Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Πρὸς Ἰάκωβον ἀρχιεπίσκοπον Βουλγαρίας

Νικηφόρος Βλεμμύδης

Προοίμιο και προϋποθέσεις του θεολογικού διαλόγου

Ο συγγραφέας εκφράζει την πρόθεσή του να αναπτύξει το ζήτημα της εκπορεύσεως με παρρησία, επισημαίνοντας την ανάγκη αποφυγής του φιλονείκου πνεύματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 1 από 8

Τοῦ μακαριωτάτου καὶ σοφωτάτου Νικηφόρου μοναχοῦ καὶ πρεσβυτέρου τοῦ Βλεμμύδου, λόγος περὶ τοῦ ἁγίου Πνεύματος, ὅτι διὰ τοῦ Υἱοῦ ἔστιν αὐτῷ ἡ ἐκπόρευσις. Ἔστι μοι πάθος ὅπερ ἐξαγγελῶ· καὶ γὰρ ὁ λόγος πρὸς ἀκέστορα ἱερόν, καὶ ὅσοι τῆς αὐτῆς ἐπιστήμης αὐτῷ. Ἐγὼ τοῖς σοφοῖς παρρησίᾳ λαλῶ, καὶ οὔτι μοι δέος ἐκκαλύπτοντι τὴν διάνοιαν· ἢ γὰρ βεβαίωσιν ἢ διόρθωσιν ἡ ἄπταιστος κρίσις ἐπαγάγοι τοῖς λεγομένοις. Ἀσόφοις δὲ διαλεγόμενος ὑποστέλλομαι, καὶ μάλισθ’ ὅτε περὶ Θεοῦ φθέγγομαι· δέδοικα γὰρ τὸ μὴ ξυνιέναι αὐτούς, ὡς ἐντεῦθεν ἐπισφαλῆ πρὸς τὸν λόγον ὑπόνοιαν ὑφορώμενος. Εἰ δὲ τῷ ἀσόφῳ συνέλθῃ τὸ φίλερι, τότε καὶ πρὸς τὸ λέγειν ὅλως ὀκνῶ τε καὶ ἀναδύομαι.

Ὥσπερ γὰρ οὐκ ἀποδεκτὸς ὁ θρασέως καὶ ἀπερισκέπτως θεολογῶν—ἡνιοχεῖσθαι γὰρ τὴν θεολογίαν φόβῳ χρεών, ὡς ἂν μὴ πρὸς ἀπωλείας ὤσειεν ὀλισθήματα—, παραπλησίως καὶ ὁ φιλονείκως ἀκροώμενος καὶ τρόπῳ παντὶ πρὸς τὸ ἀντιλέγειν ὁρῶν, ἀποπεμπτέος καὶ ἀποτρόπαιος. Ἔρις γὰρ κακόχαρτος ταράττει καὶ συγχεῖ τὴν ἀλήθειαν. Εἰ δὲ καὶ γλῶσσαι πολλαί εἰσιν αἱ συρρυεῖσαι πρὸς τὸ αὐτό, πῶς οὐκ ἂν δόξειαν τοῖς πολλοῖς περιγινόμεναι μιᾶς ἑτερορρεποῦς; εἰ δὲ καὶ ὧν αἱ ὑπεροχαί, πῶς εἰς ἀγαθὸν ἀποβαίη τῷ ἀσυμφώνῳ τὸ ἀληθευτικόν, κατά γε δὴ τοὐμφανές;