Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Στίχοι παραμυθητικοὶ πρὸς τὸν βασιλέα Ἰωάννην τὸν Βατάτζην

Νικηφόρος Βλεμμύδης

Κοσμολογική αλληγορία και εφαρμογή στο αυτοκρατορικό πένθος

Αναφορά στα αστρονομικά φαινόμενα και τη σχέση φωτός και σκότους, με σκοπό τη σύνδεση της φιλοσοφικής θεωρίας με τη θλίψη του αυτοκράτορα για την απώλεια της συμβασίλισσας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 1 από 3

Κάτω καπνός, ἄνω τὸ πῦρ καὶ τὸν καπνὸν λαμπρύνει, οὕτως λαμπρῦνον τὸν καπνὸν τὸ πῦρ μᾶλλον σκοτίζει, ὅτε σκοτίζει πάλιν δέ, τότε λαμπρύνει πλέον· ἐν ἀμφοτέροις τὸ λαμπρόν, ἐν ἀμφοτέροις σκότος. εἰ μεταγάγῃς σὺ τὸν νοῦν τὴν θέσιν μεταλλάξας, ὡς νουνεχὴς ὡς ἔμπειρος, ἴδοις ὅπερ ἐζήτεις, καὶ λόγους εὕρῃς φυσικοὺς πρὸς τὸ ζητούμενόν σοι καὶ πλάτος ἐκ στενότητος ἀλλ’ οὐκ ἐξηλλαγμένης. εἰ μεταγάγῃς δὲ τὸν νοῦν τὴν θέσιν μεταλλάξας, ὡς νουνεχὴς ὡς ἔμπειρος, εὑρήσεις παραυτίκα νοῦν τὸν αὐτὸν τὴν θέσιν τε τὴν μεταλλασσομένην καὶ συμβιβάσεις ἄριστα τὴν ἀρχὴν καὶ τὸ τέλος.

Οἴδασιν οἱ φιλόσοφοι τὸ τῆς σελήνης σῶμα ζοφῶδες καὶ καπνῶδές τε καὶ σκοτεινὸν τῇ φύσει πάντων ἀστέρων πεφυκὸς κατώτερον τὴν θέσιν, ἐκ δέ γε τῆς ἀκρότητος φύσεως τῆς πυρώδους εἰλικρινοῦς καὶ καθαρᾶς καὶ φωτιστικωτάτης τὸν ἥλιον τὴν σύστασιν λέγουσιν εἰληφέναι, ἄνω τὴν θέσιν ἔχοντα τοῦ τῆς σελήνης δίσκου— ἄνω πολλῷ, τετάρτην γὰρ οὗτος κατέχει ζώνην, σελήνη τὴν ἑβδόμην δὲ τῶν ὅλων τὴν ὑστάτην.

Καπνῶδες οὖν καθεστηκὸς τὸ τῆς σελήνης σῶμα καὶ ζοφερὸν καὶ σκοτεινὸν ὡς εἶπον κατὰ φύσιν λαμπρύνεται φωτίζεται ταῖς ἀκτινοβολίαις ἡλίου τοῦ πυρόεντος τῇ πρώτῃ πυραυγείᾳ. ἂν τοίνυν κατ’ ἀκρίβειαν τὴν ἄνω καὶ τὴν κάτω ....τα κάθετον τύχωσιν οἱ φωστῆρες, ὡς πρὸς ἡμᾶς σκοτίζεται τὸ σῶμα τῆς σελήνης, τὸ πῦρ ἄνωθεν τηλαυγῶς λαμπρύνεται καὶ πλέον, κατὰ τὴν ἀνωμέρειαν τὴν αἴσθησιν λανθάνον· ἐν ἀμφοτέροις τὸ λαμπρὸν ὑπάρχον οὖν λανθάνει, ἐν ἀμφοτέροις σκότος δὲ φαίνεται τηνικαῦτα. κάτω καὶ γὰρ ἐπιπροσθοῦν τὸ σῶμα τῆς σελήνης κρύπτει μὲν τὴν φωταύγειαν ἡλίου καὶ τὸ λάμπον, ἄνω δὲ φωτιζόμενον σκοτίζεται τὰ κάτω.

Εἰ μεταγάγῃς τὸ λοιπὸν τὴν ἔννοιαν πρὸς πάθος, πάθος τὸ πολυπένθητον ὃ μέχρι τοῦ νῦν πάσχεις, καὶ μεταλλάξῃς ἀκριβῶς τὰς θέσεις, ὅπερ εἶπον, ἐμπείρως ἔχων εἰς αὐτὸ τοῦτο διὰ τὸ πάσχειν, ἄνω τεθείσης τὸν καπνὸν τῆς λύπης τῆς μεγάλης, κάτω δὲ πάλιν ἔσω γῆς τὸ πῦρ τὸ τῆς ἀγάπης, ὅπερ ἐζήτεις πικρασμοῦ χωρίον χθὲς κατίδοις, — αἰτίας εὕρῃς φυσικάς, εὐαίσθητε καρδία, παραπεμπούσας σε λοιπὸν πρὸς ὃ ζητεῖς χωρίον, καὶ πλάτος εὕρῃς ἐν αὐτῷ καὶ λύπης καὶ πικρίας καρδίας ἐκ στενότητος ἤτουν στενοχωρίας· πλὴν οὐκ ἐναλλαγήσεται τῷ πλάτει τῆς πικρίας τὸ τῆς ψυχῆς στενόχωρον ἐκ συνοχῆς τοῦ πόνου.

Εἰ τοίνυν τὴν ὑπόθεσιν οὕτω μεταβιβάσεις εἰς πάθος κοσμοθρήνητον ἐκ φιλοσόφου λόγου, ἔννοιαν εὕρῃς τὴν αὐτὴν κατὰ τοὺς πρώτους στίχους, καὶ συμβιβάσεις ἄριστα τοὺς πρώτους καὶ δευτέρους, πρὸς μίαν τὴν ὑπόθεσιν τοὺς πάντας ἑρμηνεύσεις. σὺ γὰρ ὁ νοῦς ὁ πύρινος ὁ φαίνων νῦν ἐν κόσμῳ οἶδας τὴν σβέσιν τοῦ πυρὸς καπνὸν ὠνομασμένην. εἰ πῦρ ἐκβάλῃς τὸ λοιπὸν τὴν σύμφωνον ἀκτῖνα, τὴν συμβασίλειον αὐγήν, τὸ φῶς τῶν σῶν ὀμμάτων, κάτωθεν ἕξεις τὸν θυμὸν δριμὺν τῆς ἀθυμίας ὁρῶν τὸ πῦρ σου τὸ λαμπρὸν καπνὸν τῷ φαινομένῳ. κἂν ὑπερλάμπῃ μάλιστα τῆς σκιᾶς λελυμένης καὶ συναυγάζῃ τῷ λαμπρῷ κατ’ ἐξοχὴν ἡλίῳ, τοῦτο τὸ πῦρ σου τὸ σβεσθὲν λαμπρύνεται ͜ ἄλλως πλέον ταῖς καθ’ ἑκάστην δι’ αὐτὸ κυρίαις εὐποιΐαις. κἀκεῖνο μὲν λαμπρότερον ἔχεις· Θεῷ γὰρ ζῶσι πάντες οἱ διαζήσαντες κατὰ Θεὸν ἐν βίῳ· σαυτῷ δὲ μᾶλλον σκοτασμὸν καπνοῦ τῆς λύπης φέρεις συχναῖς ἐπενθυμήσεσιν, ἀδιαδόχοις μνήμαις· ἐντεῦθεν ἐπιτείνεται πᾶν τὸ τῆς εὐποιΐας. τοίνυν ὑπάρχει τὸ λαμπρὸν διττὸν ἐν ἀμφοτέροις τὸ μὲν ἐκ βίου τοῦ λαμπροῦ τὸ δ’ ἐκ τῆς εὐποιΐας· ἐν ἀμφοτέροις πάλιν δὲ σκότος ἐξηλλαγμένον, τὸ μὲν τῆς λύπης τῆς πικρᾶς, τὸ δὲ τῆς ἐκδημίας.