Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Λόγοι περὶ τοῦ τέλους τῆς ζωῆς

Νικηφόρος Βλεμμύδης

Κανονικές διατάξεις περί προστασίας της ζωής και επίλογος

Κατακλείδα του έργου με αναφορά σε κανονικό παράδειγμα που επιτρέπει κατ' εξαίρεση ενέργειες για τη σωτηρία της ζωής, επιβεβαιώνοντας το αποτρέψιμο του θανάτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 8 από 8

Ἐγὼ δ’ ἐκ τῶν συνοδικῶν δογμάτων καὶ θεολόγων ἕν τι διάταγμα κανονικὸν ἐκλεξάμενος καὶ τῶν εἰρημένων ἁπάντων ἐπισφράγισμα ποιησάμενος καταπαύσω τὸν λόγον, ὡς ἐν τῶ πρὸ τοῦδε τὴν τοῦ ἀορίστου ἀπόδειξιν μετὰ πολλῆς φιλοτιμίας συσκευασάμενος. Τοιαῦτα τοίνυν φασὶν οἱ ἱεροὶ πατέρες ἡμῶν, οἱ τῆς ἐκκλησίας διδάσκαλοι·

Μηδεὶς ἔνδον ἱεροῦ ναοῦ κτῆνος τὸ οἱονοῦν εἰσαγέτω, ἐκτὸς εἰ μή τις ὁδοιπορῶν μεγίστης καταλαβούσης ἀνάγκης οἰκίσκου καὶ καταγωγῆς ἀπορῶν ἐν τοιούτῳ καταλύσει ναῷ· διὰ γὰρ τοῦ μὴ τὸ κτῆνος ἔνδον εἰσενεχθῆναι αὐτὸ μὲν ἔστιν ὅτε διαφθαρήσεται, ὁ δὲ τῇ τοῦ ὑποζυγίου ἀποβολῇ καὶ τῷ ἐντεῦθεν ἀπόρως ἔχειν τῆς ἐπὶ τὴν ὁδοιπορίαν ὁρμῆς θανάτου κινδύνῳ παραδοθήσεται.

Ἀκουέτωσαν οἱ ἀντίθετοι, πῶς φασιν οἱ πατέρες ὥσπερ ἐξ ἑνὸς στόματος εἰσάγεσθαι τοῦ ὁδοιποροῦντος τὸ ὑποζύγιον ἔνδον ἱεροῦ ναοῦ, εἴ γε καταγωγῆς ἑτέρας ἐν ἀπορίᾳ καθέστηκε καὶ χειμῶνι σφοδρῷ προσβιάζεται ἢ ἀνάγκῃ τινὸς ἑτέρου βαρυτάτου συμπτώματος, ὅπως μὴ τοῦτο μὲν ἔστιν ὅτε διαφθαρήσεται, ὁ δὲ ὁδοιπόρος τῇ τοῦ ὑποζυγίου ἀποβολῇ καὶ τῷ ἐντεῦθεν μὴ δύνασθαι τὴν ὁδοιπορίαν ἐπιτελεῖν θανάτου κινδύνῳ παραδοθήσεται. Πῶς ἂν τοιοῦτόν τι ἐνομοθέτησαν, εἴ γε ὡρισμένην ἠπίσταντο τῷ καθενὶ τὴν ζωήν; Πῶς δὲ καὶ τὴν αἰτίαν τῆς νομοθεσίας τοιαύτην ἀπέδοσαν εἰπόντες, ἵνα μὴ ὁδοιπόρος κινδυνεύσῃ περὶ τὸ ζῆν; Πάντως, εἰ ὥρισται τοῖς καθέκαστον ὁ χρόνος τῆς βιοτῆς, κἂν καὶ τὰ ὑποζύγια διαφθαρῶσιν, οἱ ὁδοιπόροι σωθήσονται μήπω πληρωθέντων τῶν ὅρων τῆς τούτων ζωῆς· εἰ δὲ συνετελέσθησαν αὐτοῖς οἱ ὅροι τῶν ἡμερῶν, καὶ τῶν ὑποζυγίων περισωθέντων ἀναγκαίως αὐτοὶ τῷ θανάτῳ δουλεύσουσι· καὶ εἰ τοῦτο, περιττὴ δήπουθεν ἡ νομοθεσία καὶ κατὰ τοὺς ἐναντιολογοῦντας ἡμῖν ἀσεβείας διδάσκαλος. Εἴ γε μάτην περιφρονεῖσθαι τοὺς θείους οἴκους παρακελεύεται τῷ γίνεσθαι τούτους κτηνῶν οἰκητήρια, τί δὲ καὶ τῶν ἐθνῶν ἐν τούτοις ἡμεῖς διαφέρομεν, ἐρωτῶ, τῶν μὴ γινωσκόντων ἀξίαν τιμὴν ἀπονέμειν θεῷ;

Πολλὰ καὶ ἄλλα εἶχον εἰπεῖν, εἰ μὴ τὴν εἰς κενὸν πολυλογίαν φλυαρίαν ἐδιδασκόμην εἶναι σαφῆ καὶ ματαίων ἀνδρῶν ἐπιτήδευμα τῷ λέγειν πολλὰ καὶ ἄκαιρα νομιζόντων ὑπερτερεῖν τῶν λαλούντων ὀλίγα καὶ καίρια.