Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Στίχοι παραμυθητικοὶ πρὸς τὸν βασιλέα Ἰωάννην τὸν Βατάτζην

Νικηφόρος Βλεμμύδης

Η φύση της μνήμης και η διττή θεραπεία της θλίψης

Ανάλυση της αλληλουχίας των λογισμών και της υπέρβασης του πάθους της λύπης μέσω της φρόνησης και της ανδρείας, ή εναλλακτικά μέσω της παρόδου του χρόνου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 2 από 3

Τὸ ͜ ἀδι͜άδοχον ἀνέκφραστον, τὸ ͜ ἀνέκφραστον εἰς πλῆθος, τὸ τέλος πάλιν εἰς ἀρχήν, καὶ ͜ ἀπλήρωτος ὁ δρόμος, ἡ γέννησις ἀκοίμητος ἀνύστακτος καθόλου, τοῦτο λοιπὸν εἰς ἄπειρον, καὶ τίς ἡ θεραπεία; Ἂν καταντήσῃ ͜ ἡ γέννησις πάλιν ἐκεῖ ͜ ὅθεν ἦλθε καὶ ͜ αὐτὸ τὸ τέλος τῆς ἀρχῆς τὸ ͜ ἀνύστακτον νυστάζῃ, οὕτως καὶ ͜ αὐτὸ τὸ ͜ ἀνέκφραστον εἰς ἔκφρασιν νὰ φθάσῃ καὶ τὸ ͜ ἄπειρον εἰς ἔμμετρον ποσότητα νὰ γένῃ.

Ἀνάμνησις τὴν φρόνησιν, φρόνησις τὴν ἀνδρείαν, ἀνδρεία σωφροσύνην δὲ τίκτει τὴν θαυμασίαν. λοιπὸν τὰ τρία φρόνησις ἀνδρεία σωφροσύνη τὴν μνήμην ἔσχον πρωτουργὸν ἀρχὴν καθάπερ ῥίζαν. ἐκ μνήμης ἀδιάδοχον ἀνέκφραστον εἰς πλῆθος ἀνύστακτον ἀκοίμητον ἄπειρον καὶ τὸ πάθος. τοῦ τέλους γὰρ εἰς τὴν ἀρχὴν παλινδρομοῦντος αὖθις περιφοράν τε κυκλικὴν ἐξ ἀεικινησίας τὸν δρόμον ἀπαρτίζοντος ἀπλήρωτα καὶ τρέχει. διπλῆ λοιπὸν καθέστηκεν ὄντως ἡ θεραπεία. πρώτη μεγάλη καὶ λαμπρὰ καὶ τῶν θαυμαζομένων· εἰ γὰρ ἡ φρόνησις αὐτή, τὸ γέννημα τῆς μνήμης, τὴν μνήμην ἐπισκέψηται πάντων τῶν ἐπὶ μέρους καὶ πρὸς τὴν κατανόησιν ἀπίδοι τοῦ καθόλου λαβοῦσά τε τὴν ἔκγονον ἀνδρείαν πρὸ τοῦ πάθους γενναιοφρόνως ἀντιστῇ τῇ ῥύμῃ τῆς ἐννοίας καὶ τῶν ἐνθυμημάτων δὲ ταῖς ἀλλεπαλληλίαις, τὴν φύσιν ἐξενίκησεν, ἀνεῖλε καὶ τὸ πάθος. ἔστι δὲ πάλιν ἄλλη τις δευτέρα θεραπεία φυσικωτέρα μὲν ἁπλῶς ἀλλὰ χρονιωτέρα· εἰ γὰρ ἀρχὴν ἀνάβασιν ἀκμὴν καὶ παρακμήν τε παντὸς πάθους γινώσκομεν κατὰ καιροὺς ἰδίους, ὅταν ἐξατονήσειεν ἡ μνήμη τῶν προτέρων ἐκ διαφόρων καὶ πυκνῶν ἄλλων ἐννοημάτων, εὐθὺς οὐκ ἀδιάδοχον εὑρίσκεται τὸ πρῶτον, λοιπὸν ἀλλ’ οὐδ’ ἀνέκφραστον, καὶ πῶς εἰς ἀπειρίαν;

Ὅταν τὴν γέννησιν αὐτὴν ὁ νοῦς μεταποιήσῃ ἢ καρτερήσας ἀνδρικῶς ἢ κορεσθεὶς τῷ χρόνῳ, διαδοχὴ τότε, λοιπόν, οὐκ εἰς ἀρχὴν τὸ τέλος· πέρας, ἐντεῦθεν ἔκφρασις μετριότης τοῦ πάθους. ἡ γέννησις ἀκοίμητος οὐκ ἀμετάβλητος δέ. διαδοχὴ γοῦν γίνεται τῶν πρώτων νοημάτων καρτερικῶς ἢ φυσικῶς, ὀκνῶ λέγειν τὸ τρίτον. οὕτως ἀπειρανέκφραστον πρᾶγμα λογομετρεῖται. νοῦς ἀνδρειόφρων ἔφερε τὸν νυσταγμὸν τῷ τέλει καὶ κατεκοίμισεν αὐτὸ σοφαῖς ἐπαοιδίαις φοράν τε τὴν εἰς ἄπειρον διαδοχαῖς ἐπέσχεν ἄλλων ἐπενθυμήσεων ποσώσας, συνεκφράσας.