Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Πρὸς τοὺς μοναχοὺς περὶ πίστεως

Νικηφόρος Βλεμμύδης

Το αυτεξούσιο, τα αδιάβλητα πάθη και η Ανάσταση του Χριστού

Θεολογική εξέταση της προαιρέσεως του Χριστού, της εκούσιας ανάληψης των αδιάβλητων παθών, της απόλυτης συμφωνίας του ανθρώπινου θελήματος με το θείο, καθώς και της αφθαρσίας του σώματος μετά την Ανάσταση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 4 από 6

Ἀλλ’ οὐδὲ προαίρεσις ἡ ἀμφιρρεπὴς ἦν ἐν Χριστῷ. Προαιρετικὸς μὲν γὰρ ἦν ὡς αὐτεξούσιος καὶ κατὰ τὸ ἀνθρώπινον ὁ Χριστός, ὅτι καὶ λογικός. Πᾶν γὰρ λογικὸν αὐτεξούσιον· πᾶν δ’ αὐτεξούσιον προαιρετικόν. Βουλῆς δὲ καὶ σκέψεως καὶ γνώμης καὶ προαιρέσεως, ὥσπερ ἡμεῖς, ἔχρῃζεν οὐδαμῶς, ὥσπερ αὖ οὐδὲ νήψεως. Θεὸς γὰρ ἦν κατ’ ἄμφω τὸ μὲν φύσει, τὸ δὲ θεώσει. Διὸ δὴ καὶ κατὰ τοῦτον τὸν λόγον, πάσης ἁμαρτίας ἀνώτερος ἦν. Ἢ γὰρ ἐξ ἐπισφαλοῦς προαιρέσεως τὸ ἁμαρτάνειν, ἢ καὶ παρὰ προαίρεσιν ἐξ ἀπροσεξίας ἡμῖν ἐπιγίνεται.

Μᾶλλον δὲ καὶ αὐτὸ τὸ ἀπροσεκτεῖν ἁμαρτία ἐστίν, ἢ τέως γοῦν ἁμαρτίας ἀρχή. Διά τοι τοῦτο καὶ τῶν ἀκουσίων ἁμαρτημάτων εἰσπραττόμεθα δίκας. Ὅθεν δ’ ἀπέδρα τὸ αἴτιον, ποίαν ἐκεῖ τὸ αἰτιατὸν εἶχε παρείσδυσιν;

Προαίρεσις μὲν οὖν ἁπλῶς ἐστι πρόοδος πρὸς τὸ αἱρετόν, ἤγουν αὐτεξούσιος ἔλλογος ὁρμὴ πρὸς τὸ θελητόν, ἥτις πρόσεστι κατὰ φύσιν παντὶ λογικῷ. Προαίρεσις λέγεται πάλιν ἡ πρὸ ἑτέρου αἵρεσις, ἥτις γίνεται βουλῆς προηγησαμένης, εἶτα κρίσεως, μεθ’ ἣν ἡ πρὸς τὸ ἐκ βουλῆς κριθὲν διάθεσις ἕπεται, καὶ λέγεται γνώμη. Τὴν γνώμην, ἡ νῦν δηλουμένη προαίρεσις, εἴτουν ἡ ἐπιλογὴ τοῦ δόξαντος καλοῦ, διαδέχεται. Τὴν τοιαύτην προαίρεσιν οὐκ ἂν εἴποι τις εὖ φρονῶν ἐπὶ τοῦ Χριστοῦ. Ποίας γὰρ ἦν βουλῆς ἐνδεής, ἢ τίνος τῶν ἐκ βουλῆς, ὁ θαυμαστὸς σύμβουλος, ἡ σοφία τοῦ Θεοῦ καὶ Πατρός; ἢ πῶς ἂν προσαφθείη προαίρεσις ἡ ἐν ἡμῖν τῷ προεκλεξαμένῳ τὸ ἀγαθόν, καθὼς μεμαρτύρηται; Καὶ γὰρ Ἠσαΐας προανακέκραγεν ὅτι πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρά, ἐκλέξεται τὸ ἀγαθόν, τουτέστιν οὔτ’ ἂν γνοίη πονηρὰ συνόλως οὗτος οὔτ’ ἂν προέλοιτο, τὸ δ’ ἀγαθὸν ἐκ πρώτης ἀρχῆς ἐκλέξεται. Καὶ αὖθις· Πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν ἀπειθεῖ πονηρίᾳ τοῦ ἐκλέξασθαι τὸ ἀγαθόν, ἤγουν πρὸ πάσης γνώσεως τὸ παιδίον, ἐν ἄκρᾳ νηπιότητι πρὸς τὸ πονηρὸν ἀπειθῶς ἔχον καὶ ἀρρεπῶς, τὸ ἀγαθὸν οἰκειώσεται. Τὸ δὲ πρὶν ἢ γνῶναι, κατὰ τὸ φαινόμενον εἴρηται. Πότε γὰρ ἦν μὴ γινῶσκον τὸ παιδίον, ἐν ᾧ πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι, καταλλήλοις καιροῖς ἐφ’ ὅσον ἐχρῆν φανερούμενοι;

Τοιοῦτόν ἐστι καὶ τὸ σοφίᾳ καὶ χάριτι προκόπτειν μετὰ τῆς ἡλικίας τὸν Ἰησοῦν, κατὰ τὸ φαινόμενον δηλαδή· τῆς μὲν γὰρ ἡλικίας ἐπίδοσις ἦν, αὐξομένου τοῦ σώματος φυσικῶς, σοφίας δὲ καὶ χάριτος—τῶν πρωτίστων καὶ ἀκροτάτων—οὐκ ἐπίδοσις, ἀλλὰ φανέρωσις εὔκαιρος.

Τοιγαροῦν ὁ Χριστὸς Θεὸς ὢν ἡνωμένος τῇ ἀνθρωπίνῃ οὐσίᾳ καθ’ ὑπόστασιν, ἦν ἀγαθὸς ὡς Θεός· εἶχε δὲ καὶ ὡς ἄνθρωπος αὐτεξουσίως τὸ ἀγαθὸν κατὰ φύσιν ὄν. Ὥσπερ γὰρ τὸ κακὸν καὶ ἡ ἁμαρτία παρὰ φύσιν, οὕτω δὴ τὸ ἀγαθὸν καὶ ἡ ἀρετὴ κατὰ φύσιν ἐστί. Διὰ τοῦτο καὶ ἡ ἁμαρτία τὴν τοιαύτην ἔσχε προσηγορίαν, ὡς ἀποτυχία τοῦ κατὰ φύσιν καὶ ἀγαθοῦ.

Οἱ μὲν οὖν ἄγγελοι δυσκίνητοι πρὸς τὸ κακὸν καὶ λέγονται καί εἰσι, τῇ περὶ Θεὸν προσεδρείᾳ καὶ τῇ ἐκεῖθεν ἐλλάμψει τῇ συνεχεῖ βοηθούμενοι· ἡ δὲ τοῦ Κυρίου ψυχὴ παντελῶς πρὸς τὸ κακὸν ἀκίνητος ἦν, αὐτὸν ἔχουσα τὸν Θεὸν Λόγον ἐν ἑαυτῇ, οὐ κατὰ σχέσιν ἀλλὰ καθ’ ἕνωσιν. Καὶ ἡ μὲν τὴν ἡγεμονίαν ἐνήργει τοῦ σώματος, ὁ δὲ Θεὸς Λόγος ἦν αὐτῆς ἡγεμών, αὐτεξουσίως ἑπομένης αὐτῷ καὶ τὴν τοῦ θείου θελήματος αὐτοῦ καὶ λίαν ἐπιποθούσης ἐκπλήρωσιν τῷ τῆς ἁγιότητος ὑπερβάλλοντι. Διὸ καὶ ὁ Κύριος πρὸς τὸν αὐτοῦ πατέρα προσευχόμενος ἐν τῷ καιρῷ τοῦ Πάθους ὡς ἄνθρωπος ἔλεγεν·

Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ· γενηθήτω τὸ θέλημά σου· καὶ γὰρ οὗτος ὁ λόγος τῆς τοῦ Κυρίου ψυχῆς, ἓν εἰδυίας θέλημα τοῦ ἡνωμένου ταύτῃ Θεοῦ Λόγου καὶ τοῦ Πατρός. Εἶχε μὲν οὖν ὁ Δεσπότης τὰ τῶν δούλων διὰ τοὺς δούλους, ἀλλ’ ὑπὲρ τοὺς δούλους. Δεσπότης γὰρ ἦν, εἰ καὶ δουλικὴν εἰλήφει μορφήν. Ἐπείνα κατ’ ἀλήθειαν ὡς ἡμεῖς, ἐδίψα, νυσταγμὸν ἔφερε, κοπιῶν ἦν, λυπούμενος ἦν, δακρύων, δειλιῶν, ἀγωνιῶν, ἀλλ’ ἑκουσίως. Ὅτε θέλων αὐτὸς ἐνεδίδου τῇ αὐτοῦ ἀνθρωπότητι τὸ ἴδιον ἀμέμπτως ποιεῖν τοῦτο ὑπὲρ ἡμᾶς πάλιν, ἤσθιεν, ἔπινεν, ἐκάθευδε, διελέγετο καθάπερ ἡμεῖς, ἀλλὰ πάντα ἀναμαρτήτως· τοῦτο ὑπὲρ ἡμᾶς. Τίνι γὰρ ἂν ἡμῶν ἐν τοῖς φυσικοῖς ἀδιαβλήτοις εὑρεθείη διόλου τὸ ἄμεμπτον; Ἔπασχεν ὑπὲρ ἡμῶν, ἤλγει τῇ ἐν σταυρῷ προσηλώσει καὶ διατάσει, τέλος ἀπέθανεν· ἀλλ’ ἐθελούσιον ἦν αὐτῷ καὶ τὸ πάθος καὶ τὸ ἄλγος καὶ τὸ θανεῖν. Ἔπασχεν ἡ σάρξ, ἤλγει φυσικῶς ἡ ψυχὴ διὰ τὴν συνάφειαν—ἐξ αὐτῆς γὰρ ἡ αἴσθησις τῇ σαρκί—· πλὴν ἡ Θεότης ἡ ἐν ἀμφοῖν οὐκ ἔπασχεν, οὐκ ἤλγει· τῶν γὰρ τοιούτων τὸ θεῖον ὑπέρτερον. Ἡ ψυχὴ διῄρητο τῆς σαρκός, ἀλλ’ ἡ Θεότης ἐξ ἀμφοῖν ἀδιαίρετος ἦν. Παθὼν ὁ Κύριος καὶ θανὼν καὶ ταφεὶς ἀπετινάξατο τὴν φθορὰν καὶ τὰ τῆς φθορᾶς· καὶ μετασκευάσας αὐτοῦ τὸ σῶμα πρὸς ἀφθαρσίαν, καὶ τὴν οἰκείαν ψυχὴν κατ’ ἐξουσίαν ὡς Θεὸς προσλαβόμενος, ἀνέστη τριήμερος.

Ἐγὼ γὰρ τίθημι τὴν ψυχήν μου, φησίν, ἵνα πάλιν λάβω αὐτήν. Ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν.

Εἰ δὲ καὶ μετὰ τὴν Ἀνάστασιν ὁ Κύριος ἔφαγεν, ἀλλὰ κατ’ οἰκονομίαν τοῦτο πεποίηκε, τοῖς ἰδίοις παριστῶν μαθηταῖς ὡς αὐτὸς ἦν ἀναστὰς ὁ πρότερον ὢν μετ’ αὐτῶν. Ὅτε δὲ λέγω κατ’ οἰκονομίαν, τὴν φαντασίαν ἐκκρούομαι· καὶ γὰρ ἔφαγεν ἀληθῶς, τὴν τροφὴν δὲ καινοπρεπῶς ὡς οἶδεν αὐτὸς διῳκήσατο. Διὰ τοῦτο καὶ τύπους ὑπεδείκνυ πληγῶν, τὰ γεγονότα μέν, μὴ ὄντα δέ, παρόντα ποιῶν ὁ πάντα δυνάμενος, ἐπεί τοί γε τὸ σῶμα ἐκεῖνο.

Ὅτε λέγω τὸ σῶμα ἐκεῖνο, συνεκδοχικῶς φημὶ τοῦ Χριστοῦ τὸ σῶμα τὸ τεθεωμένον, μετὰ τῆς τεθεωμένης ψυχῆς αὐτοῦ. πάσης ἐνδείας, πάσης ἀντιτυπίας ὑπέρτερον γεγονός, οὔτε τροφὰς οὔτε ψηλαφήσεις προσίετο. Διὸ καὶ μὴ κατὰ σάρκα νῦν εἶναι τὸν Κύριον λέγομεν, ὡς τὰ τῆς σαρκὸς ἀποθέμενον, τροφῆς ἔφεσιν, ὕπνον, κόπον καὶ τὰ τοιαῦτα, πρὸς τούτοις καὶ τὸ ἀντίτυπον. Τὸ σῶμα γὰρ αὐτοῦ διὰ τῆς ἀπεκδύσεως τῆς φθορᾶς ἀνενδεὲς ἀπετελέσθη καὶ ἀπαθὲς καὶ ἀναφὲς καὶ ἀθάνατον, οὐ μὴν καὶ ἄκτιστον, οὔτ’ αὖ ἀπερίγραπτον, ταῦτα γὰρ μόνης θεότητος· καὶ ἵν’ εἴπω συνελών, ὅσων μὲν ἦν δεκτικὸν θείων αὐχημάτων τὸ ἀνθρώπινον τοῦ Χριστοῦ, μετέσχεν ὑπ’ αὐτοῦ τοῦ Λόγου διὰ τὴν ἕνωσιν, δι’ ἣν καὶ σεπτόν ἐστι καὶ προσκυνητόν, ὅσων δὲ οὐκ ἦν δεκτικόν, οὐ μετέσχεν, ἵνα κἀντεῦθεν τό τε διάφορον τῶν φύσεων Χριστοῦ, τό τε μοναδικὸν τοῦ προσώπου γινώσκωμεν.