Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Περὶ ἀρετῆς καὶ ἀσκήσεως

Νικηφόρος Βλεμμύδης

Οι βαθμίδες της αρετής και η ανάβαση στη θεωρία

Η ταξινόμηση της αρετής σε πρακτική και θεωρητική, ο σκοπός της πρακτικής ζωής και η πνευματική άνοδος του νου στην κατά χάριν θέωση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 8 από 8

Τοσαῦτα κατ’ ἐπιτομὴν εἰρήσθω περὶ ἀρετῆς πρακτικῆς καὶ καθαρτικῆς· καθαρτικὴ γὰρ οὐδὲν ἕτερον ἢ τῆς πρακτικῆς τὸ ἀκρότατον, μεθ’ ἣν ἡ νοερά, μεθ’ ἣν ἡ θεουργική. Τέσσαρας γὰρ ἀρετῆς ᾔδεσαν βαθμίδας οἱ παλαιοί· δύο πρακτικῆς, πολιτικήν, ἣ καὶ μετριοπάθεια, καὶ καθαρτικήν, τὴν δὴ καὶ ἀπάθειαν· δύο τὲ θεωρητικῆς, νοεράν, ἣ τοῦ ἀμιγοῦς καὶ ἀσυνθέτου καὶ ἀληθοῦς ἀνθρώπου ζωή, καὶ θεουργικήν, ἥτίς ἐστιν ὑπὲρ ἄνθρωπον.

Αἱ μὲν γὰρ ἠθικαὶ ἀρεταὶ καὶ ἡ φρόνησις ἀνθρώπου εἰσὶν ἀρεταὶ τοῦ ἐκ ψυχῆς συντεθειμένου καὶ σώματος. Τοῦ δ’ ἁπλοῦ ἀνθρώπου καὶ ὄντως ἡ κατὰ νοῦν ἐνέργεια καθέστηκεν ἀρετή, καὶ τὸ ὑπὲρ ἀρετὴν αὐτὸν ἐνεργεῖν. Ὅτε δὲ καὶ αὐτὴν ὑπεραναβαίη τὴν φύσιν καὶ ἀδιαστάτως καθόσον οἷόν τε τὸν Θεὸν ἐνοπτρίζοιτο, τότε τὴν θεουργικὴν ἀρετὴν ἐκ θείας κληροῦται χάριτός τε καὶ ἀγαθότητος, καὶ ὑπὲρ ἄνθρωπον ἐνεργεῖ, καὶ ὑπὲρ ἄνθρωπον ζῇ, θεὸς γεγονὼς τῇ μετοχῇ τῆς θείας ἐλλάμψεως, οὐ μὴν εἰς τὴν ὑπερούσιον οὐσίαν ὁπωσοῦν μεταβιβαζόμενος.

Τέλος πρακτικῆς, ἀληθὴς εὐζωΐα καὶ μακαριότης, ἣν ὁρίζονται ψυχῆς ἐνέργειαν κατ’ ἀρετὴν τελείαν ἐν βίῳ τελείῳ μεθ’ ἡδονῆς ἀψευδοῦς· βίος τέλειος, ἡ πᾶσα τοῦ ἀνθρώπου ζωή· ἀρετὴ τελεία, ἡ ὁλότης τῶν ἀρετῶν.

Ὁ γὰρ εἰς τὴν τοιαύτην εὐζωΐαν καὶ μακαριότητα πεφθακώς, ἐνεργήσει κατὰ πάσας τὰς ἀρετὰς ἐν ἡδύτητι θαυμαστῇ διὰ βίου παντός. Μεμνημένος γὰρ τῶν διὰ τὴν ἀρετὴν κόπων καὶ πόνων αὐτοῦ καὶ ἧς δι’ αὐτῶν τετύχηκε διαγωγῆς ἐκ θείας χρηστότητος ὅσων τε καὶ οἵων ἐπάθλων διὰ δεσποτικὸν ἔλεον ἐσύστερον τεύξαιτο, θυμηρεστάτην εἰλικρινῶς τὴν ὅλην ἕξει ζωήν, κἄν τι τῶν ἐν βίῳ δυσχερῶν ἐπισυμβαίη, καὶ πάλιν προσθήκη καὶ τοῦτο γένοιτ’ ἂν αὐτῷ τῆς ἀγαλλιάσεως.

Προσεχῶς δὲ φάμενοι κατὰ πάσας τὰς ἀρετὰς ἐνεργεῖν τὸν μακάριον, ἐνέργειάν τε τὴν μακαριότητα κατὰ πᾶσαν εἰρηκότες εἶναι τὴν ἀρετήν, περὶ τῶν κατὰ πρᾶξιν εἴπομεν ἀρετῶν· περὶ τοῦ τέλους γὰρ τῆς πρακτικῆς ἐποιούμεθα τὸν λόγον καὶ τῆς κατὰ πρᾶξιν μακαριότητος.

Ἡ γάρ τοι θεωρία πάσης ἀρετῆς ὑπερανῴκισται πρακτικῆς, οὐρανία τις οὖσα καὶ ὑπερύψηλος, ἐνεργείᾳ θείᾳ κατὰ δύναμιν ἀνθρωπίνην παρεμφερής. Ἀδύνατον δὲ συστῆναι ταύτην, οὐκ οὔσης πράξεως· ἀλλ’ ὅταν ἡ πρᾶξις ἐκτελεσθείη βεβαίως καὶ ἀσφαλῶς καὶ ὡς οὐκ ἂν ἔχοι τις κρειττόνως εἰπεῖν, καὶ ἡ κατ’ αὐτὴν ἔλθοι μακαριότης, κάλλει φυσικῷ διαλάμπουσα, τότε καὶ ἡ θεωρία μετὰ πλείστης ἀγλαΐας ἐπέρχεται καὶ φαιδρότητος, τὴν πρᾶξιν ὄχημα ποιουμένη καὶ ταύτης ἐπιπρεπῶς ἐπιβαίνουσα.

Θεωρία γάρ ἐστιν ἐνέργεια νοερά, καὶ ἡ κατ’ αὐτὴν ζωὴ ζωὴ νοερά, διὰ τελείας κατορθουμένη καθάρσεως καὶ παντὸς σαρκικοῦ φρονήματος ἀποθέσεως. Σύμπαντα γὰρ τὰ τοῖς σαρκικοῖς ἐμφαινόμενα πορρωτάτω διὰ τῆς καθαρτικῆς ἀποσκορακίσας ὁ θεωρητικὸς καὶ πᾶσαν ὕλην ἐκτιναξάμενος, ὥσπερ τινα φόρτον ἀνοίκειον ἀκατάλληλον, καὶ ἀπέριττος ἢ μᾶλλον ἄϋλος γεγονώς, κούφως ἄνεισι πρὸς Θεόν, τῆς αὐτοῦ μόνης ἐφιέμενος λαμπρότητος καὶ θαυμασιότητος. Ταῖς θείαις τοίνυν ἀστραπαῖς ἐλλαμπόμενός τε καὶ φωτιζόμενος, καὶ ἄρρητον ἀγαλλιώμενος ἀγαλλίασιν, ὅσον ἐλλάμπεσθαι δύναται, μᾶλλον ἐπιτείνει τὴν ἔφεσιν· ὅσον δ’ αὐτὴν ἐπιτείνει, πλέον ἐλλάμπεται. Διὸ δὴ πᾶσαν σχέσιν καὶ κόσμου καὶ σώματος καὶ ζωῆς τῆς ἐν γῇ πάμπαν ἀπαρνησάμενος, καὶ πάντα πόθον ὁλοτελῶς συναγαγὼν εἰς Θεόν, καὶ παρὰ Θεῷ μένων ἡδραιωμένος διαπαντός, καὶ συνεχῶς καὶ ἀδιαλείπτως δεχόμενος τὰς θείας αὐγάς, θεὸς γίνεται κατὰ μέθεξιν καὶ αὐτός, καὶ ἀπὸ τῆς ἁπλῶς νοερᾶς ἐνεργείας τὲ καὶ ζωῆς φθάνει πρὸς τὴν θεουργικήν, βαθμοὺς ἀμείβων μακαριότητος. Ὥσπερ γὰρ τῆς πρακτικῆς ἀκρότατον ἡ καθαρτική, οὕτω τῆς θεωρητικῆς ἀκρότατον ἡ θεουργική. Καὶ καθὼς ἡ πολιτοπρεπὴς ἀρετὴ μετριοπαθῆ ποιεῖ τὸν ταύτην κτησάμενον, ἡ δέ γε κάθαρσις ἀπαθῆ, παραπλησίως ἡ νοερὰ μόνως καὶ ἰδιαίτατα δείκνυσιν ἄνθρωπον τὸν ἔχοντα ταύτην.

Καὶ γὰρ ἄνθρωπος εἰλικρινὴς ταῖς ἀληθείαις ὁ νοῦς ἐκτὸς τινὸς ἑτερότητος· ἡ δέ γε θεουργική, θεὸν ἐργαζομένη τὸν εἰς αὐτὴν καταντήσαντα, τὸ τέλος τῆς ἀναβάσεως δίδωσιν αὐτῷ, καὶ εἶναι καὶ ζῆν καὶ ἐνεργεῖν ὑπὲρ ἄνθρωπον.

Ὁ μὲν οὖν διὰ τῆς πρακτικῆς ἑαυτὸν ἀπαθανατίσας, μακάριος· ὁ δὲ καὶ τὴν θεωρίαν διὰ τῆς παντελοῦς καθάρσεως ἠξιωμένος προσεπικτήσασθαι καὶ νοερῶς ζῆν, εἶτα καὶ τελέως μετὰ Θεοῦ τετάχθαι καὶ χάριτι τεθεῶσθαι, μακαριώτατος.