Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Περὶ θεολογίας

Νικηφόρος Βλεμμύδης

Ευαγγελικές και πατερικές μαρτυρίες περί της Αγίας Τριάδος

Παράθεση ευαγγελικών χωρίων και αναφορές στη διδασκαλία του Μεγάλου Αθανασίου και του Γρηγορίου του Θεολόγου σχετικά με το αδιαίρετο της Τριάδος, τη συναΐδιο ύπαρξη του Αγίου Πνεύματος και τα όρια της θεολογίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 1 από 5

Λόγος περὶ τῆς θεολογίας τοῦ Βλεμμύδου. Τὰ τοῦ ἐνυποστάτου Λόγου καὶ Υἱοῦ τοῦ Θεοῦ καὶ Θεοῦ Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν ἐν Εὐαγγελίοις ῥηθέντα πρὸς τοὺς μαθητὰς αὐτοῦ καὶ ἀποστόλους, τιθέμεθα· λέγει γὰρ ἡ αὐτοαλήθεια· Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή· οὐδεὶς ἔρχεται πρὸς τὸν Πατέρα εἰ μὴ δι’ ἐμοῦ. Εἰ ἐγνώκειτέ με, καὶ τὸν πατέρα μου ἐγνώκειτε ἄν· καὶ ἀπ’ ἄρτι γινώσκετε αὐτὸν καὶ ἑωράκατε αὐτόν. Καὶ πάλιν· Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα· καὶ πῶς σὺ λέγεις, ὦ Φίλιππε·

Δεῖξον ἡμῖν τὸν Πατέρα καὶ ἀρκεῖ ἡμῖν; Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι; Τὰ ῥήματα ἃ ἐγὼ λαλῶ ὑμῖν, ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ, ὁ δὲ Πατὴρ ὁ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα. Καὶ αὖθις· Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσετε· καὶ ἐγὼ ἐρωτήσω τὸν Πατέρα καὶ ἄλλον παράκλητον πέμψει ὑμῖν, ἵνα μένῃ μεθ’ ὑμῶν εἰς τὸν αἰῶνα, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν, ὅτι οὐ θεωρεῖ αὐτὸ οὐδὲ γινώσκει αὐτό· ὑμεῖς δὲ γινώσκετε αὐτό, ὅτι παρ’ ὑμῖν μένει καὶ ἐν ὑμῖν ἐστι.

Τούτοις γοῦν ἀκολούθως καὶ ὁ μέγας Ἀθανάσιος, ἐκ τοῦ Κατὰ ἀρειανῶν λόγου, τοιαῦτα εὕρηται λέγων· Ἡ ἁγία καὶ μακαρία Τριὰς ἀδιαίρετος καὶ ἡνωμένη πρὸς ἑαυτήν ἐστι· καὶ λεγομένου τοῦ Πατρός, πρόσεστι καὶ ὁ τούτου Λόγος καὶ τὸ ἐν τῷ Λόγῳ Πνεῦμα. Ἐὰν δὲ ὁ Υἱὸς ὀνομάζηται, ἐν τῷ Υἱῷ ἔστιν ὁ Πατήρ, καὶ τὸ Πνεῦμα οὐκ ἔστιν ἐκτὸς Λόγου.

Μία γάρ ἐστιν ἡ ἐκ τοῦ Πατρὸς χάρις δι’ Υἱοῦ ἐν Πνεύματι ἁγίῳ πληρουμένη. Καὶ πάλιν· Οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνοῦσι μὲν τῷ Πατρί, ἀλλ’ ἐν Πνεύματι καὶ ἀληθείᾳ, ὁμολογοῦντες Υἱὸν καὶ ἐν αὐτῷ τὸ Πνεῦμα. Ἀχώριστον γὰρ τοῦ Υἱοῦ τὸ Πνεῦμα, ὡς ἀχώριστος ὁ Υἱὸς τοῦ Πατρός, αὐτὴ ἡ ἀλήθεια ἡ λέγουσα· Πέμψω ὑμῖν τὸν Παράκλητον, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν ὅτι οὐ θεωρεῖ αὐτό, οὐ γινώσκει αὐτό.

Ἀλλὰ καὶ πρὸς Ἀντίοχον ἄρχοντα, ὁ αὐτὸς τάδε φησίν· Ἀπερίεργος ὁ λόγος καὶ ὁ τρόπος τῆς εὐσεβείας, πίστει μόνῃ ἀλλ’ οὐκ ἐρευνήσει γνωριζόμενος καὶ τιμώμενος· Θεὸς γὰρ καταλαμβανόμενος, οὐκ ἔστι Θεός. Εἰ γὰρ τοὺς ἀγγέλους καὶ τὰς ἡμετέρας ψυχάς—κτίσματα ὄντα—καταλαβεῖν οὐ δυνάμεθα, πόσῳ γε μᾶλλον αὐτῷ τῷ τούτων ποιητῇ καὶ δεσπότῃ πρέπει γὰρ τῷ ὄντι εἶναι ἀκατάληπτον.

Οὐκοῦν ἡ τῶν χριστιανῶν πίστις, καὶ ὁ τούτων τρισυπόστατος Θεὸς οὔτε εἷς ἐστι τὴν ὑπόστασιν ἀνθρωπόμορφος ὡς οἱ Ἑλλήνων παῖδες μυθεύονται, οὔτε πάλιν τρεῖς τινες θεοὶ ὥσπερ ἀλλήλων ἀπέχοντες· ἄπαγε τῆς ἑλληνικῆς μυθολογίας· ἀδιαίρετος γὰρ ἐν ταῖς τρισὶν ὑποστάσεσιν ἡ τῆς μιᾶς οὐσίας θεότης. Πλὴν εἰδέναι χρὴ ὅτιπερ οὔτε ῥήμασιν ἢ ἐνθυμήμασι καταλαβεῖν, ἢ διηγήσασθαί τι τῆς Θεότητος νοῦς ἀνθρώπινος δύναται. Πάντες δὲ ὅσοι Θεὸν καταλαβέσθαι ἔσπευσαν, τὴν ἑαυτῶν σκιὰν κατεδίωξαν· καὶ ὅσοι περὶ οὐσίας Θεοῦ εἰπεῖν κατετόλμησαν, τὴν ἄβυσσον μετρῆσαι τῇ ἑαυτῶν δρακὶ ἔσπευσαν· καὶ ὅσοι βαθῦναι ἐνόμισαν, εἰς πονηρὰς αἱρέσεις ἐτράπησαν. Ὁ γὰρ Πατὴρ καὶ Θεὸς οὐχ ὡς ἐγὼ ὁ κτιστὸς ὑπάρχει πατὴρ γεννήσας κτιστὸν υἱόν· οὐδὲ ὁ Υἱὸς ὡς πᾶς σαρκικῶς γεννώμενος υἱὸς γεγέννηται· οὐδὲ τὸ Πνεῦμα τὸ ἅγιον ὡς τὸ τοῦ ἀνθρώπου πνεῦμα ὑπάρχει ἀνυπόστατον· ἀλλ’ ἄρρητον καὶ ἀνέκφραστον τὸ τῆς ἁγίας Τριάδος ὑπάρχει μυστήριον· καὶ μὴ εἴπῃς· Πῶς; ὑπὲρ γὰρ τὸ πῶς ἐστι τοῦτο· μὴ δὲ εἴπῃς· Ποίῳ τρόπῳ; ὑπὲρ γὰρ τρόπον ὁ θεῖος τρόπος· μὴ δὲ εἴπῃς· ποίῳ λόγῳ; ὑπὲρ γὰρ λόγον ὁ θεῖος λόγος.

Ἀλλὰ πίστευε εἰς Πατέρα, μὴ ἐρευνήσῃς δὲ τὸ πρᾶγμα· προσκύνει τὸν Υἱόν, μὴ πολυπραγμονῶν τὴν αὐτοῦ γέννησιν· ἀνύμνει τὸ Πνεῦμα τὸ ἅγιον, μὴ ἐκζητῶν τὸ τῆς ἁγίας Τριάδος μυστήριον. Ἀλλά γε καὶ ἐν ἄλλοις αὐτοῦ λόγοις, ὁ αὐτὸς οὕτω προτρέπεται λέγων· Τῆς ἀκαταλήπτου καὶ τρισυποστάτου μιᾶς οὐσίας καὶ Θεότητος τὴν διαφορὰν μὴ περιεργάζου, οὐ γὰρ καταληπτή, ἀλλ’ ἃ προσετάγη σοι, ταῦτα διανοοῦ, καὶ περαιτέρω μὴ ἐξέταζε· προσετάγη σοι δὲ τί πιστεύειν; Ὅτι ὁ Υἱὸς ἐκ τοῦ Πατρὸς γεγέννηται, καὶ τὸ Πνεῦμα ἐκπορεύεται.

Καὶ ὁ ἐν θεολογίᾳ μέγας Γρηγόριος ἐκ τοῦ Εἰς τὴν Πεντηκοστὴν λόγου αὐτοῦ, οὕτω κατὰ ῥῆμα διεξιὼν λέγει· Τὸ Πνεῦμα τὸ ἅγιον ἦν μὲν ἀεὶ καὶ ἔστι καὶ ἔσται, οὔτε ἀρξάμενον, οὔτε παυσόμενον, ἀλλ’ ἀεὶ Πατρὶ καὶ Υἱῷ συντεταγμένον καὶ συνυπάρχον καὶ συναριθμούμενον· οὐδὲ γὰρ ἔπρεπεν ἐλλείπειν ποτὲ ἢ Πατρὶ Υἱὸν ἢ Πνεῦμα Υἱῷ· τῷ μεγίστῳ γὰρ ἂν ἦν ἄδοξος ἡ Θεότης, ὥσπερ ἐκ μεταμελείας ἐλθοῦσα εἰς συμπλήρωσιν τελειότητος. Καὶ μετ’ ὀλίγα·

Δι’ οὗ Πατὴρ γινώσκεται, καὶ Υἱὸς δοξάζεται, καὶ παρ’ ὧν μόνων γινώσκεται, τουτέστι παρὰ Πατρὸς καὶ Υἱοῦ· οὕτω μὲν οὖν καὶ ὁ Πατὴρ διὰ τοῦ Πνεύματος γινώσκεται καὶ ὁ Υἱὸς δοξάζεται· γινώσκεται δὲ πάλιν τὸ Πνεῦμα παρὰ μόνων τούτων· τουτέστι παρὰ μόνου τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ· καὶ ἔστι μία σύνταξις τῆς ἁγίας Τριάδος ἤγουν ἕνωσις μία καὶ ἡ αὐτὴ λατρεία.

Ὁ αὐτὸς δὲ ἐν τῷ Εἰρηνικῷ πρώτῳ λόγῳ αὐτοῦ περὶ τῆς τοιαύτης πραγματείας φησίν· Ἡ ἁγία Τριάς, ὅπως ἔχει πρὸς ἑαυτὴν τάξεως, ὑφ’ ἑαυτῆς αὕτη μόνης γινώσκεται, σεπτὴ δὲ ἡμῖν ὁμοίως καὶ λατρευτή, καὶ μόνη τοῖς Ἁγίοις τῶν Ἁγίων ἐμβατεύουσα, τὴν δὲ κτίσιν πᾶσαν ἐκτὸς ἐῶσα.

Καὶ ἐν τῷ Περὶ τοῦ ἁγίου Πνεύματος λόγῳ αὐτοῦ τοιαῦτα λέγει· τὸ Πνεῦμα τὸ ἅγιον, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, τίς οὖν ἡ ἐκπόρευσις; καὶ πρὸς τὸν ἀντιλέγοντα, οὑτωσὶ τὴν ἐρώτησιν ποιεῖται· Εἰπὲ σὺ τὴν ἀγεννησίαν τοῦ Πατρός, κἀγὼ τὴν γέννησιν τοῦ Υἱοῦ φυσιολογήσω καὶ τὴν ἐκπόρευσιν τοῦ Πνεύματος, καὶ παραπληκτίσωμεν ἄμφω εἰς Θεοῦ μυστήρια παρακύπτοντες· καὶ ταῦτα τίνες; Οἱ μηδὲ τὰ ἐν ποσὶν εἰδέναι δυνάμενοι, μηδὲ ψάμμον θαλασσῶν καὶ σταγόνας ὑετοῦ καὶ ἡμέρας αἰῶνος ἐξαριθμεῖσθαι, μὴ ὅτι γε Θεοῦ βάθεσιν ἐμβατεύειν καὶ λόγον ὑπέχειν τῆς οὕτως ἀρρήτου καὶ ὑπὲρ λόγον φύσεως.

Ἀλλὰ καὶ ἐν τῷ Περὶ θεολογίας λόγῳ αὐτοῦ, τάδε λέγων εὕρηται· Ἀκούεις γέννησιν; Τὸ πῶς μὴ περιεργάζου. Ἀκούεις τὸ Πνεῦμα τὸ προϊὸν ἐκ τοῦ Πατρός; Τὸ πῶς μὴ πολυπραγμόνει. Εἰ δὲ πολυπραγμονεῖς γέννησιν Υἱοῦ καὶ Πνεύματος πρόοδον, κἀγώ σου πολυπραγμονῶ τὸ κρᾶμα ψυχῆς τε καὶ σώματος.