Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Πρὸς Ἰάκωβον ἀρχιεπίσκοπον Βουλγαρίας

Νικηφόρος Βλεμμύδης

Η ερμηνεία και η θεολογική χρήση του όρου «εκλάμπειν»

Ανάλυση της διδασκαλίας περί του Αγίου Πνεύματος ως ενέργειας που εκλάμπει, με παράθεση μαρτυριών του Μεγάλου Βασιλείου, του Γρηγορίου Νύσσης και του Ιωάννη Δαμασκηνού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 3 από 8

Ἀλλ’ ἴδωμεν οἷαπερ περὶ τούτου διδάσκει τὸν ἐπίσκοπον Σεραπίωνα δι’ ἐπιστολῆς ὁ τῆς ἀθανασίας ἀξιώνυμος· Ὥσπερ γέννημα μονογενὲς ὁ Υἱός ἐστιν, οὕτω καὶ τὸ Πνεῦμα παρὰ τοῦ Υἱοῦ διδόμενον καὶ πεμπόμενον, καὶ αὐτὸ ἓν καὶ οὐ πολλά, οὐδὲ ἐκ πολλῶν ἕν, ἀλλὰ μόνον αὐτὸ Πνεῦμα. Ἑνὸς γὰρ ὄντος τοῦ Υἱοῦ, τοῦ ζῶντος Λόγου, μίαν εἶναι δεῖ τελείαν καὶ πλήρη τὴν ἁγιαστικὴν καὶ φωτιστικὴν ζωήν, οὖσαν ἐνέργειαν αὐτοῦ καὶ δωρεάν· ἥτις γε ἐκ Πατρὸς λέγεται ἐκπορεύεσθαι, ἐπειδὴ παρὰ τοῦ Λόγου τοῦ ἐκ Πατρὸς ὁμολογουμένου ἐκλάμπει καὶ ἀποστέλλεται καὶ δίδοται.

Ἐπιφύονται τῷ ἐκλάμπειν τινές, καὶ φανερώσεως εἶναί φασιν αὐτὸ δηλωτικόν, οὐχ ὑπάρξεως· τὸ γὰρ ἐκπορεύεσθαι προδεδηλωκέναι τὴν ὕπαρξιν. Εἰ τοίνυν ἐκπορεύεσθαι τὸ Πνεῦμα λέγεται παρὰ τοῦ Πατρὸς ἐπειδὴ παρὰ τοῦ Λόγου φανεροῦται, μὴ οὔσης τῆς φανερώσεως, οὐδ’ ἐκ τοῦ Πατρὸς λέγοιτ’ ἂν ἐκπορεύεσθαι; Τί γοῦν; Πρὸ τοῦ γεγονέναι τὴν κτίσιν, εἴτε τὴν αἰσθητήν, εἴτε τὴν νοητήν, ἔνθα παρὰ τοῦ Λόγου πεφανέρωται τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἂν αὐτὸ λεχθείη ἐκπορευόμενον ἐκ Πατρός; Ὥσπερ γὰρ εἴ τινος τὸν ἄνθρωπον λέγοντος οὐσίαν ἔμψυχον αἰσθητικὴν ἐπειδὴ ζῷον ἐστίν, εἴπερ ἔχει τις ἕτερος τὸ αἴτιον ἀνελεῖν, συνανέλοι καὶ τὸ συμπέρασμα. Τὸν αὐτὸν τρόπον τῆς αὐτῶν ὑποθέσεως ἀνατετραμμένης, τὸ δῆθεν συναγόμενον, ὅσον τὸ ἐπ’ αὐτοῖς, διεσκέδασται.

Καὶ οὗτοι μὲν ἔτι, δι’ ὃ λέγεται παρὰ τοῦ Πατρὸς ἐκπορεύεσθαι τὸ Πνεῦμα, ζητείτωσαν. Ἡμεῖς δὲ τὴν ἀληθῆ προσλαβόμενοι σημασίαν τῆς λέξεως, οὕτω συλλογισόμεθα· τὸ Πνεῦμα παρὰ τοῦ Λόγου, τουτέστι διὰ τοῦ Λόγου πρόεισιν ἐκ Πατρός, ὥσπερ ἐξ ἡλίου διὰ τοῦ φωτὸς φωτιστικὴ λαμπηδών.

Κἀπειδὴ τοῦτό ἐστιν, ὁ δὲ Λόγος ἐκ τοῦ Πατρὸς ὡμολόγηται, διὰ τοῦτο καὶ τὸ Πνεῦμα παρὰ Πατρὸς ἐκπορεύεσθαι λέγεται. Κέχρηται δὲ τῇ ἐκλάμπειν ὁ διδάσκαλος λέξει, καταλλήλως τῇ φωτιστικῇ ζωῇ. Διὰ τοῦτο καὶ τοῦ Λόγου ἐνέργειαν, ζῶσαν δηλονότι καὶ ὑφεστῶσαν, τὸ ἅγιον ὠνόμασε Πνεῦμα, τὸν Λόγον καὶ Υἱὸν εἰδὼς Θεοῦ δύναμιν ἐνυπόστατον. Ἐπεὶ δὲ διὰ τῆς δυνάμεως ἡ ἐνέργεια, ἡ δὲ δύναμις ὁμολογουμένως ἐκ τοῦ Θεοῦ, διὰ τοῦτο ἐκ Θεοῦ ἡ ἐνέργεια. Τοῦτο γὰρ βούλεται τῷ διδασκάλῳ, τὸ λέγεται ἐκπορεύεσθαι, ὡς τῆς τοῦ Πνεύματος ἐκπορεύσεως λεγομένης καὶ κηρυττομένης ἐκ τοῦ Πατρός, διὰ τὴν πρὸς τὸ πρῶτον αἴτιον ἀναφοράν. Ὡς μὲν οὖν ἐνέργεια τοῦ Υἱοῦ καὶ Θεοῦ Λόγου, τὸ Πνεῦμα τὸ ἅγιον ἀϊδίως ἐκλάμπει παρ’ αὐτοῦ, ταυτὸν δ’ εἰπεῖν δι’ αὐτοῦ, παρὰ τοῦ Πατρός· ὡς δὲ δωρεὰ καὶ ἀποστέλλεται καὶ δίδοται φυσικῶς.

Ὅτι δὲ τὸ ἐκλάμπειν ἐν θεολογίᾳ παραστατικόν ἐστι τῆς ἀπαθοῦς καὶ ἀχρόνου ὑπάρξεως, καὶ ὁ μέγας Βασίλειος δείκνυσιν οὕτω λέγων ἐν τῷ δευτέρῳ τῶν Ἀντιρρητικῶν· Κοινὴ πρόληψις πᾶσιν ὁμοίως χριστιανοῖς ἐνυπάρχει τοῖς γε ὡς ἀληθῶς τῆς προσηγορίας ταύτης ἀξίοις, περὶ τοῦ φῶς εἶναι τὸν Υἱὸν γεννητόν, ἐκ τοῦ ἀγεννήτου φωτὸς ἀπολάμψαντα.

Καὶ πάλιν· Ἀγαθοῦ μὲν Πατρὸς ἀγαθὸς Υἱός· φωτὸς δὲ τοῦ ἀγεννήτου φῶς ἐξέλαμψε τὸ ἀΐδιον. Καὶ Γρηγόριος δὲ τῶν Νυσσαέων ὁ σοφὸς ἱεράρχης, οὕτω φησὶν ἐν τῷ πρώτῳ τῶν Ἀντιρρητικῶν· Πατὴρ μὲν ἄναρχος καὶ ἀγέννητος καὶ ἀεὶ Πατὴρ νοεῖται. Ἐξ αὐτοῦ δὲ κατὰ τὸ προσεχὲς ἀδιαστάτως ὁ μονογενὴς Υἱὸς τῷ Πατρὶ συνεπινοεῖται.

Δι’ αὐτοῦ δὲ καὶ μετ’ αὐτοῦ πρίν τι κενόν τε καὶ ἀνυπόστατον διὰ μέσου παρεμπεσεῖν νόημα, εὐθὺς τὸ Πνεῦμα τὸ ἅγιον συνημμένως καταλαμβάνεται, οὐχ ὑστερίζον κατὰ τὴν ὕπαρξιν μετὰ τὸν Υἱόν, ὡς ποτὲ τὸν Μονογενῆ δίχα τοῦ Πνεύματος νοηθῆναι, ἀλλ’ ἐκ μὲν τοῦ Θεοῦ τῶν ὅλων καὶ αὐτὸ τὴν αἰτίαν ἔχον τοῦ εἶναι, ὅθεν καὶ τὸ μονογενές ἐστι φῶς, διὰ δὲ τοῦ ἀληθινοῦ φωτὸς ἐκλάμψαν, οὔτε διαστήματι οὔτε φύσεως ἑτερότητι τοῦ Πατρὸς ἢ τοῦ Μονογενοῦς ἀποτέμνεται.

Πάλιν πρὸς αὐτὸν ὁ μέγας Βασίλειος, περὶ διαφορᾶς οὐσίας καὶ ὑποστάσεως· Ὁ δὲ Υἱὸς τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον Πνεῦμα, δι’ ἑαυτοῦ καὶ μεθ’ ἑαυτοῦ γνωρίζων, μόνος μονογενῶς ἐκ τοῦ ἀγεννήτου φωτὸς ἐκλάμψας, οὐδεμίαν κατὰ τὸ ἰδιάζον τῶν γνωρισμάτων τὴν κοινωνίαν ἔχει πρὸς τὸν Πατέρα, ἢ πρὸς τὸ Πνεῦμα τὸ ἅγιον. Ἰωάννης ὁ σοφὸς ποιητὴς ἐν ὕμνοις πρὸς τὴν ὑπέραγνον Θεομήτορα·

Σὺ μήτηρ Θεοῦ ἀσυνδυάστως γεγένησαι τοῦ ἐξ ἀκηράτου Πατρὸς ἐκλάμψαντος. Ἐν τούτοις ὁ ἐξηγούμενος, ὁ πολλοῖς θαυμαζόμενος, ὁ καὶ τῶν ἱερῶν κανόνων πρῶτος σαφηνιστὴς Τὸ ἐκλάμψαντος, φησί, τὴν ἄνω γέννησιν τοῦ Υἱοῦ ἀπαθῆ παρίστησιν· ὡς γὰρ ἡ λαμπηδὼν ἐκ τοῦ ἡλίου ἀπαθῶς ἔξεισιν, οὕτω καὶ ὁ Υἱὸς ἀπαθῶς γεγέννηται τῷ Πατρί· καὶ τὸ ἄχρονον δὲ τοῦ Υἱοῦ, καὶ κατὰ τοῦτο ἄναρχον διὰ τοῦ ἐκλάμψαι διδάσκει ὁ ποιητής· ὡς γὰρ ἅμα φῶς καὶ ἅμα ἡ ἐξ αὐτοῦ λαμπηδών, οὕτως ἅμα νοηθείη Πατήρ, ἅμα παρέπεται νοεῖσθαι καὶ τὸν Υἱόν.

Ἀλλὰ ταῦτα μὲν ἴσως ὑπὲρ τὴν χρείαν. Ὅπου γὰρ ἡ τοῦ λόγου διάνοια λελογισμένη καὶ λίαν ἡρμοσμένη φαίνεται, τοιουτοτρόπως ἐκλαμβανομένης τῆς λέξεως, ἄλλως δ’ ἔχειν ὑπονοουμένης, πολὺ τὸ ἀλόγιστον φέρουσα καὶ ἀνάρμοστον, τί χρὴ πλέον ἐκεῖσε ζητεῖν εἰς τὴν τῆς ἀληθείας παράστασιν;