Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Περὶ θεολογίας

Νικηφόρος Βλεμμύδης

Αναίρεση των αιρέσεων και ορθόδοξη δογματική ομολογία

Καταδίκη των τριαδολογικών, χριστολογικών και πνευματολογικών αιρέσεων και ανάπτυξη της ορθόδοξης πίστης περί της υποστατικής ένωσης και των θείων προσώπων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 2 από 5

Ταῦτα μὲν τοῦ Θεολόγου, ἀλλ’ ὅμως εἴπωμεν καὶ ἐκ τῶν καθ’ ἡμᾶς περὶ τούτων· ὅτι μὲν ἡ ψυχὴ σύνεστι τῷ σώματι, οἴδαμεν, τὸ δὲ πῶς, οὐχί, οἶδε μόνος ἐκεῖνος ὁ ἀκατάληπτος δημιουργός, ὁ τὰ διεστῶτα ἑνώσας εἰς ἕν· καὶ ὅτι μὲν ἀσώματος ἡ ψυχὴ καὶ ἄϋλος, οἴδαμεν, τουτέστιν ἠκούσαμεν γάρ, τί δὲ τὸ εἶδος αὐτῆς καὶ ποταπὴ τὴν οὐσίαν ἐστίν, οὐκ ἴσμεν, ὅτι καὶ ἀνερμήνευτον τοῦτο μεμένηκε· πῶς γὰρ ἂν καὶ εἰδείη τις τὴν κατ’ εἰκόνα κτισθεῖσαν τοῦ ἀπερινοήτου καὶ ἀκαταλήπτου Θεοῦ; Ἐὰν ἡ τῆς ψυχῆς οὐσία κατελαμβάνετο, κατελαμβάνετο ἂν καὶ αὐτὸ τὸ τῆς εἰκόνος πρωτότυπον· εἰ δὲ τὸ πρωτότυπον ἀκατάληπτον, ἀκατάληπτος ἐξ ἀνάγκης καὶ ἡ τοῦ πρωτοτύπου εἰκών. Ἔνθεν τοι καὶ πολλὰ μὲν ἐφιλοσοφήθη περὶ αὐτῆς, οὐδεὶς δὲ τὴν ταύτης οὐσίαν ἠδυνήθη καταλαβέσθαι ποτέ, κατ’ εἰκόνα κτισθεῖσαν ὡς εἴρηται τοῦ ἀκαταλήπτου καὶ ἀπερινοήτου Θεοῦ. Εἰ γὰρ τὸ κτίσμα ἀνεξερεύνητον καὶ ἀνεκδιήγητον καθ’ ἡμᾶς ὄν, τίς λοιπὸν τὴν ἀκατάληπτον καὶ ἀνεξιχνίαστον, ἄναρχόν τε καὶ ὑπέρχρονον οὐσίαν τῆς μιᾶς τρισυποστάτου Θεότητος, ὁποῖος ἄρα καὶ εἴη τῶν γηγενῶν, τολμήσειεν ἂν περιεργάσασθαι καὶ πολυπραγμονῆσαι τὴν ἁπασῶν τῶν νοερῶν ὑπερτάτην δυνάμεων ἄγνωστον οὖσαν καὶ ἀκατάληπτον;

Ἀλλὰ τοῦτο δεῖ πιστεύειν ἡμᾶς, ἀφ’ ὧν ἄνωθεν ἠκούσαμεν· τὸ δὲ πῶς, αὐτῷ τῷ Κυρίῳ καταλείψομεν· οὐδὲ γάρ τι πλέον νοῆσαι παρ’ αὐτοῦ συγχωρούμεθα, ἵνα μὴ τοιοῦτόν τι πάθωμεν ὁποῖον ὁ πεσὼν Ἑωσφόρος· τὴν γὰρ δοθεῖσαν αὐτῷ παρὰ Κυρίου λαμπρότητα μὴ δυνηθεὶς ἐνεγκεῖν ἅτε τυγχάνουσαν ἄπλετον, ἀνετράπη τε παραχρῆμα, καὶ πτῶμα κατὰ γῆς ἐξαίσιον ἔπεσεν. Ὡσαύτως δὲ καὶ οἱ τῆς ἀληθείας ἐκτραπέντες καὶ τοῦ Θεοῦ μακρυνθέντες, οἵτινες καὶ γεννήτορες τῶν αἱρέσεων γεγονότες, τὰ αὐτὰ πεπόνθασι τῷ τῆς κακίας ἐφευρετῇ· καὶ πῶς, ἄκουε· ὅτι ὁ μὲν Ἄρειος καὶ ὁ Νεστόριος τόν τε τῆς θεολογίας καὶ τὸν τῆς οἰκονομίας διαιροῦνται Λόγον, Σαβέλλιος δὲ καὶ Εὐτυχὴς ἀπεναντίας τούτων συγχέουσιν.

Ἄρειος γὰρ τὰς τρεῖς ὑποστάσεις ὁμολογεῖ, ἀλλὰ τὴν Μονάδα ἀρνεῖται καὶ οὐ λέγει ὁμοούσιον τὴν ἁγίαν Τριάδα καὶ διῄρει ταύτην, οὐ κατὰ τὰς ὑποστάσεις μόνον ἀλλὰ καὶ κατὰ τὴν οὐσίαν καὶ τὴν δύναμιν καὶ τὴν δόξαν· ὁ δὲ Σαβέλλιος τὴν Μονάδα ὁμολογεῖ, ἀλλὰ τὴν Τριάδα ἀρνεῖται· τὸν γὰρ αὐτὸν λέγει καὶ Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, καὶ ὁμοούσιον εἶναι τὴν ἁγίαν Τριάδα ἐδίδασκε, τουτέστι μίαν ὑπόστασιν, ἕνα λέγων τὸν Θεόν, καὶ τὸν αὐτὸν μὲν ὡς Πατέρα φανῆναι, ἄλλοτε δὲ ὡς Υἱόν, καὶ αὖθις ὡς Πνεῦμα μεταμειβόμενόν τε καὶ ἀλλοιούμενον, καὶ πρὸς τοὺς καιροὺς καὶ τὰς χρείας μεθαρμοζόμενον, καὶ τὸ ὅλον φαντασίᾳ τὴν ἁγίαν Τριάδα καὶ οὐκ ἀληθείᾳ, καὶ εἰς ἓν τὰ τρία πρόσωπα συναιρῶν.

Ἡ δὲ Ἐκκλησία καὶ Μονάδα ὁμολογεῖ καὶ Τριάδα κηρύττει· ἕνα μὲν οὖν φαμὲν εἶναι τὸν Θεὸν ἤγουν μίαν Θεότητα διὰ τὸ ταυτὸν τῆς οὐσίας καὶ τῆς δυνάμεως καὶ τῆς δόξης· τρία δὲ πρόσωπα ἀριθμοῦμεν, ὑφεστῶτα δηλαδὴ καὶ οὐκ ἐπινοίᾳ μόνῃ νοούμενα, ναὶ μὴν καὶ Τριάδα ὁμοούσιον ὀρθοδόξως ὁμολογοῦμεν· Τριάδα μὲν γὰρ δοξάζομεν καὶ ὑμνοῦμεν κατὰ τὰς ὑποστάσεις, ὁμοούσιον δὲ ταύτην καὶ λέγομεν καὶ πιστεύομεν, μὴ δὲ μίαν ἐν τοῖς τρισὶν εἰδότες διαφορὰν ἢ μόνον ἐν τῷ Πατρί, τὴν ἀγεννησίαν· ἐν τῷ Υἱῷ, τὴν γέννησιν· καὶ ἐν τῷ Πνεύματι, τὴν ἐκπόρευσιν.

Ὁμοίως καὶ ἐπὶ τοῦ ἑνὸς τῆς ἁγίας Τριάδος, Νεστόριος μὲν τὴν φυσικὴν διαφορὰν λέγει, ἀλλὰ τὴν ἕνωσιν οὐχ ὁμολογεῖ, οὐδὲ λέγει ταύτην καθ’ ὑπόστασιν γεγονέναι· ὁ δὲ Εὐτυχὴς καὶ Διόσκορος τὴν μὲν ἕνωσιν ὁμολογοῦσι, τὴν δὲ κατ’ οὐσίαν διαφορὰν ἀρνοῦνται καὶ σύγχυσιν τῶν φύσεων εἰσάγουσι, λέγοντες γὰρ τοσοῦτον ἑνοῦσθαι τὸν Υἱὸν τοῦ Θεοῦ τῷ ἐκ τῆς Θεοτόκου γεννηθέντι ὡς μίαν φύσιν τὰς δύο μετὰ τὴν ἕνωσιν ἀποτελεσθῆναι, κἀντεῦθεν σύγχυσιν καὶ φύρσιν τῶν δύο φύσεων ἀσεβῶς δογματίζοντες ὡς συνάγεσθαι οὕτως συμπάσχειν καὶ τὴν Θεότητα τῇ προσληφθείσῃ σαρκί· εἰς τοῦτο δὲ τὸ ἄτοπον ἐκεῖνοι ἐνέπεσον τῷ Νεστορίῳ τάχα ἐναντιούμενοι λέγοντι τὸν μὲν Χριστόν, ψιλὸν ἄνθρωπον, τὸν δὲ Υἱὸν τοῦ Θεοῦ ἡνῶσθαι κατὰ σχέσιν αὐτῷ.

Ἡ δὲ Ἐκκλησία καὶ τὴν καθ’ ὑπόστασιν ἕνωσιν διὰ τὸ ἀδιαίρετον καὶ τὴν κατ’ οὐσίαν διαφορὰν διὰ τὸ ἀσύγχυτον πρεσβεύει. Ἑνωθῆναι μὲν καθ’ ὑπόστασιν τὸν Υἱὸν τοῦ Θεοῦ τῷ προσλήμματι ἀδιαιρέτως πιστεύομεν, ὡς καὶ κρᾶσιν παράδοξον λογίζεσθαι τὴν ἕνωσιν διὰ τὸ ἀχώριστον φρονοῦμεν· ἀσυγχύτους δὲ καὶ ἀφύρτους μένειν τὰς φύσεις δοξάζομεν καὶ μετὰ τὴν ἕνωσιν, ἑκατέρας τηρούσης τὰ φυσικὰ ἰδιώματα.

Ἀλλ’ οὐαὶ ταῖς μεθοδίαις τοῦ νοητοῦ σκότους καὶ τοῖς αὐτῷ πειθομένοις. Πῶς οἱ μὲν τῶν αἱρετικῶν, ἤγουν ὁ Παῦλος ὁ Σαμοσατεὺς καὶ Μομψουεστίας ὁ Θεόδωρος, ψιλὸν ἄνθρωπον τὸν Χριστὸν εἶναι ἔλεγον· οἱ δέ, Μάνης καὶ οἱ σὺν αὐτῷ, Θεὸν μόνον κατὰ φαντασίαν ὑποδυόμενον τὸ ἀνθρώπινον· οἱ δέ, Νεστόριος καὶ οἱ μετ’ αὐτοῦ, Θεὸν ὁμολογοῦντες καὶ ἄνθρωπον, τὰς δύο φύσεις οὐ συνῆγον εἰς μίαν ὑπόστασιν, ἀλλ’ ὥσπερ φύσεις δύο, οὕτω καὶ δύο ὑποστάσεις καὶ δύο υἱοὺς ἔλεγον· οἱ δέ, ὅ τε Εὐτυχὴς καὶ Διόσκορος, συνδραμεῖν εἰς μίαν ὑπόστασιν τὰς δύο φύσεις δοξάζοντες, καὶ αὐτὰς τὰς φύσεις φυρθῆναι καὶ συγχυθῆναι εἰς ἑαυτὰς ἐδογμάτιζον· καὶ μίαν φύσιν ἐξηλλαγμένην δι’ ἀμφοτέρων τῶν φύσεων ἀπεφήναντο, καὶ οὕτω μήτε τῷ Θεῷ καὶ Πατρὶ μήτε ἡμῖν ὁμοούσιον λέγοντες τὸν Κύριον· Ἀπολινάριος δὲ ἑτέρας παραφροσύνης ἡγήσατο· τῶν γὰρ ἀρειανῶν ἄψυχον παντάπασι λεγόντων τὴν τοῦ Κυρίου σάρκα, ὡσαύτως καὶ ὁ Ὠριγένης μὴ ἔμψυχον ἀνειληφέναι σάρκα τὸν Κύριον ὡς τῆς Θεότητος ἀρκούσης ἀντὶ ψυχῆς, αὐτὸς ὁ Ἀπολινάριος ἔφη ὅτι σάρκα μὲν ἐμψυχωμένην ἀνέλαβεν ὁ Κύριος, νοῦν δὲ τὸν ἡμέτερον οὐ προσήκατο, μηδὲ γὰρ δεηθῆναι νοὸς ἀνθρωπίνου ἐκείνην τὴν σάρκα ἡγεμονευομένην παρὰ τοῦ αὐτὴν ἐνδεδυκότος Θεοῦ Λόγου.

Καὶ ὁ μὲν Μακεδόνιος, οὐ μόνον οὐσίας ἑτέρας ἔλεγε τὸ Πνεῦμα τὸ ἅγιον παρὰ τὸν Θεὸν καὶ Πατέρα καὶ τὸν Υἱόν, ἀλλὰ καὶ κτίσμα καὶ δοῦλον ἐκάλει αὐτὸ τοῦ Θεοῦ· ὁ δέ γε Νεστόριος τῷ Μακεδονίῳ δῆθεν ἐναντιούμενος ὡς ὁ Σαβέλλιος τῷ Ἀρείῳ, καὶ πρὸς τὴν δόξαν ταύτην ἀντιφερόμενος κακῷ τὸ κακὸν ἰᾶτο, ὃς τοιάσδε βλασφημίας ἀφόβῳ ψυχῇ κατὰ τῆς ὁμοουσίου καὶ ἀχωρίστου μιᾶς Θεότητος ἀτημελῶς ἔλεγε· τὸν Υἱὸν σμικρύνων καὶ ἀλλότριον οἴετο τῆς θείας οὐσίας· τῷ δὲ ἁγίῳ Πνεύματι τὰ θεῖα προσνέμων, οὕτω φησὶ Τοῦτο δὴ τὸ τηλικαύτην τῷ Χριστῷ χαρισάμενον δόξαν, τὸ δαίμοσιν αὐτὸν φοβερὸν ἐργασάμενον, τὸ τὴν ἀνάληψιν αὐτῷ τὴν εἰς οὐρανοὺς χαρισάμενον καὶ ὡς περί τινος τῶν καθ’ ἡμᾶς ἀνθρώπου κοινοῦ τὰ τοιάδε πεφλυαρηκότος, κατὰ γοῦν τῆς αἱρέσεως ταύτης ἀγωνιζόμενος ὁ τῆς εὐσεβείας κῆρυξ θεῖος Κύριλλος καὶ σπουδάζων δεῖξαι ὡς οὐκ ἀλλότριον ἦν τῆς οὐσίας τοῦ Μονογενοῦς τὸ Πνεῦμα τὸ ἅγιον, οὐδὲ δεσπότης τοῦ Χριστοῦ ὡς ὁ παράφρων ἐβλασφήμει Νεστόριος, ἀλλ’ ἰσότιμος τούτῳ, καὶ ἐν πολλοῖς τῶν αὐτοῦ λόγων τοῦτον τὸν σκοπὸν ἔχων, ποτὲ μὲν λέγει· προχεῖται παρὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα ὥσπερ καὶ ἐκ τοῦ Πατρός, ποτὲ δὲ πηγάζεται ἐκ τοῦ Υἱοῦ, ποτὲ δὲ χορηγεῖται ἐκ τοῦ Υἱοῦ· ἄλλοτε, ἴδιον τοῦ Υἱοῦ· ταῦτα δὲ πρὸς ἕνα καὶ μόνον σκοπὸν τείνουσι τόδε, ὅτι οὐκ ἀλλότριόν ἐστι τῆς οὐσίας τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ προχεῖται ἐξ αὐτοῦ οὐχ ὡς κατὰ μέθεξιν ἔχοντος τοῦτο ἐν ἑαυτῷ, καθάπερ καὶ οἱ δίκαιοι πάντες, ἀλλ’ ὡς πρὸ πάντων τῶν αἰώνων τοῦ Πατρὸς μὲν τῆς αἰτίας ἐξημμένον, ἔχοντος δὲ τοῦ Υἱοῦ ἐν ἑαυτῷ—ἐπειδὴ ἐν τῷ Υἱῷ ἀναπαύεται καὶ μένει, καθὼς διδάσκουσιν οἱ ἅγιοι.

Προχεῖται δὲ οὐχ ἡ οὐσία τοῦ Πνεύματος ἐκ τοῦ Υἱοῦ, ἀλλὰ τὰ τοῦ Πνεύματος χαρίσματα· Θεὸς γὰρ οὐκ ἐκχεῖται, ὡς φησὶν ὁ θεῖος Χρυσόστομος, ἀλλ’ ἡ δωρεὰ τοῦ Πνεύματος.