Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Περὶ ἀρετῆς καὶ ἀσκήσεως

Νικηφόρος Βλεμμύδης

Η φύση της ψυχής και η λειτουργία του νου

Ανάλυση της λογικής ψυχής, του αυτεξούσιου, του τριμερούς σχήματος (λογικό, θυμικό, επιθυμητικό) και της διάκρισης μεταξύ πρακτικού και θεωρητικού νου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 2 από 8

Πλὴν καὶ αὐτός, ἔργον πνευματικῆς στοργῆς ἐκτελῶν, τὰ τῆς σωτηρίας αἴτια καθ’ ὅσον οἷόν τε πάσης ὑποτυπώσεως προεκθεῖναι προῄρημαι, βραχεῖάν τινα τῶν ἀναγκαίων ἐγνῶσθαι ποιούμενος ὑπαγόρευσιν. Ἡ τοῦ ἀνθρώπου ψυχὴ μήτε πρὸ τοῦ σώματος ὅλως ὑπάρξασα, μήτε μὴν μετὰ τὸ σῶμα καὶ ὑστερογενῶς, ἀλλὰ σὺν αὐτῷ τε καὶ μετ’ αὐτοῦ. Κἂν τὸ μὲν ἐκ τῆς τετρακτύος συντέθειται τῆς στοιχειακῆς, ἥδ’ ἀνωτέρας οὐσίας τετύχηκε, λογικὴ παρῆκται καὶ νοερὰ καὶ αὐτεξουσίως θελητικὴ καὶ αὐτεξουσίως ἐνεργητικὴ καὶ ἡγεμονικὴ καὶ ἀθάνατος, κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν γεγονυῖα τοῦ κτίσαντος· κατ’ εἰκόνα, διὰ τὸ ἀρχικόν· καθ’ ὁμοίωσιν, ὡς ὁμοιοῦσθαι τῷ Θεῷ κατὰ τὸ δυνατὸν πεφυκυῖα διὰ τῶν ἀρετῶν. Ἀλλὰ ταῦτα μὲν ἰδιαίτατα τῆς τοῦ ἀνθρώπου ψυχῆς· ὑπέζευκται δὲ ταύτῃ καὶ τὸ θυμικὸν καὶ τὸ ἐπιθυμητικόν, ὀρεκτικαὶ δυνάμεις καὶ τοῖς ἀλόγοις ζώοις κοιναί.

Πλὴν κἀν τούτοις διενήνοχε τῶν ἀλόγων τὸ λογικὸν ζῶον, ὁ ἄνθρωπος· ὅτι τὰ μὲν ὑπὸ τῆς ὀρέξεως ἄγεται, τὸν ἡγεμόνα λόγον ἐντὸς οὐκ ἔχοντα· τὸ δὲ λογικὸν ζῶον ἄγειν δύναται τὰς ὀρέξεις, ὡς λογικόν τε καὶ ἡγεμονικόν, καὶ χρᾶσθαι ταύταις ὡς βούλεται, καὶ ὅτε, καὶ ὅποι, καὶ ἐφόσον, ὡς αὐτεξούσιον. Πᾶσα γὰρ ὄρεξις ἐν αὐτῷ καὶ ζήτησις καὶ κρίσις καὶ διάθεσις καὶ προαίρεσις καὶ ὁρμὴ καὶ πρᾶξις ἐν αὐτεξουσιότητι γίνεται.

Καὶ ἄρχονται ὑπὸ τοῦ λόγου τό τε θυμικὸν καὶ τὸ ἐπιθυμητικόν, καὶ πείθονται τῷ λόγῳ κατὰ θεῖον θεσμὸν φυσικῶς. Διὸ καὶ τῆς ψυχῆς τὸ μὲν ἁπλῶς λογικόν, τὸ δὲ πῶς λογικόν, ἤγουν ὡς λόγῳ ἐπιπειθές· τουτέστι, τὸ μὲν οὐσιωδῶς λογικόν, τὸ δὲ κατὰ μέθεξιν, ὥσπερ ἐπὶ τῶν δύο φωστήρων ἔστιν ἰδεῖν· ὁ μὲν γὰρ αὐτῶν οἴκοθεν φωτεινὸς καὶ φωτιστικός, ὁ δέ γε κατ’ ἐπεισαγωγήν· ἀερομιγὲς γὰρ ἔχων τὸ σῶμα καὶ ζοφερόν, ἐκ τοῦ μείζονος εἰσδέχεται τὰς αὐγάς, καὶ γίνεται καὶ οὗτος φωτοειδής. Ὅταν δ’ ἐξ ἀντιφράξεως τῆς γῆς κωλύοιτο καταυγάζεσθαι, φωτὸς ἐστερημένος εὑρίσκεται.

Καὶ ποτὲ μὲν ὁλικῶς ἐκλείπει τὸ φαεινὸν ἐξ αὐτοῦ, ποτέ δε μερικῶς, πρὸς λόγον τῆς ἀντιφράξεως. Οὕτω τοι καὶ τὸ ἡγεμονικὸν ἐν τῇ τοῦ ἀνθρώπου ψυχῇ· φύσει λογικὸν ὑπάρχει καὶ νοερόν, τὸ δ’ ὑποβεβηκὸς ἄνουν καὶ ἄλογον. Θέσει δέ πως γίνεται καὶ αὐτὸ λογοειδές τε καὶ νοοειδές· ὅτε μέντοι παρὰ τοῦ ὑπερέχοντος τὰς λογικάς τε καὶ νοερὰς ἐλλάμψεις οὐ δέχοιτο, τῆς γεηρᾶς διατειχιζούσης καὶ ὑλοχαροῦς προαιρέσεως, τὴν ἀλογίαν εὐθὺς ἐπιδείκνυσι καὶ κτηνωδῶς ὑπὸ τῶν ὀρέξεων ἄγεται πρὸς μέτρον τῆς κατὰ προαίρεσιν ὑλοχαρίας καὶ γεηρότητος.

Διὸ πᾶσαν σπουδὴν εἰς βελτίωσιν προαιρέσεως εἰσάγειν ἀναγκαιότατον· προαιρέσεως γὰρ εὖ ἐχούσης, ἅπαν κατορθοῦται χρηστόν, ἐλεοῦντος Θεοῦ. Χωρὶς γὰρ αὐτοῦ, καθὼς αὐτός φησιν, οὐ δύναταί τις ποιεῖν οὐδέν.

Προσευχὴ τοιγαροῦν προηγούμενον αἴτιον παντὸς κατορθώματος· αὕτη γὰρ ἐπισπᾶται τῷ προσευχομένῳ τὸν ἔλεον τοῦ Θεοῦ. Προσευχὴ δέ ἐστιν ὁμιλία νοῦ πρὸς Θεὸν δεητική. Πέφυκε δ’ αὕτη μὴ μόνον ἐντεταγμένοις καιροῖς, ἀλλὰ καὶ συνεχῶς ἐπιτελεῖσθαι κατὰ πᾶσαν ὥραν, ἐργαζομένων, τρεφομένων, ἢ καὶ ἀλλήλοις ὁμιλούντων ἡμῶν. Οὕτω καὶ δυνατὸν καὶ κατὰ πάντα λυσιτελέστατον τὸ ἀδιαλείπτως προσεύχεσθαι.

Βελτιοῦται δε προαίρεσις πρῶτον μὲν ἐκ τοῦ πάμπαν τῆς τῶν ἀβελτέρων ἀπέχεσθαι συναναστροφῆς· αὕτη γὰρ ἐνίησι τῇ ψυχῇ τοῦ τοῖς εἰρημένοις συνδιατρίβοντος τὴν μίμησιν τοῦ κακοῦ λαθρηδόν, ὥσπερ τινα θανατηφόρον ἰόν. Εἶτα μεγάλην δίδωσι τῇ προαιρέσει ῥοπὴν πρὸς τὸ ἀγαθὸν τὸ διηνεκῶς φέρειν ἐν λογισμῷ τὰς θεοφιλεῖς ἐργασίας τῶν λαμψάντων ἐν ὁσιότητι καὶ μετὰ πάσης ἀτενίζειν ἐπιμελείας πρὸς τὰ τῆς ἀρετῆς παραδείγματα. Τὸ μὲν οὖν ἀπὸ τῶν ῥαθύμων ἐκκλίνειν ὁλοσχερῶς καὶ τὰς αὐτῶν ὁμιλίας ἀποστυγεῖν ἀρχὴ βελτιώσεως, ὅτιπερ οἱ τοιοῦτοι καὶ μόνον ὁρώμενοι πολλὴν τὴν λύμην ἐνιέναι πεφύκασι ταῖς ἐπιρρεπέσιν εἰς ῥαθυμίαν ψυχαῖς. Τὸ δὲ καὶ νοερῶς συνδιάγειν τοῖς νήφουσιν, ἐκ τοῦ τὰ περὶ αὐτῶν ἱστορούμενα διὰ μελέτης ποιεῖσθαι, καὶ λίαν ἐπωφελές. Ἀλλὰ ταῦτα μὲν ὡς πρόδηλα, διὰ βραχυλογίας ἐπήλθομεν.

Καταμάθωμεν τολοιπὸν τί τὸ τοῦ ἀνθρώπου ἔργον ἐστίν, οὐ καθὸ γεωργικὸς οὗτος, ἢ ναυτικός, ἢ τέχνης ὅλως εἰδήμων τινός, ἀλλὰ καθὸ ἄνθρωπος. Τὸ μὲν οὖν ἁπλῶς ζῆν φαίνεται κοινὸν εἶναι καὶ τοῖς φυτοῖς· ζῇ γὰρ καὶ ταῦτα τρεφόμενα καὶ αὐξόμενα, πρὸς δὲ καὶ γεννητικῆς οὐκ ἐστερημένα δυνάμεως. Τὸ δ’ αἰσθητικῶς ζῆν καὶ καθ’ ὁρμὴν κινεῖσθαι καὶ κατ’ ἐπιθυμίαν ὀρέγεσθαι καὶ θυμὸν κοινὰ ζώῳ παντί. Λείπεται τοίνυν ἀνθρώπου ἔργον εἶναι, καθὸ ἄνθρωπος, τὸ μετὰ λόγου ζῆν. Ἐπεί δε πανταχοῦ διαφέρει τὸ ἁπλῶς ἐνεργεῖν καὶ τὸ εὖ ἐνεργεῖν, διαφέροι ἂν καὶ τὸ ἁπλῶς μετὰ λόγου ζῆν καὶ τὸ εὖ μετὰ λόγου ζῆν. Τοῦ μὲν οὖν ἁπλῶς ἀνθρώπου ἔργον ἐστὶ τὸ ἁπλῶς μετὰ λόγου ζῆν, τοῦ δὲ σπουδαίου τὸ εὖ μετὰ λόγου ζῆν· λογικὸν γὰρ ζῶον ὁ ἄνθρωπος, καὶ μετὰ λόγου πᾶσα πρᾶξις αὐτοῦ.

Ἀλλ’ ὁτὲ μὲν ἀπλανῶς πράττει τὸ ἀγαθόν, ὁτὲ δὲ πεπλανημένως τὸ μὴ ἀγαθὸν ὡς ἀγαθὸν ἐνεργεῖ. Πολλάκις δὲ καὶ τὸ μὴ ἀγαθὸν οἶδεν ὅτι οὐκ ἀγαθόν, ἀλλ’ ἐκ φαύλης προαιρέσεως πράττει αὐτό. Ἐνίοτε δὲ οὐδὲ ἀγαπᾷ πράττειν αὐτό, ἀλλ’ ὑπὸ μοχθηρᾶς συνηθείας ἀγόμενος πράττει αὐτό. Ἔστιν ὅτε καὶ ἐν αὐτῷ τῷ πράττειν καταγινώσκων ἑαυτοῦ. Ποτέ δε πράττων τὸ ἀγαθόν, οὐ καθὼς δεῖ, πράττει αὐτό. Σπουδαίου τοίνυν ἀνθρώπου τὸ ἀπλανῶς ἀεὶ καὶ ἀπλημμελῶς καὶ καθὼς δεῖ, πράττειν τὸ ἀγαθόν. Τοῦτο δε ἐστι τὸ ζῆν αὐτὸν διόλου κατὰ τελείαν ἀρετὴν καὶ ἀνόθευτον.

Χρὴ τοίνυν διαλαβεῖν περὶ ἀρετῆς, ἥτις ἐκ τοῦ αἱρετὴ κατὰ φύσιν εἶναι τὴν κλῆσιν εἴληχεν. Εἴη δ’ ἂν μᾶλλον ἐκ τοῦ αἴρειν ἐτεῶς, ἤγουν ὑψοῦν ἀληθῶς τὸν κεκτημένον ὠνομασμένη, καθὼς ἡ κακία, τὸ ἀντικείμενον, ἐκ τοῦ κάτω κεῖσθαι ποιεῖν.

Οὔσης οὖν ἐν ἡμῖν τριμεροῦς τῆς ψυχῆς καὶ διαιρουμένης εἴς τε τὸ ἄρχον καὶ τὸ ἀρχόμενον, ἄρχον μέν ἐστιν ἐν αὐτῇ κατὰ φύσιν τὸ λογικόν, ἀρχόμενον δε τὸ ἐπιθυμητικὸν καὶ τὸ θυμικόν. Ἐπὶ δὲ τῶν φαύλων ἄρχει παρὰ φύσιν τὸ ὑποβεβηκός, καὶ κατακυριεύει τὸ χεῖρον τοῦ κρείττονος, ἐπικρατούσης τῆς ἀλόγου ζωῆς. Ἐπὶ μέντοι τῶν σπουδαίων φυλάττεται τὸ κατὰ φύσιν, καὶ τοῦ χείρονος ἄρχει τὸ κρεῖττον πρεπόντως, τὸ λογικόν.

Τοῦτο δὴ καλεῖται καὶ νοερὸν καὶ διανοητικόν· νοερόν, ὅταν αὐτόθεν ἁπλαῖς ἐπιβολαῖς ἐντυγχάνοι τοῖς νοητοῖς· διανοητικόν, ὁπότε διὰ κατεξετάσεως νοεῖ καὶ μαθήσεως. Ἀλλ’ ἐν οἷς μὲν σχέσις οὔκ ἔστι τις ἔνυλος, οὔθ’ ὅλως προσπάθεια σώματος, ἀμέσως καὶ ἀχρόνως τὸ νοερὸν ἐπιβάλλει τοῖς νοητοῖς· καὶ καλεῖται νοῦς ἐνεργείᾳ, καὶ ἔστι πρώτως νοῦς θεωρητικός. Καὶ καθάπερ ὄψις ὁμιλοῦσα τοῖς ὁρατοῖς οὐ δεῖται τοῦ διδάσκοντος, ὅτι τόδε λίθος ἐστὶ τυχόν, καὶ τόδε ξύλον ἢ ἄλλο τι τῶν αἰσθητῶν—βλέπει γὰρ καὶ γινώσκει τί τούτων ἕκαστον—, οὕτω καὶ νοῦς ἐπιβάλλων τοῖς νοητοῖς οὐ χρήζει διδασκαλίας τινὸς εἰς τὴν αὐτῶν κατανόησιν· ἐναργῶς γὰρ αὐτὰ καθορᾷ. Διὸ καὶ καλῶς εἴρηται τοῖς ἀρχαίοις ὡς ὅπερ ὄψις ἐν σώματι, τοῦτο νοῦς ἐν ψυχῇ.

Τὸ μὲν οὖν ἐν τοῖς ὑπεραναβεβηκόσι τὴν αἴσθησιν. Ἐν οἷς δε βίος ἐστὶν ὑλικώτερος καὶ προμήθεια σώματος, διανοητικῶς ἐνεργεῖ τὸ τῆς ψυχῆς λογικόν, καὶ διάνοια καὶ δυνάμει νοῦς ὀνομάζεται· διάνοια μὲν ἐκ τοῦ διά τινος ὁδοῦ νοεῖν καὶ διὰ μεσοτήτων τινῶν καὶ μεταβάσεων ἐνεργεῖν, ἀλλ’ οὐ πρώτως εὐθὺς χωρὶς μερισμοῦ· δυνάμει δὲ νοῦς, ὡς μὴ τῇ οὐσίᾳ σύνδρομον ἐπιδεικνύμενον τὴν ἐνέργειαν, καθὼς ἔχει φύσεως, ὑλικαῖς εἰς τοῦτο καὶ σωματικαῖς ἐπισκοτήσεσι κωλυόμενον· δυνάμενον μέντοι κατὰ πρόβασιν τὸ κατὰ πρώτας ἐπιβολὰς ἔργον ὑστέρως ἐπιτελεῖν, καὶ ἀπὸ τοῦ δυνάμει καὶ ἀτελοῦς εἰς τὸ ἐνεργείᾳ προϊέναι καὶ τέλειον διὰ ζητήσεως καὶ ἀνιχνεύσεως, ἔτι τὲ τοῦ ἐκ διδασκαλίας φωτὸς καὶ τῆς ἔξωθεν ὁδηγίας καὶ δείξεως. Οὐχ ἕτερος γὰρ ὁ δυνάμει νοῦς τῷ λόγῳ τῆς οὐσίας παρὰ τὸν ἐνεργείᾳ νοῦν, ἀλλ’ εἷς νοῦς ὁ αὐτὸς διαφοροτρόπους τὰς ἐνεργείας πρὸς τὴν σπουδὴν ἢ τὴν ῥαθυμίαν τῶν κεκτημένων ποιούμενος.

Τοῦτο δὴ τὸ τῆς ψυχῆς διανοούμενον. Περὶ μὲν τὰ καθόλου καὶ ὑπὲρ αἴσθησιν ἐνδιατρῖβον, σοφίαν τὲ κατορθοῖ καὶ ἐπιστήμην, καὶ νοῦς θεωρητικὸς καὶ διάνοια λέγεται. Περὶ δὲ τὰ καθέκαστα καταγινόμενον καὶ πρακτά, νοῦς τὲ πρακτικὸς καὶ λογισμὸς ὀνομάζεται, καὶ φρόνησιν ἀπαρτίζει καὶ δι’ αὐτῆς τὰς ἄλλας πρακτικὰς ἀρετάς.

Ὅτε μὲν γὰρ τὴν τῶν ὄντων γνῶσιν περισκοπεῖ, θεωρητικῶς ἐνεργεῖ· ὅτε δὲ τὴν τῶν συμφερόντων τῷ ἀνθρώπῳ πρὸς τὸ εὖ μετὰ λόγου ζῆν εὕρεσιν ποιεῖται, πρᾶξιν ἐπιτελεῖ. Τέλος δὲ τοῦ θεωρητικοῦ ἡ ἀλήθεια, τοῦ πρακτικοῦ δε τὸ ἀγαθόν, οὐ τὸ φαινόμενον, ἀλλὰ τὸ ὄντως ἀνθρώπινον ἀγαθόν, τουτέστιν ἡ ἀρετή.