Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Πρὸς Ἰάκωβον ἀρχιεπίσκοπον Βουλγαρίας

Νικηφόρος Βλεμμύδης

Η θεία φύση του Πνεύματος και τα υποστατικά ιδιώματα της Αγίας Τριάδος

Εξέταση της διάκρισης του Πνεύματος από την κτίση, ερμηνεία των πατερικών παρομοιώσεων και ορισμός των τρόπων ύπαρξης των υποστάσεων, με έμφαση στο ασύγχυτο αυτών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 5 από 8

Αὐτίκα γὰρ ὁ μέγας Βασίλειος ταῦτα λέγει περὶ τοῦ Πνεύματος· Οὐδὲν ἔχον ἑαυτῷ ἐπίκτητον, ἀλλ’ ἀϊδίως πάντα ἔχον, ὡς Πνεῦμα Θεοῦ, καὶ ἐξ αὐτοῦ πεφηνός, ὁ δὲ σοφώτατος Κύριλλος περὶ τοῦ Χριστοῦ· Τὸν Θεοῦ μεσίτην καὶ ἀνθρώπων κατὰ τὰς Γραφὰς συγκεῖσθαι φαμὲν ἔκ τε τῆς καθ’ ἡμᾶς ἀνθρωπότητος, τελείως ἐχούσης κατὰ τὸν ἴδιον λόγον, καὶ ἐκ τοῦ πεφηνότος ἐκ τοῦ Θεοῦ κατὰ φύσιν Υἱοῦ, τουτέστι τοῦ Μονογενοῦς. Καὶ πάλιν· Ἴδιόν ἐστι τὸ Πνεῦμα τοῦ Υἱοῦ, οὔτοι που μόνον ᾗ Λόγος ἐστὶ πεφηνὼς ἐκ Πατρός, ἀλλ’ εἰ καὶ νοοῖτο καθ’ ἡμᾶς ἄνθρωπος γεγονώς.

Πρόδηλον δήπουθεν ὡς Θεὸς μὲν τὸ Πνεῦμα, τὸ ἐξ οὗ κυρίως ἔχον καὶ φυσικῶς ὡς Θεός, τὰ δ’ ἄλλα ποιήματα καταχρηστικώτερον, ὡς ἐκ ποιητοῦ καὶ δημιουργοῦ πεφηνότα, ἐξ οὗ λεγόμενα, ὥστε σημαντικὸν ὑπάρξεως ἀριδήλως τὸ πεφηνέναι.

Τῆς Γραφῆς δὲ διαγορευούσης οὕτω περὶ τοῦ Πνεύματος· Ὡς οὖν ὁ δημιουργὸς Λόγος ἐστερέωσε τὸν οὐρανόν, οὕτω καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, τουτέστιν ἐκ τοῦ στόματος αὐτοῦ· καὶ πάλιν·

Οὔτε ἀλλότριον τῆς τοῦ Θεοῦ δόξης τὸ Πνεῦμα, ἐκ τοῦ ἀρρήτου στόματος ἀρρήτως πεφηνός, οὐ ταυτὸν ἐπὶ τοῦ Πνεύματος δείκνυται φανερῶς, τὸ πεφηνέναι καὶ ἐκπορεύεσθαι; Τοιγαροῦν ἔδει καὶ τοὺς ἐνταυθοῖ περὶ τοῦ πεφηνέναι διαποροῦντας, ἀλλαχόθεν, ὡς ἔφαμεν, ἐκ τῶν ἀναμφιλέκτων τὴν τῆς λέξεως πορίσασθαι δήλωσιν, ἢ μὴν ἔκ γε τῆς τοῦ λόγου συμφράσεως, συνεωρακέναι τὸ ἀληθὲς καὶ μὴ παραλογίζεσθαι σφᾶς αὐτούς. Ποίαν γὰρ ἂν ἔχειν ὑπωπτεύθη πρὸς τὴν κτίσιν κοινότητα τὸ Πνεῦμα τὸ ἅγιον, ἐκ τοῦ τὴν μὲν διὰ τοῦ Μονογενοῦς ὑποστῆναι, τὸ δὲ δι’ αὐτοῦ πεφανερῶσθαι αὐτῇ;

Ἢ πῶς ἐν ἄλλοις διακρινόμενον τὸ Πνεῦμα ἀπὸ τῆς κτίσεως, οὐ μᾶλλον ἂν διεκρίνετο προχειρότερον ἐκ τοῦ τὴν μὲν διὰ τοῦ Μονογενοῦς ἔχειν τὸ εἶναι, τὸ δὲ μὴ δι’ αὐτοῦ δὴ τοῦ Μονογενοῦς; Ἀλλὰ τοῦτό ἐστι δι’ Υἱοῦ τὸ εἶναι τῷ Πνεύματι παρὰ Πατρὸς φυσικῶς, δι’ Υἱοῦ καὶ τῇ κτίσει ἀλλὰ δημιουργικῶς.

Τρεπτὴ γὰρ αὕτη, διὸ καὶ ἀλλοιωτὴ καὶ τῆς ἐκ Θεοῦ ἀγαθότητος ἐπιδεής, τὸ δὲ Πνεῦμα τὸ ἅγιον οὐκ ἐτράπη ἀπὸ τοῦ μὴ εἶναι εἰς τὸ εἶναι μεταβαλόν· ἦν γὰρ ἀεί, διὸ οὐδὲ κτίσμα. Εἰ γὰρ τὸ κτιστὸν τρεπτόν, τὸ μὴ τρεπτὸν οὐ κτιστόν.

Ἡ κτίσις ἀλλοιωτὴ κατὰ προκοπὴν λαμβάνουσα τὸν ἁγιασμόν, οὐ μὴν ἀλλὰ καὶ ἀποφοιτῶσα τοῦ κρείττονος καὶ πρὸς τὸ χεῖρον ὑποποδίζουσα, τὸ δὲ Πνεῦμα τὴν ἀκροτάτην ἁγιωσύνην ἀϊδίως αὐχεῖ. Τοιγαροῦν, εἰ τὸ κτιστὸν καὶ ἀλλοιωτόν, τὸ μὴ ἀλλοιωτὸν οὐδὲ κτιστόν. Ἡ κτίσις κατὰ μέθεξιν ἔχει τὸ ἀγαθὸν ἐκ Θεοῦ, τὸ δὲ Πνεῦμα αὐτάγαθον.

Ἐν ἄρα τῷ ἀπροσδεεῖ τῆς ἑτέρωθεν ἀγαθότητος καὶ τῷ ἀναλλοιώτῳ καὶ τῷ ἀτρέπτῳ διακρίνεται τὸ Πνεῦμα ἀπὸ τῆς κτίσεως. Εἰ μὴ ταῦτα γάρ, ἐνομίσθη ἄν τινα πρὸς τὴν κτίσιν ἔχειν κοινότητα τῷ δι’ Υἱοῦ πεφηνέναι παρὰ Πατρός.

Ἀλλ’ εὐθὺς αἱ ψαλμικαὶ τοῦ Θεοῦ χεῖρες, αἱ θεολογικαὶ ἀκτῖνες σὺν τοῖς ὁμοίοις ποταμοῖς, οἱ θεόφυτοί τε βλαστοὶ καὶ τὰ δίδυμα σπλάγχνα καὶ φῶτα τοῦ Πατρός, καὶ εἴ τι τοιοῦτον ἀντιπροτείνεται, καὶ οὐκ ἴσασιν οἱ ταῦτα δὴ προβαλλόμενοι τὸ τῶν ὑποστάσεων ἀσύγχυτον καὶ τὸ πρῶτον αἴτιον ἐντεῦθεν παραδηλούμενα. Τέως δ’ οὖν ὁ τὰ θεῖα πολὺς Ἀθανάσιος, ἐν τῷ περὶ τῆς τοῦ μονογενοῦς Λόγου ἐνανθρωπήσεως, τοιαῦτά φησι περὶ αὐτοῦ τοῦ Μονογενοῦς· Ὅτε παρατίθεται τὸ πνεῦμα αὐτοῦ εἰς χεῖρας τοῦ Πατρὸς ὡς ἄνθρωπος, ἑαυτὸν παρατίθεται ἑαυτῷ ὡς Θεῷ· αὐτὸς γὰρ ἡ χεὶρ καὶ αἱ χεῖρες τοῦ Πατρός. Ὁ δὲ σοφὸς Ἰωάννης ἐπ’ ἐκκλησίας ὑμνῶν τὸν διαπετάσαντα τὰς χεῖρας ἐν τῷ Σταυρῷ δι’ ἐμέ, ταῖς ἀχράντοις αὐτοῦ χερσὶ κηρύττει γεγονέναι τὴν ἐμὴν κατ’ ἀρχὰς διάπλασιν ἐκ χοός, τὸ δημιουργικὸν τοῦ Λόγου καὶ τὸ τῆς Ἐνεργείας ἀνυστικὸν χεῖρας ὀνομάζων συμβολικῶς ἐκ τῶν καθ’ ἡμᾶς. Εἰ δέ τις καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα χεῖρας αἱροῖτο καλεῖσθαι Θεοῦ, τὴν προσήκουσαν αἰτίαν συνεκδεχέσθω καὶ εὔλογον. Καὶ ὅτε μὲν ἀκούοι τὸν Υἱὸν βραχίονα καὶ δεξιὰν τοῦ Θεοῦ, δάκτυλον δὲ τὸ Πνεῦμα τὸ ἅγιον, τότε τὴν ἄκραν συμφυΐαν θεωρείτω τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος, καὶ τὸ διὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἐκπορεύεσθαι.

Τὸν Υἱὸν δὲ καὶ τὸ Πνεῦμα χεῖρας νοῶν τοῦ Θεοῦ, τὸ ἀσύγχυτον ἐντεῦθεν συνεπινοείτω καὶ ἰδιοϋπόστατον τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος, οὐ τὸ μὴ διὰ τοῦ Μονογενοῦς ἐκπορεύεσθαι τὸ Πνεῦμα παρὰ Πατρός, ὥσπερ οὐδὲ τὸ μὴ ἀλληλουχεῖσθαι ταῦτα κατὰ τὴν δεξιὰν χεῖρα καὶ τὴν εὐώνυμον, ἀλλὰ τὸ μὲν ἔνθεν εἶναι, τὸ δ’ ἔνθεν, οὐκ ἐν ἀλλήλοις.

Διὰ ταῦτα καὶ ὁ μέγας ἐν θεολογίᾳ Γρηγόριος ποτὲ μὲν ἀκτῖνι παρεικάζει τὸν Υἱόν, φωτὶ δὲ τὸ Πνεῦμα, καὶ τὸν μὲν πηγῇ, τὸ δὲ ποταμῷ· Ποτὲ δὲ τὸ τῶν εἰρημένων τῆς θεότητος ὑποστάσεων ἀσύγχυτον παραδηλῶσαι προθέμενος, καὶ τὸ ἀπὸ τοῦ Πατρὸς ἀχώριστον ἐν τῇ καθόδῳ τῇ πρὸς ἡμᾶς, ὥσπερ ἀκτῖνας δύο πέμπεσθαι ταύτας ἐξ ἑνὸς ἡλίου φησὶ καὶ δύο ποταμοὺς ἐκ μιᾶς πηγῆς, προβαίνοντας μὲν πολύ τε καὶ εἰς μακρόν, ἐχομένους δὲ τοῦ ὅθεν διαπαντός· ἄλλοτε τὸ ἀδιαίρετον τῆς Τριάδος παραστῆσαι βουλόμενος καὶ ὁμότιμον, ἕνα μαργαρίτην ταύτην ἀποκαλεῖ. Καὶ Διονύσιος μὲν ὁ θεωρητικώτατος δίδυμα σπλάγχνα τοῦ Πατρὸς καὶ φῶτα, καὶ ἄνθη καὶ βλαστοὺς θεοφύτους προσαγορεύει τὸν Υἱὸν καὶ τὸ Πνεῦμα, τὸ τῶν ὑποστάσεων ὑπεμφαίνων ἀσύγχυτον καὶ τὸ ἐκ τοῦ Πατρὸς ἔχειν καὶ ἄμφω τὸ εἶναι γνησίως καὶ ἀκραιφνῶς. Ἕτεροι δὲ τῶν ἱερῶν ἀνδρῶν ῥίζαν μὲν ὀνομάζουσι τὸν Πατέρα, κλάδον τὸν Υἱόν, καὶ καρπὸν τὸ Πνεῦμα τὸ ἅγιον, τὴν τοῦ ἁγίου Πνεύματος διὰ τοῦ Υἱοῦ παρὰ τοῦ Πατρὸς ὑποδεικνύοντες ὕπαρξιν. Ἀκούω δὲ καί τινος θεολήπτου καὶ θεοσόφου καθηγητοῦ περὶ τῆς ὑπερθέου Τριάδος οὑτωσί με διδάσκοντος· Τὴν μὲν ἀνωτάτω ῥίζαν, ἧς ἐπέκεινα τὸ σύμπαν οὐδέν, ἐννοήσεις τὸν Πατέρα.

Τὸν δέ γε τῆς ἀνωτάτω ῥίζης ἐκπεφυκότα καὶ γεγεννημένον, παραδέξῃ τὸν Υἱόν, οὐκ ἐν ἴσῃ τάξει τοῖς πεποιημένοις τὴν ἐν χρόνῳ λαχόντα γέννησιν, οὔτε μὴν ἐν ἐλάττοσιν ἢ ἐν οἷς ὁ Πατὴρ τὸ τῆς ἰδίας φύσεως ἐκφαίνοντα κάλλος, ἀλλ’ ἅμα τε καὶ συναΐδιον, καὶ πᾶν ὁτιοῦν ἰσόμετρον ἔχοντα, δίχα μόνου τοῦ τεκεῖν· προσήκοι γὰρ ἂν τοῦτο μόνῳ τῷ Θεῷ καὶ Πατρί.

Ἅγιον δὲ Πνεῦμα προσερεῖς τὸ ἐκ Θεοῦ Πατρὸς δι’ Υἱοῦ προχεόμενον φυσικῶς καὶ καθάπερ ἐν τύπῳ τῆς ἐκ στομάτων διαπνοῆς τὴν ἰδίαν ἡμῖν ὑποσημαῖνον ὕπαρξιν. Οὕτω τε σαφῆ καὶ ἀσύγχυτον τὴν τῶν τριῶν ὑποστάσεων ἐν ἰδικαῖς ὑπάρξεσιν ἰδιότητα τηρῶν, μίαν τε καὶ ὁμοούσιον τὴν ἁπάντων βασιλίδα προσκυνήσεις φύσιν. Τί τὸ προχεῖσθαι φυσικῶς;

Αὐτὸ δὴ τὸ ἐκπορεύεσθαι, τοῦ Πνεύματος ὕπαρξις ἰδικὴ καὶ ἰδίωμα, καθὼς τοῦ Πατρὸς τὸ ἀνωτάτω εἶναι καὶ οὗ ἐπέκεινα μηδέν, τουτέστι τὸ ἄναρχον, καὶ τοῦ Υἱοῦ τὸ παρὰ τοῦ Πατρὸς γεγεννῆσθαι. Περὶ τούτων γὰρ ἡ σύμπασα ῥῆσις διέξεισι, τοὺς τῆς ὑπάρξεως τρόπους εἰλικρινῶς διορίζουσα τῶν μακαρίων τῆς θεότητος ὑποστάσεων.