Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Λόγοι περὶ τοῦ τέλους τῆς ζωῆς

Νικηφόρος Βλεμμύδης

Η επίδραση του τρόπου ζωής και των παθών στην υγεία

Παρουσίαση των συνεπειών της λαιμαργίας, της μέθης και της ακραίας λύπης στη ζωτική δύναμη του ανθρώπου, επιβεβαιώνοντας τη φυσική αιτιολογία των νόσων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 7 από 8

Ἐκ τούτων τοίνυν ἁπάντων καταμάθῃ τις εὖ φρονῶν ὅρου παντὸς ἐλευθέραν τὴν ἑκάστου ζωὴν καὶ μᾶλλον, ἐξ ὧν ὁ ἱερομύστης πάλιν ἐκδιδάσκει τρανῶς· Τὰ τῶν ἀνθρώπων σώματα, λέγων συνεχεῖ μὲν τῷ κόρῳ βαρυνόμενα εὐκόλως ὑποβρύχια ταῖς ἀρρωστίαις γίνονται· εὐσταλεῖ δὲ καὶ κούφῃ τροφῇ κεχρημένα καὶ τὸ προσδοκώμενον ἐκ νόσου κακὸν ὥσπερ χειμῶνος ἐπανάστασιν ὑπεξέφυγε καὶ τὸ ἤδη παρὸν ὀχληρὸν ὥσπερ τινὰ σπιλάδος ἐπιδρομὴν διεκρούσαντο. Ποῦ εἰσιν οἱ λέγοντες θεὸν εἶναι τῶν νόσων ἐπαίτιον, οἵ γε τὴν ἡμετέραν ζωὴν ὁρισμοῖς τισι περικλείοντες; Ἀκουέτωσαν τοῦ μεγάλου διαπρυσίως κηρύττοντος, ὡς ἐξ ἀδιαφορίας βρωμάτων ἀποτίκτονταί τισι τὰ νοσήματα, ἡ δ’ εὐτελεστέρα τροφὴ καὶ ὑγείας πρόξενος γίνεται καὶ τὸ ἐκ νόσου προσδοκώμενον κακὸν ἀποκρούεται, ὅπως ἐστὶν ἄωρος θάνατος.

Πάλιν φησὶ τὸ τοῦ παναγίου πνεύματος ὄργανον, ὅτι Μέθη λογισμῶν ἐστιν ὄλεθρος, ἰσχύος διαφθορά, γῆρας ἄωρον, ὀλιγοχρόνιος θάνατος. Πῶς οὖν, εἴπερ ἐξ ὁρικῆς συμπληρώσεως ἐπήγετο τοῖς ἀνθρώποις ὁ θάνατος, ἔλεγεν ἂν ὁ ἡμέτερος καθηγητὴς καὶ τὴν τῶν βρωμάτων δαψίλειαν καὶ τὴν τοῦ οἴνου ἀμετρίαν προξενεῖν τοῖς χρωμένοις ὀλιγοχρόνιον θάνατον; Ἴδετε ταῦτα πάντα οἱ τῶν ἡμετέρων λόγων ἐξετασταὶ καὶ περιεργάσασθε ἀληθῶς καὶ τὸ ἀκριβὲς συλλογίσασθε.

Πάλιν ὁ πιστότατος μάρτυς τῆς ἀληθείας οὕτω φησί· Πολλοὺς ἔγνωμεν ἐν συμφοραῖς ἀνηκέστοις ἀποστάξαι τὸ δάκρυον βιαίως ἐγκαρτερήσαντας, εἶτα τοὺς μὲν εἰς ἀνήκεστα περιπεσόντας πάθη, ἀποπληξίας ἢ παραλύσεις, τοὺς δὲ παντελῶς ἀποψύξαντας ὥσπερ ἐρείσματος ἀσθενοῦς τῆς δυνάμεως αὐτῶν τῷ βάρει τῆς λύπης ἀποκλασθείσης. Ὃ γὰρ ἐπὶ τῆς φλογὸς ὁρᾶν ὑπάρχει ὑπὸ τοῦ οἰκείου αὐτὴν καπνοῦ καταπνίγεσθαι μὴ ὑπεξιόντος, ἀλλὰ περὶ αὐτὴν εἱλουμένου, τοῦτό φασι καὶ ἐπὶ τῆς οἰκονομούσης δυνάμεως γίνεσθαι, ἀπομαραίνεσθαι γὰρ ὑπὸ τῶν ὀδυνηρῶν καὶ κατασβέννυσθαι μηδεμιᾶς γενομένης ἐπὶ τὰ ἔξω διαπνοῆς. Ἆρά γε συνίετε παρὰ τῶν εἰρημένων καὶ καταμανθάνετε καὶ γίνεσθε λογισταὶ τῆς ἀληθείας εὐγνώμονες ἢ τὸ κωμικὸν ἐκεῖνο καὶ φρονεῖτε καὶ λέγετε, ὡς Οὐ πείσουσί τινες ἡμᾶς, οὐδ’ ἢν πείσωσιν; Ἐγὼ μὲν οὐχ ὑπολάβοιμι τοῦτ’ ἂν ἐν ὑμῖν, εἴ γε μὴ τοῦ ἐν κωμωδίᾳ καταράτου γέροντος τοῦ ἐκ Πατροκλέους ἥκοντος τυφλοτέροις ἀνδράσι προσδιαλέγομαι καὶ ἀθλιωτέροις ἐκείνου, ὅσῳπερ ἂν τὸν τοιοῦτον δραματουργῶσιν οἱ ἐπὶ τῆς σκηνῆς τοὺς σωματικοὺς ὀφθαλμοὺς ἐξορωρυγμένον, ὑμᾶς δ’ ἂν—οὕτω διάκεισθε—παραστήσοι ἡ ἀλήθεια ἐκτετυφλωμένους τοὺς ψυχικοὺς ὀφθαλμοὺς καὶ νοερούς.

Ὃ μὴ πάθητε τὸ ἐριστικὸν ἀποθέμενοι καὶ φιλόνεικον καὶ μετὰ κεκαθαρμένης καὶ ἀριπρεποῦς συνειδήσεως τοῖς λεγομένοις τὸν νοῦν ἐπεμβάλλοντες καὶ παρὰ μὲν τῶν πρώτως ῥηθέντων καταλαμβάνοντες τὸν χρόνον τῆς ζωῆς τοῖς ἐπὶ μέρους ἀόριστον εἴτουν μέτροις τισὶ καὶ σταθμοῖς ἀρχαίοις ἀκαταδούλωτον, παρὰ δὲ τῶν ἤδη ῥηθησομένων πιστούμενοι μὴ εἶναι τὸν θεὸν τοῖς ἀνθρώποις τῶν νόσων ἐπαίτιον. Τοιαῦτα γὰρ περὶ τούτου ὁ μέγας Βασίλειος ἀποφαίνεται· Τὸ περὶ τὴν πέψιν πλημμελές, ὃ τοῖς τρυφῶσιν ἀναγκαίως ἀκολουθεῖ, τοῦτο τὰ σφοδρὰ νοσήματα τοῖς σώμασιν ἐνεργάζεται. Καὶ πάλιν· Αἱ ἐκ τοῦ λοιποῦ βλάβαι χρόνῳ ἐγγίνονται τοῖς ἀνθρώποις κατὰ μικρὸν τοῦ ἀέρος τὴν παρ’ ἑαυτοῦ φθορὰν ἐντιθέντος τοῖς σώμασι. Καὶ αὖθις· Ἐν τοῖς νοσοποιοῖς χωρίοις κατὰ μέρος ἀναπνεόμενος ἀὴρ λανθάνουσαν νόσον τοῖς ἐνδιαιτωμένοις ἐναποτίθεται.

Καὶ πάλιν· Ἡ οἰκονομοῦσα τὸ ζῶον δύναμις αὐτάρκειαν μὲν καὶ λειότητα ῥαδίως κατειργάσατο καὶ ᾠκείωσε τῷ τρεφομένῳ, πολυτέλειαν δὲ βρωμάτων παραλαβοῦσα, εἶτα ἀντισχεῖν πρὸς τὸ πέρας μὴ ἐξαρκέσασα τὰ ποικίλα γένη τῶν νοσημάτων ἐποίησε. Καὶ αὖθις· Οὔτε ἡ νόσος ἀγένητος οὔτε μὴν δημιούργημα τοῦ θεοῦ· ἀλλ’ ἐκτίσθη μὲν τὰ ζῷα μετὰ τῆς πρεπούσης αὐτοῖς κατασκευῆς καὶ κατὰ φύσιν παρήχθη πρὸς τὴν ζωὴν ἀπηρτισμένα τοῖς μέλεσιν, ἐνόσησε δὲ τοῦ κατὰ φύσιν παρατραπέντα· ἐξίστανται γὰρ τῆς ὑγείας ἢ διὰ πονηρὰν δίαιταν ἢ δι’ ἡσδήποτε νοσοποιοῦ αἰτίας. Καὶ πάλιν· Εἶδον ἰατροὺς ἐγὼ μὴ πρότερον διδόντας τὰ σωτήρια φάρμακα, πρὶν ἐμέτοις ἀποκενῶσαι τὴν νοσοποιὸν ὕλην, ἣν ἐκ πονηρᾶς διαίτης ἑαυτοῖς οἱ ἀκόλαστοι ἐναπέθεντο.

Ταῦτα πάντα φιλοσοφεῖ ὁ πολὺς τὰ θεῖα Βασίλειος· μὴ τοίνυν ἐμοὶ ἀντιλέγειν νομίζητε, ἀλλὰ τῷ μεγάλῳ τούτῳ πατρί, ὥσπερ εἰώθατε κἀν τοῖς ἄλλοις ἁγίοις τοῦτο ποιεῖν. Ὅτι δὲ καὶ διὰ σωφρονισμὸν νόσοι πολλάκις τοῖς ἀνθρώποις ἐπάγονται, δῆλον καὶ τοῦτο· συνηγορήσω γὰρ καὶ τοῖς ἀντιθέτοις, ἐφ’ ὅσον δέον ἐστί· πλὴν οὔτε πᾶσα νόσος διὰ σωφρονισμὸν οὔτε πᾶσιν ὁμοίως ἀνθρώποις ἐπέρχεται. Ἀλλὰ σὺ μέν, ὦ σοφὴ κεφαλή, —ἄρτι γὰρ ὁ λόγος πρὸς σέ—ἔχοις ἂν ἐκ τούτων περιτρέπειν τοὺς ἀντιλέγοντας, οὐκ ἔλαττον ἢ ἐκ τῶν σῶν, καὶ ματαιόφρονας ἀπελέγχειν καὶ βρεφικὸν ἔχοντας τὸν νοῦν καὶ ἀπάλαμνον, οἷς τε περὶ τοῦ ὅρου δοξάζουσι καὶ οἷς ἐπιπολαίως βλέπειν ἐθέλουσι πρὸς τὰ σοφώτατα λόγια τοῦ μεγάλου πατρὸς Βασιλείου, ἃ πολὺ βάθος ἐννοίας καὶ δυσθεώρητον ἑαυτοῖς ἐπικρύπτουσιν.