Ἔργον
Νικηφόρος Βλεμμύδης – Περὶ ἀρετῆς καὶ ἀσκήσεως
Η αληθής φιλαυτία και η μέριμνα για τον πλησίον
Διάκριση της νοερής από την εμπαθή φιλαυτία, και το καθήκον των συνασκουμένων για αμοιβαία πνευματική φροντίδα και μετάδοση της αρετής.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Η αληθής φιλαυτία και η μέριμνα για τον πλησίον
Διάκριση της νοερής από την εμπαθή φιλαυτία, και το καθήκον των συνασκουμένων για αμοιβαία πνευματική φροντίδα και μετάδοση της αρετής.
Τοῦτο δὴ πᾶσιν ἀνθρώποις τοῖς μὴ πεπηρωμένοις πρὸς ἀρετὴν ὑπάρξαι δύναται διὰ μαθήσεως, δι’ ἐθισμοῦ, δι’ ἐπιμελείας, διὰ φερεπονίας, ὡς εἴρηται. Τοῦτον ζήσεται τὸν τρόπον ὁ φιλῶν ἀληθῶς ἑαυτόν· ὁ δὲ κατὰ τὰς δοκούσας ἐθέλων ζῆν ἡδονάς, ἐμίσησε καὶ ἀπεκτήνωσεν ἑαυτόν.
Διττῆς δὲ τῆς φιλαυτίας γινωσκομένης, τῆς μὲν ὄντως, τῆς δὲ δοκούντως καὶ κατὰ τοὺς πολλούς, φίλαυτος μὲν ἀληθῶς ἐστιν ὁ φιλῶν αὑτὸν ὀρθῶς τε καὶ ἀπλανῶς καὶ παντοίαις κοσμῶν ἀρεταῖς. Φίλαυτος δὲ κατὰ τοὺς πολλοὺς ὁ φιλῶν αὑτὸν ἐμπαθῶς, ὁ φιλόψυχος εἴτ’ οὖν φιλόζωος, ὁ φιλόπρωτός τε καὶ φίλαρχος, ὁ πᾶσαν σωματικὴν ἀπόλαυσιν καὶ πᾶσαν ἀνθρωπίνην τιμὴν ἕλκων εἰς ἑαυτὸν καὶ πάντα πράττων ἕνεκεν ἑαυτοῦ.
Πάλιν ἐπεὶ νῷ καὶ λόγῳ τῶν ἄλλων ζώων διενηνόχαμεν, νοῦς παρά τισι τῶν ἀρχαιοτέρων σοφῶν ὁ ἄνθρωπος εἴρηται· διὸ καὶ αὐτὸς μὲν ὁ νοῦς, αὐτοῦ δὲ τὸ σῶμα, περὶ αὐτὸν δὲ πάνθ’ ὅσα τῷ τῆς περιουσίας ὀνόματι προσφυῶς περιείληπται. Τοίνυν εἰ τὸ νοερὸν αὐτός, τὸ θυμικὸν καὶ τὸ ἐπιθυμητικὸν αὐτοῦ μᾶλλον ἤπερ αὐτός. Ὁ μὲν οὖν φίλαυτος ὡς φιλῶν αὑτόν, τὴν νοερὰν καὶ λογικὴν μεταδιώκει ζωήν· ὁ δ’ ὡς φιλῶν τὸ αὑτοῦ φίλαυτος, τῷ ἀλογωτέρῳ χαρίζεται τῆς ψυχῆς.
Ἰδίως παρὰ τῇ συνηθείᾳ φίλαυτος ὁ αὐτάρεσκος, ἴσως ἐκ τοῦ φιλεῖν τὸ αὐτοῦ νόημα, κἂν μοχθηρὸν εἴη, τουτέστι στέργειν καὶ περιέπειν ἐξόχως, μεταπεισθῆναι μηδαμῶς ἀνεχόμενος. Ὁ μὲν οὖν ἀλόγως φιλῶν αὑτὸν ἢ τὸ αὑτοῦ, φίλαυτος ἄτιμος· ὁ δ’ ἐλλόγως φιλῶν αὑτόν, φίλαυτος τίμιος.
Καλοῖτο δ’ ἂν ὁ τοιοῦτος φίλαυτος, καὶ ὡς τὸ φίλιον ἐν ἑαυτῷ καὶ ἀστασίαστον καὶ εἰρηναῖον πάντῃ κατωρθωκώς. Τοῦ μὲν ἡγεμόνος νοῦ προνοοῦντος τῶν ὑπ’ αὐτὸν μετὰ πολλῆς νήψεως καὶ σπουδῆς καὶ προσηκόντως αὐτὰ παιδαγωγοῦντος τὲ καὶ ῥυθμίζοντος, τῶν δ’ αὖ ἑτοίμως πειθομένων ταῖς αὐτοῦ διατάξεσί τε καὶ ὑφηγήσεσι καὶ ὅλαις ὁρμαῖς ἑπομένων, ἐφ’ οἷς ἂν αὐτὸς ἄγοι δεσποτικῶς τε καὶ κηδεμονικῶς, κατὰ τούτους τοὺς λόγους ἡ φιλαυτία ζηλωτὴ καὶ ὁ φίλαυτος ἐπαινούμενος. Εἰ τοίνυν ἐπαινετόν τε καὶ τίμιον, ὡς δεδήλωται, τὸ φιλεῖν αὑτὸν ἀληθῶς, οὐ καλὸν εἶναι τοιοῦτον καλὸν ἀκοινώνητον· τάχα γὰρ οὐδὲ καλὸν ἂν εἴη συμφραττόμενον καὶ στενοχωρούμενον· μὴ μέντοι προχεόμενόν τε καὶ μετεχόμενον. Οὐδὲ φιλεῖ τίς ἑαυτὸν ἀσφαλῶς, ὅτε μὴ κἀκείνους οἷς συντέτακται, τὸν ὅμοιον τρόπον φιλεῖ. Τὸ γὰρ αὑτὸν μὲν ὀλβιοῦν ἀρεταῖς, ἀλογεῖν δὲ τῶν σὺν αὐτῷ τῆς αὐτῆς ἐχόντων ἐνδεῶς ὀλβιώσεως, οὐκ ἀσφαλοῦς φιλίας τῆς εἰς αὑτόν, ἐπείπερ οὐδὲ τῆς ἐντολῆς· ἀγαπήσεις γάρ φησι τὸν πλησίον σου ὡς ἑαυτόν.
Διὸ χρὴ κήδεσθαι τοὺς συνασκουμένους ἀλλήλων, ὡς ἑαυτῶν, καὶ εἴ τις ἴσως σφάλλοιτό ποτε κατά τι τοῦ δέοντος, ὑπόμνησιν ποιεῖσθαι τοὺς ἱκανωτέρους τοῦ συνοίσοντος πρὸς αὐτὸν ἐν πραότητι, τὸ σφάλμα τιθέντας ὑπ’ ὄψιν καὶ τὴν διόρθωσιν ἐπισπεύδοντας· ἐλεγμῷ γὰρ ἐλέγξεις τὸν πλησίον σου γέγραπται, καὶ οὐ λήψῃ δι’ αὐτὸν ἁμαρτίαν. Ἁμαρτάνει τοιγαροῦν ὁμολογουμένως ὁ ἐφησυχάζων τοῖς ἁμαρτάνουσιν. Ὅ τε δῶρον εἰληφὼς ἀρετῆς καὶ παρ’ ἑαυτῷ κατορύττων καὶ μὴ διδοὺς ἐν σπουδῇ τοῖς οὐκ ἔχουσιν, ὡς ὀκνηρὸς δοῦλος καὶ πονηρὸς κατακρίνεται, καὶ σωτηρίαν ἑαυτῷ μονοτροπευόμενος σωτηρίαν ἀπόλλυσι τῷ περιορᾶν τὸν ἀδελφὸν μὴ σωζόμενον. Ὅ γε μὴν ἔργοις τιμίοις ἑαυτόν τε πλουτίζων καὶ πενομένοις προσεπαρκῶν, ἀγαθὸς καὶ πιστὸς καὶ πολλῶν ἐπάξιος ἀντιδόσεων.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.