Ἔργον
Νικηφόρος Βλεμμύδης – Περὶ ἀρετῆς καὶ ἀσκήσεως
Ανδρεία, σωφροσύνη και δικαιοσύνη
Λεπτομερής εξέταση της ανδρείας, της σωφροσύνης, της εγκράτειας και της δικαιοσύνης ως μεσοτήτων που συμφωνούν με τον φυσικό νόμο.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ανδρεία, σωφροσύνη και δικαιοσύνη
Λεπτομερής εξέταση της ανδρείας, της σωφροσύνης, της εγκράτειας και της δικαιοσύνης ως μεσοτήτων που συμφωνούν με τον φυσικό νόμο.
Καὶ ὁ μὲν σώφρων ἐκ τοῦ τὰ σῶα φρονεῖν κατωνόμασται, σῶον ἔχων ἅπαν τὸ φρόνημα καὶ τοῖς ποικίλοις τῆς ἡδονῆς δελεάσμασιν οὐδόλως ἐξαπατώμενος. Ὁ δ’ ἀνδρεῖος ἐκ τοῦ τὰ ἄνω δρᾶν προσηγόρευται, τὰ ὑψηλὰ δηλονότι καὶ ἀταπείνωτα, μὴ κατακαμπτόμενος τοῖς ἐπερχομένοις ἀνιαροῖς· ἔκ τε τοῦ ἀρρενωπός τις εἶναι τὴν ψυχὴν καὶ διεγηγερμένος, εὐθαρσής, εὐσταθὴς καὶ ἀκαταγώνιστος· ἀναλλοίωτος μένων ἐν ταῖς τῶν καιρῶν ἀλλοιώσεσι κἀν ταῖς τῶν πραγμάτων μεταπτώσεσιν ἀμετάπτωτος· μήτ’ ἐν δυσημερίαις καὶ δυσπραγίαις καταπίπτων, μήτ’ ἐν εὐημερίαις καὶ εὐπραγίαις ὑπεραιρόμενος.
Ὁρίζονται δὲ τὴν ἀνδρείαν ἕξιν ἐκ προαιρέσεως ὁρμητικὴν κατὰ λόγον ὀρθὸν πρὸς τοὺς ὑπὲρ ἀγαθοῦ κινδύνους ἐν ὑπομονῇ βεβαίᾳ τῶν κατ’ ἄνθρωπον ἀλγεινῶν· τὴν δὲ σωφροσύνην ἕξιν ἀνένδοτον περὶ τὰς σωματικὰς ἡδονὰς μετ’ ὀρθοῦ λόγου κατὰ προαίρεσιν.
Μεσότης ἡ ἀνδρεία δειλίας καὶ θράσους, ἡ σωφροσύνη μεσότης ἀκολασίας καὶ ἠλιθιότητος, οὐ τῆς ἐκ φύσεως ἢ νοσήματος—οὐ κακία γὰρ αὕτη· καὶ γὰρ ἀπροαίρετος—, ἀλλὰ τῆς ἐκ προαιρέσεως· ὅτε δή τις τὰ κρέα, τὸν οἶνον, τὸν ἔννομον γάμον οὐκ ἐν τῷ ζῆν ἐθέλειν ὑπὲρ φύσιν καὶ νόμον μετ’ αἰσθήσεως παραιτοῖτο ψυχῆς, ἀλλ’ ἀναισθήτως, εἴτ’ οὖν ἀφρόνως ἀποστρέφοιτο μυσαττόμενος, καὶ τοὺς αὐτοῖς χρωμένους βδελυκτοὺς ἡγοῖτο καὶ ἀποτροπαίους ποιοῖτο. Πῶς γὰρ οὐκ ἠλίθιος οὗτος ὁ μὴ τὴν φύσιν εἰδώς, ὁ μὴ τὸν νόμον τιμῶν, ᾧ καὶ Θεὸς ἐπένευσεν ὁ τῆς φύσεως δημιουργός, ἐπείπερ οὐ πάντες χωροῦσι τὸν λόγον τῆς ὑψηλοτέρας διαγωγῆς.
Ἡ ἐγκράτεια τῇ σωφροσύνῃ καὶ γειτνιάζει καὶ ὑποβέβηκε. Σώφρων μὲν γάρ ἐστιν ὁ φαύλαις ἡδοναῖς ἀπροσπέλαστος, ἐκνικήσαντος τοῦ λόγου καὶ πᾶσαν ἀποκρουσαμένου παράλογον προσβολήν. Ἐγκρατὴς δέ ἐστιν ὁ τοιαύταις μὲν ἡδοναῖς ἐνοχλούμενος, ἀντιβαίνων δὲ καὶ κρατῶν καὶ μὴ ἐκνικώμενος, ἔχων τὸν ὀρθὸν λόγον καὶ δι’ αὐτοῦ πρὸς τὸ σωφρονικὸν ἐπειγόμενος.
Ὡς ἡ ἐγκράτεια πρὸς τὴν σωφροσύνην, ἡ καρτερία πρὸς τὴν ἀνδρείαν. Ὁ μὲν γὰρ ἀνδρεῖος τῆς ἐν κόσμῳ δυσχερείας ἁπάσης ἐλλόγως ὑπερορᾷ καὶ χαίρει μᾶλλον ἐγκύρσας ἀνιαροῖς διὰ τὸ ἀγαθόν. Ὁ δὲ καρτερικὸς βιάζεται μέν, ἀνθίσταται δὲ μὴ παρασυρῆναι ταῖς ἀνίαις ἀγωνιζόμενος, ὀρθότητι λόγου πείθων ἑαυτὸν ἐγκαρτερεῖν τοῖς δεινοῖς. Ἡ ἀκρασία τῆς ἐγκρατείας ἰδίως ἀντίθετος, καὶ ἡ μαλθακότης τῆς καρτερότητος· τἄλλα δ’ ἄκρα ταῖς ὑποβεβηκυίαις πρὸς τὰς ὑπερεχούσας κοινά.
Λείπεται περὶ δικαιοσύνης εἰπεῖν. Ἐπεὶ γοῦν δίκαιος ὁ ἐκ προαιρέσεως δι’ αὐτὸ τὸ ἀγαθὸν δικαιοπραγῶν, ἐκ τοῦ δίχα δὲ τὸ δίκαιον εἴρηται, δίχαιον ὡς ἂν εἴποι τις ὄν, ἡ δικαιοσύνη τοῦ δίχα καὶ τοῦ ἴσου τυγχάνει διανεμητική.
Τὸ ἶσον δὲ νοητέον κατ’ ἀναλογίαν, οὐ κατὰ ποσότητα· τὸ γὰρ ἶσον ποσότητι προδήλως ἄνισον. Εἰ γάρ τις τῷ πολλῶν ἀξίῳ καὶ τῷ μὴ πολλῶν ἀπονείμοι τὸ ἶσον κατὰ ποσόν, ἀνισότητα μᾶλλον καὶ ἀδικίαν ἐποίησε.
Δικαιοσύνη τοίνυν ἐστὶν ἕξις προαιρετικὴ κατὰ τὸν ὀρθὸν λόγον τοῦ κατ’ ἀξίαν παρεκτική. Δικαιοσύνη δε κυρίως καὶ πρώτως ἡ τελεία καθέστηκεν ἀρετή, καθ’ ἣν πολλῆς καὶ μεγάλης τῆς ἀναρρήσεως ἐν ταῖς ἱεραῖς ἀξιοῦται γραφαῖς ὁ δίκαιος· ὁ φύλαξ ὅλου τοῦ νόμου, τοῦ γεγραμμένου δὴ καὶ τοῦ φυσικοῦ, τῶν ὁμοίων καὶ συγγενῶν, καὶ τοῦ αὐτοῦ σκοποῦ.
Γεγραμμένος νόμος, αἱ ἐντολαὶ τοῦ ἡμετέρου νομοθέτου καὶ βασιλέως Χριστοῦ· φυσικὸς νόμος, ὅτε δὴ τὸ καθῆκον ἑκάστῳ τῶν τῆς ψυχῆς μερῶν διασώζοιτο· καὶ τῷ μὲν λόγῳ τὸ ἀρχικὸν καὶ βασιλικόν, τῷ δὲ θυμῷ τὸ στρατηγικὸν καὶ πρὸς τὸν αὐτοκράτορα δορυφορικὸν καί, καθὼς ἂν ἐκεῖνος ἐπιτάττοι, καθυπηρετικόν· οἰκείων τε καὶ ἀλλοτρίων σφαλμάτων ἐπεξελευστικῷ χρηματίζοντι διὰ τὴν πρὸς τὸν λόγον ὑπακοήν· εἴ τι μὲν χαῦνον φρόνημα καὶ ὡς οὐ δεῖ καταπεπτωκὸς διεγείροντι καὶ συντείνοντι, πᾶσαν δε τυραννικὴν ἐπανάστασιν καταβάλλοντι, βίαν ὕπνου βιαίως ἐξαίροντι, τροφῆς λίχνον ἔφεσιν μετ’ αὐστηρίας ἀναχαιτίζοντι, σὺν ἀπειλῇ δε μείζονι θράσος ὀργῆς ἀποκρουομένῳ παράλογον, ἀλαζονείαν καὶ τύφον ἐπιρραπίζοντι καὶ διώκοντι, δοξομανίαν φαυλίζοντι καὶ σὺν μυκτηρισμῷ καὶ χλεύῃ κατὰ τὸ προσῆκον ὑπερορίζοντι, σχέσιν τὴν πρὸς τὴν σάρκα γενναίως ἐκκόπτοντι, δεσμὸν τὸν πρὸς ὕλας νεανικῶς διαρρήσσοντι, καὶ πᾶσαν ὁμοῦ κίνησιν ἄτοπον ἐμβριθῶς ἠρεμίζοντι.
Ταῦθ’ οὕτως ὁπότ’ ἔχοι, τῇ δ’ ἐπιθυμίᾳ προσείη τὸ μόνως ἄρχεσθαι καὶ μὴ ἀντιτείνειν ὅλως, ἀλλ’ ὑπείκειν κατὰ πάντα καὶ πείθεσθαι· τοῦτο γὰρ ταύτῃ κατάλληλον ἡ κρατιστεύουσα τότε τῷ ἀνθρώπῳ ζωή. Τί γὰρ τὸ ἐνοχλῆσον, ἔνθα τὸ τοιοῦτον ἁρμοδιώτατον εὑρίσκοιτο δίκαιον; Δέδιε τὰ πάθη καὶ πέφρικε, πάντα κατέπτηχε, πάντα διαπεφώνηκεν. Αὕτη δικαιοσύνη ταμάλιστα, καὶ ὁ τοιουτοτρόπως διοικούμενος ἐντελέστατα δίκαιος;
Ἔστι δικαιοσύνη καὶ ἡ συνεζευγμένη ταῖς γενικαῖς, ἥτις ἐνθεωρεῖται διανομαῖς, συναλλάγμασι, κρίσεσιν. Ἐν πᾶσι δικαιοπραγεῖ τούτοις ὁ κατ’ ἀρετὴν προῃρημένος βιοῦν· ἐν διανομαῖς παρέχων ἑκάστῳ τὸ πρὸς ἀξίαν· ἐν συναλλάγμασι πλεονεξίαν μὴ προσιέμενος, ἀλλ’ ἤδη κἀκ τῶν οἰκείων ἐπιδιδούς—οὐδὲν γὰρ ἀπόλλυσιν—· ἐν κρίσεσι τοὺς νόμους μετ’ ἐπιεικείας τηρῶν.
Ἐπιεικὴς δέ ἐστιν ὁ τὸν νόμον ἐκλαμβανόμενος πρὸς τὸ συμπαθὲς καθόσον οἷόν τε χωρὶς τοῦ παρανομεῖν· οὐ τόσον τῷ γράμματι προσέχων, ὅσον τῷ τοῦ νομοθέτου σκοπῷ· συγγνωμονικὸς μετὰ νουνεχείας γινόμενος, ὥστε μὴ τὸ κακὸν λαμβάνειν ἐκ τῆς συγγνώμης ἰσχύν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.