ ᾖ, κατὰ τὴν ἀναλογίαν τῆς τῶν ἁμαρτημάτων αὐξήσεως καὶ ὁ σάλος ἐπιτείνεσθαι πέφυκε. Καὶ οἱ μὲν ἐπὶ πλεῖον σαλεύονται, οἱ δὲ καὶ μέχρι τοῦ καὶ αὐτόρριζοι ἀνατραπέντες καταβληθῆναι.

Τίς τοίνυν ὁ εὐπορῶν τῶν εἰρημένων τὴν δύναμιν ἐπιστημονικῶς ἐκλεξάμενος ἐκ περιέργου τῆς ἐρευνήσεως οὐκ ἂν ἐκ τούτων καταμάθῃ τῆς ζωῆς ἡμῶν τὸ ἀόριστον εἴτουν ἀπροόριστον; Ἐπειδὴ γὰρ καὶ ἡ ἁμαρτία θάνατον ἐπάγει τοῖς ἐργάταις αὐτῆς, ὅρος ἀβέβαιος· εἰ γὰρ ἐπὶ μέρους ὥρισται ἀσφαλῶς ὁ χρόνος τῆς ἡμετέρας ζωῆς, οὐκ ἂν ἄλλο τι θανάτου ἐπαγωγὸν κατεφαίνετο ἢ ὁ ὅρος αὐτός.

Ἀλλὰ πάλιν ἀντιθέσεις παρὰ τῶν ἐναντίων προτείνονται· καὶ γάρ φασιν· Εἴπερ μὴ ὅροις κατεδεσμεύθη τῶν καθέκαστον ἡ ζωή, πῶς ὁ ἱερὸς Βασίλειος τοιαῦτά που φιλοσοφεῖ· Ἐννόησον, λέγων, ὅτι ὁ πλάσας καὶ ψυχώσας ἡμᾶς θεὸς ἰδίαν δέδωκεν ἑκάστῃ ψυχῇ τοῦ βίου διαγωγὴν καὶ ἄλλοις ἄλλους ὅρους ἔπηξε τῆς ἐξόδου· τὸν μὲν γὰρ ἐπὶ πλείω παραμεῖναι τῇ συναφείᾳ τῆς σαρκὸς ᾠκονόμησε, τὸν δὲ θᾶττον ἀπολυθῆναι τῶν δεσμῶν τοῦ σώματος διετάξατο κατὰ τοὺς ἀρρήτους τῆς σοφίας αὐτοῦ καὶ τῆς δικαιοσύνης λόγους. Ὥσπερ οὖν οἱ ταῖς εἱρκταῖς ἐμπίπτοντες οἱ μὲν ἐπὶ πλείονα χρόνον τῇ κακώσει τῶν δεσμωτηρίων ἐναποκλείονται, οἱ δὲ ταχυτέραν εὑρίσκουσι τῆς κακοπαθείας ἀπαλλαγήν, οὕτω καὶ αἱ ψυχαὶ αἱ μὲν ἐπὶ πολὺ κατέχονται τῇ ζωῇ ταύτῃ, αἱ δὲ ἐπ’ ἔλαττον κατὰ τὴν ἀναλογίαν τῆς ἀξίας ἑκάστου σοφῶς καὶ βαθέως καί, ὡς οὐκ ἂν ἐφίκοιτο νοῦς ἀνθρώπων, τὰ περὶ ἕκαστον ἡμῶν τοῦ κτίσαντος προβλεπομένου;