Ἔργον
Νικηφόρος Βλεμμύδης – Περὶ ἀρετῆς καὶ ἀσκήσεως
Ασκητική πολιτεία και έλεγχος των αισθήσεων
Πρακτικές οδηγίες για τη διαπαιδαγώγηση των αισθήσεων, το μέτρο στη διατροφή και την ένδυση, και την ορθή χρήση του θυμικού και του επιθυμητικού μέρους.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ασκητική πολιτεία και έλεγχος των αισθήσεων
Πρακτικές οδηγίες για τη διαπαιδαγώγηση των αισθήσεων, το μέτρο στη διατροφή και την ένδυση, και την ορθή χρήση του θυμικού και του επιθυμητικού μέρους.
Διὸ δὴ πᾶσαν εἰσενεκτέον σπουδὴν εἰς τὴν κτῆσιν τῶν ἀρετῶν, ἵνα μὴ κατὰ τὸν κόσμον τοῦτον φαινοίμεθα οἷον ἐκτρώματα, κατ’ ἐκεῖνον δὲ τὸν ἀεὶ μένοντα τὸ ἀπερρίφθαι Θεοῦ καθάπερ ἄγη τινὰ καὶ βδελύγματα κληρωσαίμεθα. Τοῖς καλοῖς ἔθεσιν ἐνασκήσωμεν, φερεπονοῦντες ἐν πᾶσι τοῖς δυσχερέσι κατ’ αἴσθησιν. Πολλοὶ γὰρ τὸν ὀρθὸν ἔχοντες λόγον καὶ μισητὸν ἡγούμενοι τὸ κακόν, εἰς αὐτὸ φέρονται καὶ κατολισθαίνουσιν ἐξ ἐθῶν πονηρῶν.
Παιδαγωγητέον τὴν αἴσθησιν καὶ πρῶτον τὴν ὅρασιν, ὥστε τοὺς ἀρχομένους, ἤδη δὲ καὶ τοὺς προϊόντας εἰς ἀρετὴν μὴ ἀναιδῶς εἰς πρόσωπα καθορᾶν· τοῦτο δὴ καὶ φυλακτικόν· τοῦτο δὴ καὶ σεμνοπρεπές. Ἀσεμνολογία πᾶσα μήτε λεγέσθω, μήτ’ ἀκουέσθω· καὶ γὰρ ἔννοιαν ἀσεμνοπραξίας ἐνίησιν, ἀλλὰ καὶ καθ’ αὑτὴν σεμνοῖς ἀνδράσιν ἀπόβλητος καὶ στυγητὴ τῷ Θεῷ. Τὸ ψεῦδος ἐκ τοῦ διαβόλου, μᾶλλον δ’ αὐτὸς ὁ διάβολος· εἰ γὰρ Χριστὸς ἡ ἀλήθεια, τὸ ψεῦδος πάντως ὁ ἀντικείμενος, ὅθεν μή δε γινώσκοιτο τοῖς μαθηταῖς τοῦ Χριστοῦ, τοῖς τῆς ἀληθείας θεραπευταῖς.
Ἐξοριστέον τῶν σωζομένων τὸ τῆς ἀπωλείας παραίτιον· ἀπολεῖς γὰρ πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος, ἐν πνεύματι φησὶν ὁ προφήτης πρὸς τὸν Θεόν. Ὀλέθριος ἡ καταλαλιά, καὶ ἀπωστέος ὁ ταύτῃ χρώμενος· τὸν καταλαλοῦντα γάρ φησι λάθρα τῶν πλησίον αὐτοῦ τοῦτον ἐξεδίωκον.
Τὸ μὴ ὀμνύειν ὅλως ἐπιτάττει μὲν ὁ Δεσπότης, αἰδεσίμους δε καθιστᾷ τοῦς φυλάσσοντας. Εὐτραπελίαι καὶ γελοιασμοὶ τῆς ἀσκητικῆς ἀπεληλάσθωσαν κοσμιότητος· ταῦτα γὰρ παιζόντων καὶ παιζομένων, ἀλλ’ οὐ σπουδαζόντων ἐπιτηδεύματα.
Ῥόδων, ὠκίμων, μύρων καὶ τῶν ὁμοίων οὐ προσιτέον τὰς εὐωδίας· περιττὰ γὰρ τὰ τοιαῦτα καὶ ὀρέξεως ἀλόγου προκλητικὰ καὶ τοῖς ἀποταξαμένοις ἀνοίκεια καὶ καταγνώσεως ἄξια. Καρυκείας βρωμάτων καὶ λιπαρότητας καὶ πεμμάτων γλυκύτητας καὶ πομάτων ἡδύτητας ὅσον χρὴ φεύγειν τὸν ἀσκητὴν οὐκ ἔστιν εἰπεῖν. Οὐδὲ γὰρ γεγόναμεν ἵν’ ἐσθίωμεν, ἵνα πίνωμεν, ἀλλ’ ἵνα ταῖς ἀρεταῖς εἰς δόξαν τοῦ πεποιηκότος ἡμᾶς διαλάμπωμεν.
Τρεφόμεθα δὲ κατ’ ἀνάγκην, ἵν’ ἡμῶν ἡ κατὰ πρᾶξιν καὶ θεωρίαν συντηροῖτο ζωή, δι’ ἃ καὶ γεγόναμεν. Χρεὼν οὖν μόνοις ἡμᾶς εἰς τροφὴν ἀρκεῖσθαι τοῖς συντηρητικοῖς τῆς ζωῆς· ὡσαύτως καὶ εἰς σκέπην τοῦ σώματος.
Διόπερ οὐδὲ τῶν ἐνδυμάτων ἐπιλεκτέον τὰ μαλακὰ καὶ τὴν χροιὰν ἀνθηρά τε καὶ στίλβοντα· φιλοκοσμίας τοῦτο καὶ ματαιότητος. Ἀλλ’ οὐδ’ αὖ τοὐναντίον διερρηγμένα περιβλητέον, ἢ μὴν ἐκ πολλῶν τεμμαχίων συντεθειμένα τὲ καὶ συνερραμμένα· τοῦτο γὰρ ἀλαζονείας καὶ ὑποκρίσεως, ὥσπερ καὶ τὸ τὴν γενειάδα πιλεῖν, καὶ εἴ τι ἄλλο τοῖς ἐρημικοῖς πάντῃ καὶ ἀκαθοράτοις ἐπέοικεν.
Ἀλλὰ τὸ μὲν εὐτελὲς ἐν ἀμφίοις καὶ ὑποδήμασι τῷ ἀσκητῇ καὶ ἀσκηταῖς συνδιάγοντι πρεπωδέστατον· αἱ πάντῃ δ’ ἀκρότητες ἀπρεπεῖς τε καὶ σφαλεραί. Τό γε μὴν ἐνδοτάτω καὶ ἄλλου πρὸ παντὸς περιβόλαιον ὅσῳ τραχύτερον, τοσούτῳ τοῖς ἀγωνιζομένοις καὶ χρησιμώτερον, ὥσπερ εὐνὴ σκληρά, τροφῆς ἔνδεια, βραχύτης ὕπνου καὶ τ’ ἄλλα τὰ σάρκα πιέζοντα καὶ χαλινοῦντα τὸ ταύτης φρύαγμα καὶ τὴν ἄλογον φορὰν ἀναστέλλοντα.
Πολὺ τὸ ἐπίβουλον τῆς ἁφῆς. Πολλῆς δεῖ καὶ τῆς εἰς αὐτὴν παραφυλακῆς. Ὅθεν συντετηρημένων ἀνδρῶν ἐστιν ἀπέχεσθαι τῶν πρὸς ἀλλήλους προσεγγισμῶν, καὶ μὴ τὴν ἀγάπην διὰ προσψαύσεων ἐθέλειν ἐνδείκνυσθαι.
Καὶ γὰρ οὐκ ὀλίγοι διὰ τοῦ κατὰ Θεὸν δῆθεν ἀγαπᾶν καὶ ἀγαπᾶσθαι, καθάπερ διά τινος δελέατος, τὸ τῆς ἡδονῆς ἄγγιστρον εἰσῳκίσαντο, καὶ τὸν θάνατον ἐξ ἀβουλίας ἐλεεινῶς ἐπεσπάσαντο. Διὸ καὶ αὐτῶν τῶν ἰδίων μελῶν τὰς οὐκ ἀναγκαίας πρὸς ἄλληλα θίξεις παραιτητέον ἕκαστον, ὅση δύναμις, κἂν εἰς ἄκραν ἴδοι τις ἑαυτὸν ἀπάθειαν καταντήσαντα. Τότε γὰρ χρεία μᾶλλον, ὅσῳ καὶ μείζων ὁ φθόνος, ἀγῶνος μείζονος καὶ τοῦ τὸν μόνον σώζειν δυνάμενον ἐπικαλεῖσθαι πρὸς ἀρωγὴν δι’ ἐμμονωτέρας ἐντεύξεως. Πολλοῖς γὰρ ἐν ἀπαθείᾳ θαρρήσασιν ἑαυτοῖς οἴκτιστον πτῶμα καὶ πολλῶν δακρύων ἐπισυμβέβηκεν ἄξιον. Δεῖ δὴ τολοιπὸν ἡμῖν καὶ ταπεινοφροσύνης καὶ νήψεως καὶ τοῦ προορᾶσθαι τὸν Κύριον ἑαυτῶν ἐνώπιον διαπαντός.
Ἐπεὶ δὲ προδήλως ἐξ ἀναθυμιάσεων γαστρὸς ὁ ἐγκέφαλος βαρυνόμενος κάρον ἐμποιεῖ καὶ χρόνιον νυσταγμόν, περιαιρετέον τὰ αἴτια, βρωμάτων παχύτητας, οἰνοποσίας καὶ ἀναπαύσεις σωματικάς· ταῦτα γὰρ καὶ μακροὺς ὕπνους ἐπάγουσι, καὶ νῆψιν ἀναιροῦσι, καὶ τῇ σαρκὶ ταραχὰς καὶ κλύδωνας ἐπεγείρουσι, καὶ τὸν ἡμέτερον οὐκ ἐῶσι νοῦν ἀνάγεσθαι πρὸς Θεόν. Θαυμασίως οὖν εἴρηται καὶ ἀρίστως τὸ τὸν ἀγωνιζόμενον μὴ τὸ μέν, τὸ δ’ οὔ, τὰ πάντα δ’ ἁπλῶς ἐγκρατεύεσθαι· σαρκὸς γὰρ εὐπάθεια, ταλαιπωρία ψυχῆς. Ὅσον δ’ ὁ ἐκτὸς ἄνθρωπος φθείρεται, τοσοῦτον ὁ ἐντὸς ἀνακαινοῦται κατὰ τὸ λόγιον.
Ἔκδικος δὲ δραστήριος ἐκ τοῦ Δημιουργοῦ δεδομένος ἡμῖν πρὸς ἐμπαθῆ πᾶσαν ὄρεξιν ὁ θυμός. Εἰ τοίνυν ἐλλόγως τούτῳ χρησαίμεθα, καὶ λαιμοῦ κρατήσομεν καὶ γαστρός, ὕπνου τε βάρος ἀποσεισόμεθα τῷ θυμῷ, καὶ σκιρτημάτων πωλικῶν κατακυριεύσομεν, καὶ αὐτὴν τὴν πρὸς τὸν πλησίον ὀργὴν ἢ μῆνιν ἐκδιώξομεν διὰ θυμοῦ, τὸ καινότατον. Εἴ τις ἀσφαλῶς ἐθέλει ταῦτα γνῶναι, τῇ πείρᾳ γνώσεται.
Δύναμις ψυχῆς τὸ θυμοειδὲς πρὸς ἀποτροπὴν τῶν παρὰ βούλησιν καὶ πρὸς ἄμυναν τῶν ἐναντιουμένων ὁρμητική. Τὸ δ’ ἐπιθυμητικὸν δύναμις ψυχῆς καὶ αὐτὸ πρὸς οἰκείωσιν τῶν κατὰ βούλησιν καὶ ἀπόλαυσιν τῶν ἐφετῶν διεγερτική. Κατὰ βούλησιν τοῖς μὴ διεφθαρμένοις αἱ ἀρεταί, τὰ δὲ ταύταις ἀντικείμενα παρὰ βούλησιν.
Ἐφετὰ τοῖς τὸ διακριτικὸν ὑγιαίνουσι τὰ καθαρῶς ἡδέα καὶ διαπαντός, ὧν οὐχ ἅπτεται κόρος, οὐκ αἰσχύνη τις, οὐ μετάμελος. Ἐναντιούμενα δέ εἰσι τὰ πρὸς ἀρετὴν ἐμποδιστικά. Πάντων δὴ τῶν τοιούτων ἐναντιωμάτων, πάσης τε κακίας ὁ ἔλλογος θυμὸς ἀναιρετικός. Πρὸς τοῦτον δὴ τὸν σκοπὸν ὑποτεθεῖσθαι δοκεῖ καὶ τὸ τὸν θυμὸν ἡμῖν εἶναι κατὰ μόνου τοῦ ὄφεως, ἵνα δηλονότι πᾶν ὑφέρπον τῇ ψυχῇ πάθος ἀποδιώκοιτο τῇ τοῦ θυμοῦ συντόνῳ φορᾷ. Τί γὰρ ἀλγεινὸν ἐξ ἀνθρωπίνου θυμοῦ τῷ σατάν, εἰ μὴ τὸ τὰ πάθη μετὰ σφοδρότητος ἐξ ἡμῶν ἀπελαύνεσθαι, καὶ τὰς δυνάμεις ἐκείνου, δι’ ὧν ἐκστρατεύει καθ’ ἡμῶν, ἡττᾶσθαι καὶ δραπετεύειν ἐκ τῆς ἡμετέρας ἐπιτιμήσεως; Μή ποτε δ’ εἰς τοῦτο καὶ τὴν κατὰ τῆς λύπης ἐμβρίμησιν, ὥσπέρ τινα παιδείαν ἔμπρακτον, ὁ Σωτὴρ ἡμῶν προὔτεινε καὶ καθηγητής, δι’ ἀποπομπῆς ἑνὸς ἀδιαβλήτου πάθους ὑποδεικνύς, ὅπως χρὴ καὶ ἡμᾶς μετὰ σφοδρᾶς ὁρμῆς τοῖς πάθεσιν ἀντιφέρεσθαι καὶ κατ’ αὐτῶν ὀργίζεσθαι καὶ ταράττεσθαι, καὶ οἷον ἐκφοβεῖν αὐτὰ καὶ ἀποτρέπειν σὺν ἀπειλῇ; Τί γὰρ ἔχρηζεν αὐτὸς ἐμβριμᾶσθαι καὶ ταραγμὸν ὅλως ἐμφαίνειν ἐν ἑαυτῷ, νεύματι τὸ πᾶν ἰσχύων φέρειν ὅποι καὶ βούλοιτο;
Τοῦ τοίνυν θυμοειδοῦς ἐμπάθειαν πᾶσαν ἀποσοβοῦντος ἐκ τῆς ψυχῆς ἔτι τε σὺν τῷ ἐπιθυμητικῷ τὰς ἠθικὰς ἀρετὰς εἰσοικίζοντος ἐν αὐτῇ διὰ τῆς τοῦ λογικοῦ κατὰ τὴν φρόνησιν ὑφηγήσεως τὸ αἰσιώτατον τέλος ἕπεται· τὸ δέ ἐστι τὸ κατὰ πᾶσαν ἀρίστην πρᾶξιν ἀπόνως καὶ ἡδέως ἐνεργουμένην τὸν ἄνθρωπον ζῆν, τὸ θαυμαστὸν ἆθλον τῶν προηγησαμένων κόπων ἐν ἀρετῇ.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.