Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Πρὸς τοὺς μοναχοὺς περὶ πίστεως

Νικηφόρος Βλεμμύδης

Υποστατική ένωση, θεανδρική ενέργεια και φυσικά θελήματα

Ομολογιακή διατύπωση του δόγματος των δύο φύσεων και της μίας υποστάσεως, με ανάλυση της θεανδρικής ενέργειας, των δύο φυσικών θελημάτων και της απουσίας γνωμικού θελήματος στον Χριστό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 5 από 6

Πρεσβεύομεν τοίνυν ἐπὶ Χριστοῦ μίαν ὑπόστασιν σύνθετον ἐκ δύο συντεθειμένην φύσεων, θεότητος δηλονότι καὶ ἀνθρωπότητος, ἀλλήλαις ἡνωμένων κατ’ αὐτὴν τὴν τοῦ Λόγου ὑπόστασιν. Διὰ τοῦτο γὰρ καὶ τὴν τοιαύτην ἕνωσιν καθ’ ὑπόστασιν λέγομεν, ὅτι μία ὑπόστασις ἐκ τῶν τριῶν τῆς Θεότητος ὑποστάσεων, ἥτις ἐστὶν ἡ τοῦ Υἱοῦ, τὰς δύο φύσεις ἀλλήλαις ἥνωσεν ἀσυγχύτως ἐν ἑαυτῇ τε καὶ καθ’ αὑτήν. Οὐ γὰρ ὑπέστη καθ’ αὑτὸ κἂν ἀκαριαίως τὸ τοῦ Χριστοῦ ἀνθρώπινον ὡς ἂν ὑπόστασις τοῦτο λέγοιτο· καὶ γὰρ οὐκ ἐχρῆν. Τί γὰρ ἦν τὸ κέρδος ἡμῖν τῷ θεωθῆναι μίαν ὑπόστασιν; Ἀλλὰ τὴν φύσιν ὁ Θεὸς Λόγος ἐν ἑαυτῷ προσελάβετο πᾶσαν τῆς ἀνθρωπότητος, ἵνα θεώσῃ πάντας ἡμᾶς· ὅθεν μιᾶς ὑποστάσεως κηρύττομεν τὸν Χριστόν, καὶ δύο φύσεων ἡνωμένων ἀλλήλαις ἀσυγχύτως ἕνωσιν ἄκραν, ἀδιαιρέτων μενουσῶν ἀϊδίως ἔκ τε ἀλλήλων καὶ τῆς ὑποστάσεως καθ’ ἣν ἥνωνται· τῶν δὲ φύσεων ἐχουσῶν τὸ ἀσύγχυτον, καὶ τὰ προσόντα ταύταις ἀσύγχυτα, τὰς θελήσεις καὶ τὰς ἐνεργείας φημί.

Μένει γοῦν ἡ θεϊκὴ θέλησις θεϊκή, καὶ ἡ ἀνθρωπικὴ πάλιν ἀνθρωπική, πλὴν τεθεωμένη διὰ τὴν ἕνωσιν. Τοῦτο κἀν ταῖς ἐνεργείαις γινώσκεται. Δύο τοίνυν θελήσεις, ἐνέργειαί τε δύο, καθὼς καὶ δύο φύσεις ἐν τῷ Χριστῷ. Θέλων δὲ καὶ κατ’ ἄμφω τὰς θελήσεις, κατ’ ἄμφω τε τὰς ἐνεργείας ἐνεργῶν, εἶς ὁ αὐτὸς ὁ θεάνθρωπος, μὴ διαιρούμενος εἰς Θεὸν ἰδικῶς καὶ εἰς ἄνθρωπον ἰδικῶς, ἀλλ’ εἷς ἀμερίστως ὑπάρχων Θεὸς καὶ ἄνθρωπος ὁ αὐτός, ταυτὸν δ’ εἰπεῖν Θεὸς καὶ ἀνήρ.

Ὅθεν θεανδρικὴν ἐνέργειαν ὁ εἰπὼν οὐ σύγχυσιν ταῖς φυσικαῖς ἐνεργείαις εἰσήγαγεν, ἀλλὰ τὴν εἰς ἄκρον αὐτῶν παρέστησεν ἕνωσιν καὶ τὸ τεθεῶσθαι τὴν ἀνθρωπίνην ἐνέργειαν. Ὥσπερ γὰρ ἐν Χριστῷ διὰ τῆς ἑνώσεως ἡ ἀνθρωπίνη τεθέωτο φύσις, οὕτω δὴ καὶ ἡ θέλησις συντεθέωτο καὶ ἡ ἐνέργεια. Διὸ καί, τερατουργοῦντος αὐτοῦ, τοῖς θεϊκοῖς ἐνεργήμασι τὰ ἀνθρωπικὰ συνεζεύγνυντο, κἀκ τῶν ἀνθρωπικῶν ἐνεργημάτων, λόγου δηλονότι καὶ ἁφῆς καὶ τῶν τοιούτων, αἱ θεοσημεῖαι προέβαινον· καθάπερ, σιδήρου τμητικοῦ πυρωθέντος καὶ τέμνοντος καὶ καίοντος ἐν ταυτῷ, καὶ ἡ τομὴ μετὰ τῆς καύσεως γίνεται, καὶ ἡ καῦσις ἀχώριστός ἐστι τῆς τομῆς, καὶ ἡ τῶν δύο ἐνεργειῶν συνδρομὴ τὸ ἑνιαῖον εἰσφέρει ταύταις οὐ κατὰ φύσιν ἀλλὰ καθ’ ἕνωσιν. Ὁ τοίνυν θεανδρικὴν φήσας ἐνέργειαν διὰ μὲν τῆς ἑνικῆς προφορᾶς τὸ τὰς δύο ἐνεργείας ἓν εἶναι τῇ συνελεύσει καὶ μὴ διακεκρίσθαι ταύτας πραγματικῶς ἀπ’ ἀλλήλων δεδήλωκεν· ἐν δὲ τῷ εἰπεῖν θεανδρικήν, θείαν δηλονότι καὶ ἀνδρικήν, τὸ τῶν ἐνεργειῶν τῇ φύσει διάφορον καὶ μετὰ τὴν ἕνωσιν ἔδειξεν.

Ἄλλως δὲ δύο τινὰ δηλοῦντος τοῦ τῆς ἐνεργείας ὀνόματος—ἐνέργεια γὰρ φυσική ἐστιν ἡ τῆς ἐνοικουρούσης τῇ φύσει δυνάμεως πρόβασις εἰς ἔργου τινὸς ἐκπλήρωσιν, ἥτις ἐν τῷ ἐνεργεῖν ἔχει τὸ εἶναι, καθὼς ἡ δύναμις ἐν τῷ πεφυκέναι καὶ δύνασθαι· λέγεται πάλιν ἐνέργεια καὶ ἡ τοῦ ἔργου ἐκπλήρωσις, αὐτὸ τὸ ἐνεργητόν, ὁ τοῦ πράγματος ἀποτελεσμός, ἡ πρᾶξις αὐτή—, τοῦτο δὴ τὸ δεύτερον σημαινόμενον τῆς ἐνεργείας προσαρμοστέον τῇ θεανδρικῇ· θεανθρώπου γὰρ ὑπάρχοντος τοῦ Χριστοῦ, καὶ πᾶσα πρᾶξις αὐτοῦ θεανθρωπικὴ καὶ θεανδρική. Τὸ δ’ οὕτω λέγειν οὐ φέρει σύγχυσιν ταῖς ἐνεργείαις ταῖς φυσικαῖς, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν εἶναι διασαφεῖ τὸν ἐνεργοῦντα καὶ θεϊκῶς καὶ ἀνθρωπικῶς, οὔτε τὰ θεῖα κατὰ Θεόν— ἄνθρωπος γάρ—, οὔτε κατ’ ἄνθρωπον τὰ ἀνθρώπινα—Θεὸς γάρ. Ὡσαύτως καὶ ὁ μίαν φύσιν εἰρηκὼς τοῦ Θεοῦ Λόγου σεσαρκωμένην οὐ μιᾶς φύσεως τὸν Κύριον ἐδογμάτισε· τὸ γὰρ σεσαρκωμένην προσθείς, τὴν τοιαύτην ἀνεῖλεν ὑπόνοιαν. Ἑτέρα γὰρ ἡ τοῦ Λόγου φύσις, ἤγουν ἡ θεία, καὶ ἑτέρα πάλιν ἡ τῆς σαρκός, ἤγουν ἡ ἀνθρωπικὴ συνεκδοχικῶς.

Ἕτερον θέλημα τῆς θείας φύσεως, καὶ ἕτερον τῆς ἀνθρωπικῆς· θέλημα δὲ τὴν θέλησιν λέγομεν, αὐτὴν τὴν δύναμιν τὴν θελητικήν, ἥτις ἐστὶ θέλημα φυσικόν. Τὸ τοίνυν τῆς ἀνθρωπίνης θέλημα φύσεως ὁ Κύριος προσλαβόμενος καὶ θεώσας, αὐτὸ διετήρησεν ὅπερ ἦν κατὰ φύσιν ἀνθρώπινον· καὶ τοῦτο παραστῆσαι βουλόμενος ἐναργῶς, εἰσελθὼν εἰς οἶκον ἐν τοῖς μέρεσι Τύρου καὶ Σιδῶνος, οὐδένα ἠθέλησε γνῶναι, καὶ οὐκ ἠδυνήθη λαθεῖν· οἰκονομικῶς γὰρ θελήσας λαθεῖν οὐ δεδύνητο, διδάσκων ἡμᾶς διὰ τῶν πραγμάτων αὐτῶν ὅτι τὸ τῆς ἀνθρωπίνης φύσεως θέλημα τὸ ἀσθενὲς ὁ Πανσθενὴς οὐκ ἀπεδοκίμασεν, ἀλλ’ οὐσιωδῶς ᾠκειώσατο καὶ αὐτό, τὴν ἡμετέραν ὅλην φύσιν μετὰ πάντων τῶν κατὰ φύσιν ἀναλαβών.

Λέγεται μὲν οὖν θέλημα προηγουμένως ἡ θέλησις, ἥτις ἐστὶ θέλημα φυσικόν, ὡς δεδήλωται. Λέγεται θέλημα καὶ αὐτὸ τὸ θελητόν, ὅπερ ἐν ἀνθρώποις ἐστὶν ὑποστατικόν, οὐ τὸ αὐτὸ πάσῃ τῇ φύσει προσόν. Τῷ μὲν γὰρ τῶν ἀνθρώπων τὸ ἰδιάζειν τυχὸν τεθέληται, τῷ δὲ τὸ παρρησιάζεσθαι· καὶ τῷ μὲν τὸ γεηπονεῖν, τῷ δὲ τὸ ναυτίλλεσθαι· καὶ ἄλλῳ πάλιν ἄλλο τι κατὰ γνώμην ἐστί. Πολλάκις δὲ τῷ αὐτῷ καὶ ἑνὶ διάφορον, καὶ ἄλλοτε ἄλλο τὸ θελητόν. Καλεῖται δὲ τὸ τοιοῦτον ὑποστατικὸν θέλημα, γνωμικόν.

Τοιγαροῦν ὁ Κύριος ἐπεὶ δύο φύσεων ὡμολόγηται, δύο κεκτῆσθαι καὶ θελήματα πιστεύεται φυσικά, θεῖόν τε καὶ ἀνθρώπινον, ἤγουν δυνάμεις δύο θελητικὰς ἀλλήλων διαφερούσας τῷ λόγῳ τῆς φύσεως. Ἐπεὶ δὲ μιᾶς ὑποστάσεως ἔγνωσται, σφαλερὸν εἰπεῖν ἐπ’ αὐτοῦ διάφορα θελήματα γνωμικά.

Τὸ γὰρ θελητὸν ἕν, ὅτι καὶ ὁ θέλων εἷς, τῆς ἀνθρωπικῆς αὐτοῦ θελήσεως πρὸς τὸ οἰκεῖον θελητὸν κινουμένης, ὅτε τοῦτο τῇ θεϊκῇ θελήσει αὐτοῦ θελητὸν ἦν καὶ ἐφ’ ὅσον ἦν θελητόν. Διχῶς δὲ τῆς γνώμης λεγομένης—λέγεται γὰρ γνώμη καὶ ἡ ἁπλῶς ῥοπὴ πρὸς τὸ θελητόν, ὡς ἐλλόγως γινομένη καὶ μετὰ γνώσεως ἐν τοῖς λογικοῖς, λέγεται γνώμη καὶ ἡ ἐκ προβουλεύσεως καὶ κρίσεως περί τι διάθεσις—, οὐκ ἀσφαλὲς ἢ γνώμην ἢ θέλημα γνωμικὸν εἰπεῖν ἐπὶ τοῦ Χριστοῦ κατὰ τὸ τῆς γνώμης δεύτερον σημαινόμενον, διὰ τὸ συνεισάγεσθαι τούτοις τὴν ἄγνοιαν. Εἰ γὰρ καὶ τὴν ἀγνοοῦσαν ὁ Κύριος φύσιν ἀνέλαβεν, ἀλλὰ τῶν θείων αὐχημάτων ταύτῃ μετέδωκε.

Καὶ ἦν ἡ τοῦ Κυρίου ψυχὴ πᾶσαν ἔχουσα σοφίαν— θείαν ἅμα δὴ καὶ ἀνθρωπικήν—, πᾶσαν γνῶσιν τῶν γεγονότων, τῶν ὄντων, τῶν ἐσομένων, οὐ φύσει, οὐ χάριτι, διὰ δὲ τὴν πρὸς αὐτὸν τὸν μόνον Σοφὸν καὶ πάντα καὶ πρὸ τῆς αὐτῶν γενέσεως εἰδότα προαιωνίως καθ’ ὑπόστασιν ἕνωσιν.

Ποίας οὖν ἔχρῃζεν αὕτη βουλῆς; Τίνος τῶν μετὰ τὴν βουλήν, ἡ πάντα γινώσκουσα, καθὼς ἔφαμεν; Εἰ δέ ποτε πεινῶντα τὸν Κύριον ἐλθεῖν γέγραπται πρὸς συκῆν καρπὸν οὐκ ἔχουσαν, εἰ ἄρα εὑρήσει τι ἐν αὐτῇ, καὶ οὐχ εὗρεν, εἰ μὴ φύλλα, καθ’ ὑπόνοιαν ὁ τοιοῦτος τοῦ Λόγου σχηματισμός, καθὼς ἂν ὑπενόησεν ἴσως ὁ τὴν αὐτοῦ πρὸς τὴν συκῆν κατιδὼν ἔλευσιν, μὴ μέντοι τὸν τῆς οἰκονομίας λόγον εἰδώς. Τίνι γὰρ ἂν καὶ τῶν τυχόντων ἠγνοήθη τὸ πρόδηλον, ἐπεὶ καιρὸς συκῶν οὐκ ἦν; Ἀλλ’ ὡς ἂν ὁ τὸ πᾶν ἰσχύων ἐνδείξηται κατὰ καιρὸν ὅτι μὴ μόνον εὐεργετικὴν ἔχοι δύναμιν, ἀλλά γε καὶ τιμωρητικήν, καὶ ὡς εἴπερ ἐθέλοι λόγῳ μόνῳ τοὺς σταυρώσαντας ἀποξηρανεῖ, τὴν πεῖναν καὶ τὴν πρὸς τὴν συκῆν ἔλευσιν προηγούμενα τίθησι τῆς τοιαύτης ἐνδείξεως ὁ Σοφὸς καὶ Φιλάνθρωπος. Διά τοι τοῦτο καὶ παρὰ τὸ εἰωθὸς ἡ πεῖνα, πρωΐας οὔσης, καθὼς τεθέλητο. Τοιγαροῦν ἡ πρὸς τὴν συκῆν ἄφιξις, ὡσαύτως καὶ ἡ περὶ τοῦ Λαζάρου πεῦσις, ὅποι τέθειτο θανὼν ἐκεῖνος, καὶ εἴ τι παραπλήσιον, οὐκ ἀγνοίας, ἀλλ’ οἰκονομίας καὶ προσφόρου συγκαταβάσεως.

Κατὰ μὲν οὖν τὸ δεύτερον τῆς γνώμης καὶ τῆς προαιρέσεως σημαινόμενον, οὔτε γνώμην, οὔτε προαίρεσιν εἴποιμεν ἂν ἐπὶ τοῦ Χριστοῦ· κατὰ δὲ τὸ πρῶτον καὶ κατὰ γνώμην Θεοῦ τόδε τι διαπεπρᾶχθαί φαμεν, τουτέστι θελητὸν τῷ Θεῷ καὶ ἀποδεκτὸν τὸ πραχθέν, ὡς εἰ λέγοιμεν τὸν Δαυῒδ βεβασιλευκέναι κατὰ γνώμην Θεοῦ· καὶ προαιρετικὸς μὲν ὁ τοῦ Θεοῦ Λόγος, προαιρετικὸν δὲ τὸ Πνεῦμα τὸ ἅγιον εἴρηται.