Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Πρὸς Ἰάκωβον ἀρχιεπίσκοπον Βουλγαρίας

Νικηφόρος Βλεμμύδης

Η εκπόρευση του Αγίου Πνεύματος διά του Υιού και η πατερική συμφωνία

Παρουσίαση του δόγματος της εκπορεύσεως του Πνεύματος διά του Υιού, ανασκευή της λατινικής διδασκαλίας περί του «και εκ του Υιού» και ανάδειξη της εναρμόνισης των Πατέρων της Εκκλησίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 2 από 8

Οὕτως ἐν τούτοις ἔχων, οὕτω πάσχων, ἐπεὶ πρὸς σοφοὺς νῦν ὁ λόγος καὶ εἰρήνην ζητοῦντας τὴν ἐν Χριστῷ καὶ διώκοντας, πεπαρρησιασμένως ἐρῶ περὶ τοῦ προκειμένου ζητήματος· τὸ δέ ἐστιν, εἰ δι’ Υἱοῦ τὸ ἅγιον ἐκπορεύεται Πνεῦμα παρὰ Πατρός, ἢ μὴν ἐκ Πατρὸς προσεχῶς, ἀλλ’ οὐ δι’ Υἱοῦ. Καὶ ὅτι μὲν τὸ πρῶτον πολλοὶ τῶν ἱερῶν διδασκάλων παρέδοσαν, οὐδεὶς δὲ τὸ δεύτερον, οἶμαι δὴ πάντα μαρτυρήσειν ἄνδρα θειογραφικὸν εὐθύτητι διοικούμενον.

Οὐχ ἧττον δὲ καὶ ἡμεῖς ἐν τρισὶν ἐπιστολαῖς φθάσαντες ὑπεμνήσαμεν. Ὅτι δὲ τὸ μὴ τοῖς εὐαγγελίοις σαφῶς τὴν φωνὴν ἐντετάχθαι, τοῦτο δὴ τὸ πρόχειρον εἰς ἀντιλογίαν πολλοῖς, οὔτι που τοῦ δόγματος ἀφαιρεῖται τὸ εὐπαράδεκτον, ἡ τῶν θεολογησάντων ἀξιοπιστία παρίστησιν· ἐπεὶ μηδ’ ἐξεῖναι ἀπιστεῖν τοῖς ὑπὸ τῶν θεοφόρων ἀνδρῶν εἰρημένοις, ἀλλ’ ἀπόδειξιν εἶναι τοῦ λόγου τὸ ἐκείνων ἀξιόπιστον, πάσης δυνάμεως λογικῆς καὶ ἀντιλογικῆς ἰσχυρότερον ὁ τῆς θεολογίας ἐπώνυμος ἐν τοῖς Στηλιτευτικοῖς ἀποφαίνεται. Ὁ γὰρ τοῖς εὐαγγελισταῖς ἐμπνεύσας, αὐτὸς ἐκεῖνος καὶ τοῖς λοιποῖς θεηγόροις ἐνέπνευσε, καὶ Θεοῦ φωναὶ τὰ τῶν ὅλων ἁγίων συγγράμματα.

Τὸ δὲ λέγειν αὐτὰ νενοθεῦσθαι παρὰ τῶν Πνευματομάχων, ἠλίθιον· ἐπεὶ κατ’ οὐδὲν ὅλως τῇ αἱρέσει συμβάλλεται τὸ δι’ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον ὁμολογεῖσθαι προοδικῶς εἶναι παρὰ Πατρός, εἰ μὴ τοὐναντίον ἅπαν, καὶ καταβάλλει ταύτην καὶ ἀναιρεῖ. Τῇ μὲν γὰρ κτίσμα βλασφημεῖται τὸ Πνεῦμα, τῷ δ’ ἐκ τῆς οὐσίας αὐτῆς κηρύττεται τοῦ Υἱοῦ καὶ ὁμοούσιον Πατρὶ καὶ Υἱῷ. Τίνα δ’ ἂν ἔχῃ καὶ λόγον τὸ τὴν τοιαύτην κακουργίαν ταῖς ἁπανταχῇ τῆς οἰκουμένης ἱεραῖς ἐνσκῆψαι βίβλοις τῶν τοσούτων ἁγίων ὁμοῦ, καὶ τὴν παραφθορὰν οὕτω γενέσθαι παγκόσμιον τοῖς τῶν μεγάλων πατέρων συγγράμμασι, καὶ μηδένα τῶν πρὸ ἡμῶν τὴν λύμην ἐπισημήνασθαι;

Οὐκ ἔστι τοῦτο, οὐκ ἔστι. Διανοίας τὸ τοιοῦτον ἀνάπλασμα κακοδαίμονος. Πῶς δὲ καὶ ὅσοι κατὰ Ῥωμαίων γεγράφασι τὰ τῆς ἔριδος μετὰ τὸ σχίσμα καὶ τὴν διάστασιν, πρὸς μὲν τὸ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα εἶναι οὐσιωδῶς, ὡς εἶχον, ἀντέστησαν, πρὸς δὲ τὸ δι’ Υἱοῦ παρὰ τοῦ Πατρός, οὐδαμῶς; Μᾶλλον μὲν οὖν οἱ λογιώτεροι, καὶ συνηγοροῦντες αὐτῷ κατεφάνησαν κἀντεῦθεν ἐπιχειροῦντες ἀνασκευάζειν τὸ ἐκ τοῦ Υἱοῦ. Καὶ ὅτι τοῦθ’ οὕτως ἔχον ἐστίν, ἐκ τῆς Ἱερᾶς Ὁπλοθήκης μανθάνομεν· ὅπως δὲ ἡ βίβλος αἰδέσιμος ἦν τοῖς τότε τῶν λογίων ἀνδρῶν λογάσι, καὶ περισπούδαστος εἰσέπειτά τε καὶ ἕως ἡμῶν περίπυστος καὶ ἐξαίρετος, καὶ οὐδείς ποτε κατ’ αὐτῆς οὐδὲ τῶν πάντη ἀπηναιδευμένων κινῆσαι γλῶσσαν ὅλως τετόλμηκεν, ἐπεὶ καὶ βιαιότερον ἐνίσταται πρὸς τὴν υἱόθεν τοῦ Πνεύματος πρόοδον, αὐτὰ βοᾷ διαπρυσίως τὰ πράγματα. Ἐν ταύτῃ Ῥωμαῖοι διαλογικοῖς νόμοις εἰσάγονται ῥῆσιν τοῦ σοφωτάτου Κυρίλλου προτείνοντες εἰς σύστασιν τοῦ σφῶν αὐτῶν δόγματος, οὕτως ἔχουσαν· Τρεπτὸν δὲ οὔτοι που τὸ Πνεῦμα ἐστίν, ἢ εἴπερ τὸ τρέπεσθαι νοσεῖ, ἐπ’ αὐτὴν ὁ μῶμος τὴν θείαν ἀναδραμεῖται φύσιν, εἴπερ ἐστὶ τοῦ Θεοῦ καὶ Πατρὸς καὶ μὴν καὶ τοῦ Υἱοῦ, τὸ οὐσιωδῶς ἐξ ἀμφοῖν, ἤγουν ἐκ Πατρὸς δι’ Υἱοῦ προερχόμενον Πνεῦμα.

Τίς οὖν ἡ ἀπολογία πρὸς τοὺς ἐκ Ῥώμης, κατανοήσωμεν· Ὁ μακάριος οὗτος πατὴρ Κύριλλος τὰς πολλὰς τῶν ὑμετέρων λόγων προφάσεις προαναιρῶν, σύντομον εὐθὺς τῇ τῶν ἀσαφῶν συλλαβῶν προφορᾷ προσήνεγκε τὴν σαφήνειαν. Εἰπὼν γὰρ οὐσιωδῶς ἐξ ἀμφοῖν τὸ Πνεῦμα προέρχεσθαι, τὸ ἤγουν ἐκ Πατρὸς δι’ Υἱοῦ συντόμως ἐπήγαγε. Τὸ δὲ διὰ τῆς τοιαύτης ἐπαγωγῆς συναγόμενον, οὐδὲν ἕτερον ἢ τὸ ἐκ μόνου τοῦ Πατρὸς τὸ Πνεῦμα προέρχεσθαι, οὐ μὴν καὶ ἐκ τοῦ Υἱοῦ· εἰ γὰρ καὶ τοῦτ’ ἦν, οὐκ ἂν τῷ ἁγίῳ τῆς τοιαύτης προσθήκης ἐδέησεν. Οἱ ἐκ Ῥώμης πρὸς ταῦτα· Τοίνυν οὐδ’ ἡμεῖς σφαλλόμεθα, ἀκολούθως τῷ θείῳ τούτῳ πατρὶ ἐκ τοῦ Πατρὸς μὲν καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα λέγοντες ἐκπορεύεσθαι, πλὴν ἐπὶ τοῦ Υἱοῦ, τὴν ἐξ ἀντὶ τῆς διὰ καὶ νοοῦντες καὶ ἑρμηνεύοντες. —Ἀλλ’ ὁ καὶ σύνδεσμος, φασὶν οἱ πρὸς ἔλεγχον χωροῦντες αὐτῶν, ἐπὶ τοῦ Υἱοῦ παρ’ ὑμῶν προστιθέμενος, οὐκ ἐᾷ τοιαῦτα λέγειν ὑμᾶς· προφανῶς ἐλέγχων ὡς ἐκ τοῦ Πατρὸς καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα λέγοντες ἐκπορεύεσθαι, καθ’ ὁποῖον σημαινόμενον ἐπὶ τοῦ Πατρὸς τὴν ἐξ ἐκλαμβάνεσθε, κατὰ τὸ αὐτὸ καὶ ἐπὶ τοῦ Υἱοῦ καὶ νοεῖτε ταύτην καὶ λέγετε. Τοίνυν ἢ καὶ ἐπ’ ἀμφοῖν, τῷ Πατρὶ δηλαδὴ καὶ τῷ Υἱῷ, τὴν ἐξ πρόθεσιν κατὰ τὴν αὐτὴν σημασίαν τιθέατε, καὶ πῶς οὐκ ἐναντιοῦσθε τῷ θείῳ πατρί, τὴν μὲν ἐξ ἐπὶ τοῦ Πατρός, τὴν δὲ διὰ ἐπὶ τοῦ Υἱοῦ ἐκφωνήσαντι;

ἢ καὶ ἐπ’ ἀμφοῖν ἀντὶ τῆς διὰ τὴν ἐξ λαμβάνετε, διὰ τοῦ Πατρὸς καὶ διὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα λέγοντες ἐκπορεύεσθαι· καὶ δότε λοιπὸν ἡμῖν ἕτερον, ἐξ οὗ τὸ Πνεῦμα διὰ τῶν δύο τούτων ἐκπορεύεσθαι λέγεται. Κατ’ ἄλλην γὰρ ἐπὶ τοῦ Πατρός, καὶ κατ’ ἄλλην ἐπὶ τοῦ Υἱοῦ σημασίαν τὴν αὐτὴν καὶ μίαν πρόθεσιν ἐκλαμβάνεσθαι, παρὰ τοῦ συμπλεκτικοῦ τούτου συνδέσμου βιαίως κωλύεσθε, καθὰ προειρήκαμεν. Τὸ γὰρ ἀσυνδέτως λέγειν ἢ γράφειν, ἐκ τοῦ Πατρός, ἐκ τοῦ Υἱοῦ, καὶ ὑμεῖς ὡς βάρβαρον καὶ ἀδιανόητον ἀποφεύγετε. Ταῦτα μὲν ἐκ τῆς Ἱερᾶς Ὁπλοθήκης.

Ἄλλος δέ τις τῶν ἐκκρίτων δὴ καὶ αὐτὸς τοῖς ἐκ Ῥώμης διαλεγόμενος, ἐπειδὴ προείλετο δεῖξαι μηδ’ ὁπωσοῦν ἀλλήλοις ἐναντία ὄντα κατά γε τὸ ἀληθὲς τὰ παρὰ τῶν ἁγίων λεγόμενα, κἂν δοκῇ τοῖς ἀπερισκέπτοις, Ἦν ἄν, φησίν, ἐναντία, εἰ πρὸς τὸ αὐτὸ καὶ κατὰ τὸ αὐτὸ καὶ τοῦ αὐτοῦ ὄντα σημαντικά, παρὰ μὲν τῶν ἀπεβάλλοντο, παρὰ δὲ τῶν ἐνεκρίνοντο.

Οὕτω γοῦν καὶ ἐν τούτοις ὁ Χριστὸς ἐκ τοῦ Πατρὸς ἔφη τὸ Πνεῦμα ἐκπορευόμενον. Καὶ τάχα πάντα ἀναφέρων πρὸς τὸν Πατέρα ὡς πρὸς πρώτην αἰτίαν, καὶ τὴν τοῦ Πνεύματος ἴσως ἐκπόρευσιν αὐτῷ ἀνατίθησι. Καὶ ὁ μὲν μέγας Ἀθανάσιος οὕτως εἶπε τὸ Πνεῦμα ἐκ τοῦ Πατρός, ὡς παρὰ τοῦ Λόγου τοῦ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον. Ὁ δὲ Νύσσης, εἰπὼν τὸν Υἱὸν εἶναι προσεχῶς ἐκ τοῦ πρώτου, τουτέστι τοῦ Πατρός, ἑξῆς λέγει· τὸ Πνεῦμα διὰ τοῦ προσεχῶς ἐκ τοῦ πρώτου. Ὁ σοφὸς Κύριλλος προφανῶς εἴρηκεν ἐξ ἀμφοῖν, δηλαδὴ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ· ἀλλ’ ἐφερμηνεύων πῶς τὸ ἐξ ἀμφοῖν εἶπεν, ἐπήγαγεν· ἤγουν ἐκ Πατρὸς δι’ Υἱοῦ. Ὁ μέντοι Δαμασκηνὸς Ἰωάννης, τὸ ἐκ Πατρὸς λέγων ὡς ἐκ πρώτης ἀρχῆς καὶ πρώτης αἰτίας, οὐκ ἐκ τοῦ Υἱοῦ, φησίν, ὡς ἐκ πρώτης ἀρχῆς· καὶ οὐκ ἀπηγόρευσε τὸ ἐκ τοῦ Υἱοῦ, ὡς ἐκ τοῦ προσεχοῦς, ἤτοι διὰ τοῦ προσεχοῦς. Ταυτὸν γὰρ δύναται ἡ διὰ πρόθεσις καὶ ἡ ἐξ, καὶ τοῦτο σύνηθες καὶ αὐτῇ τῇ Γραφῇ, καὶ τοῖς ἁγίοις πατράσιν οὐκ ἀγνοούμενον.

Εἰ μὲν ἐκ τοῦ Υἱοῦ, ὡς ἐκ τοῦ Πατρὸς διὰ τοῦ Υἱοῦ, καὶ εἰ ἐξ ἀμφοῖν, ὁμοίως δὲ καὶ εἰ ἐκ πρώτης μὲν αἰτίας τοῦ Πατρός, ἐκ τοῦ προσεχοῦς δὲ τοῦ Υἱοῦ, ἅπερ φησὶν ὁ μέγας Ἀθανάσιος, ὁ μέγας Κύριλλος, ὁ Νύσσης Γρηγόριος, οὐκ ἂν ὁ σοφὸς Ἰωάννης ἀντιφθέγξαιτο, ἀλλ’ ἐρεῖ καὶ αὐτὸς ὅτι οὕτως καὶ ἐκ τοῦ Υἱοῦ τὸ Πνεῦμα· διὰ τοῦ Υἱοῦ γάρ φησι καὶ αὐτός, ὡς ἰσοδυναμούσης τῆς διὰ καὶ τῆς ἐξ. Εἰ δὲ ὡς ἐκ πρώτης αἰτίας καὶ ἐκ τοῦ Υἱοῦ λέγοι τις, ὅπερ εἶπε τῶν ἁγίων οὐδείς, καὶ ἀντιφθέγξεται καὶ μέγα βοήσει. Ἐπὶ τοσοῦτον καὶ ταῦτα.

Πολλοὺς δὲ καὶ ἄλλους τῶν νεωτέρων εὑρίσκομεν ἐνισταμένους μὲν πρὸς τὸ ἐκ τοῦ Υἱοῦ, κατασκευάζοντας δὲ καὶ μάλα γενναίως τὸ δι’ Υἱοῦ, καθ’ ἣν προδιεσημηνάμεθα δήλωσιν. Ὅθεν οὐκ οἶδ’ ὅ τι παθόντες ἀρτίως τινὲς οὐκ ἀνέχονται τὸ Πνεῦμα δι’ Υἱοῦ προέρχεσθαι παρὰ τοῦ Πατρός.