Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Περὶ θεολογίας

Νικηφόρος Βλεμμύδης

Το ακατάληπτο της θείας φύσεως και τα όρια της θεογνωσίας

Διδασκαλία του Ιωάννη του Δαμασκηνού και του Γρηγορίου του Θεολόγου περί του ακαταλήπτου του Θεού και η προσδοκία της πλήρους γνώσης στην εσχατολογική βασιλεία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 4 από 5

Σὺν τούτοις οὖν τοῖς προειρημένοις, καὶ τοῦ σοφωτάτου τὰ θεῖα Ἰωάννου τοῦ Δαμασκηνοῦ προσφόρως δέον ἐπιμνησθῆναι. Καὶ γὰρ ἐν τῷ πρώτῳ κεφαλαίῳ τῶν παρ’ αὐτοῦ δογματικῶν λόγων οὕτω κατὰ ῥῆμα διαλαμβάνει· λέγει γὰρ οὕτως ἐν τῇ τοῦ λόγου ἐπιγραφῇ· ὅτι ἀκατάληπτον τὸ θεῖον καὶ ὅτι οὐ δεῖ ζητεῖν καὶ περιεργάζεσθαι τὰ μὴ παραδεδομένα ἡμῖν ὑπὸ τῶν ἁγίων προφητῶν καὶ ἀποστόλων καὶ εὐαγγελιστῶν.

Εἶτα φησί· Θεὸν οὐδεὶς ἑώρακε πώποτε, ὁ μονογενὴς Υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, αὐτὸς ἐξηγήσατο. Ἄρρητον οὖν τὸ θεῖον καὶ ἀκατάληπτον. Οὐδεὶς γὰρ ἐπιγινώσκει τὸν Πατέρα εἰ μὴ ὁ Υἱός, καὶ τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· καὶ τὸ Πνεῦμα τὸ ἅγιον οὕτως οἶδε τὰ τοῦ Θεοῦ, ὡς τὸ πνεῦμα τοῦ ἀνθρώπου οἶδε τὰ ἐν αὐτῷ. Μετὰ δὲ τὴν πρώτην καὶ μακαρίαν φύσιν, οὐδεὶς ἔγνω ποτὲ τὸν Θεόν, εἰ μὴ ᾧ αὐτὸς ἀπεκάλυψεν, οὐκ ἀνθρώπων μόνον ἀλλ’ οὐδὲ τῶν ὑπερκοσμίων δυνάμεων καὶ αὐτῶν φημι τῶν χερουβὶμ καὶ τῶν σεραφίμ. Οὐκ ἀφῆκε μέντοι ἡμᾶς ὁ Θεὸς ἐν παντελεῖ ἀγνωσίᾳ· πᾶσι γὰρ ἡ γνῶσις τοῦ εἶναι Θεὸν ὑπ’ αὐτοῦ φυσικῶς ἐγκατέσπαρται. Καὶ αὐτὴ δὲ ἡ κτίσις καὶ ἡ ταύτης συνοχή τε καὶ κυβέρνησις τὸ μεγαλεῖον τῆς θείας ἀνακηρύττει φύσεως. Καὶ διὰ Νόμου δὲ καὶ Προφητῶν πρότερον, ἔπειτα καὶ διὰ τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, Κυρίου δὲ καὶ Θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, κατὰ τὸ ἐφικτὸν ἡμῖν τὴν ἑαυτοῦ ἐφανέρωσε γνῶσιν. Πάντα τοίνυν τὰ παραδεδομένα ἡμῖν διά τε Νόμου καὶ Προφητῶν καὶ Ἀποστόλων καὶ Εὐαγγελιστῶν δεχόμεθα καὶ γινώσκομεν καὶ σεβόμεθα οὐδὲν περαιτέρω τούτων ἐπιζητοῦντες· ἀγαθὸς γὰρ ὢν ὁ Θεὸς παντὸς ἀγαθοῦ παρεκτικός ἐστιν, οὐ φθόνῳ οὐδὲ πάθει τινὶ ὑποκείμενος· μακρὰν γὰρ τῆς θείας φύσεως φθόνος, τῆς γε ἀπαθοῦς καὶ μόνης ἀγαθῆς.

Ὡς οὖν πάντα εἰδὼς καὶ τὸ συμφέρον ἑκάστῳ προμηθούμενος, ὅπερ συνέφερεν ἡμῖν γνῶναι ἀπεκάλυψεν, ὅπερ δὲ οὐκ ἠδυνάμεθα φέρειν, ἀπεσιώπησε.

Ταῦτα ἡμεῖς στέρξωμεν καὶ ἐν αὐτοῖς μείνωμεν μὴ μεταίροντες ὅρια αἰώνια μηδὲ ὑπερβαίνοντες τὴν θείαν παράδοσιν. Τούτων δὲ οὕτως ἐχόντων, τὸ μὲν ὁμολογούμενον κοινῶς δοξαζέσθω παρὰ πᾶσι χριστιανοῖς, τὸ δ’ ἀγνοούμενον ἀφιλόνεικον ἔστω. Πολλὰ καὶ γὰρ ἡ ἁγία παρεσιώπησε Γραφή, παιδεύουσα ἡμᾶς ταπεινὰ φρονεῖν εἰσαεὶ καὶ μὴ τοῖς δόγμασι φυσιουμένους ὑπέρογκον ἔχειν τὸ φρόνημα, μὴ οὖν δυσχεραίνειν ἡμᾶς διὰ τὴν ἄγνοιαν. Ἐλεύσεται γὰρ ἡμέρα ἐν ᾗ μυστήρια διδάξει ἡμᾶς αὐτὸς ὁ Χριστός, ἅπερ ἐνταῦθα διὰ τὸ δύσληπτον αὐτῶν οὐκ ἠδυνήθημεν μαθεῖν· καὶ βεβαιοῖ τὸν λόγον ὁ ἐν θεολόγοις μέγας Γρηγόριος· ἐπεξηγούμενος γὰρ τὸ λέγον οὕτως εὐαγγελικὸν θεῖον ῥητόν· Ἀπ’ ἄρτι καὶ οὐ μὴ πίω ἐκ τούτου τοῦ γενήματος τῆς ἀμπέλου ἕως οὗ πίω καινὸν μεθ’ ὑμῶν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου καὶ τάδε προσέθετο·

Τίς δὲ ἡ πόσις καὶ ἡ ἀπόλαυσις; Ἡμῶν μὲν τὸ μαθεῖν, ἐκείνου δὲ τὸ διδάξαι. Τροφὴ γάρ ἐστιν ἡ δίδαξις, καὶ τοῦ λέγοντος. Ἔσται τότε λοιπὸν αὐτὸς ὁ Κύριος, ὡς ὁ διαληφθεὶς οὗτος ἔφη θεῖος ἀνὴρ καὶ τῆς Ἐκκλησίας φωστήρ, ἀποκαλύπτων καὶ διδάσκων ἡμᾶς ἃ νῦν μετρίως παρέδειξε.