Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Συλλογισμοὶ περὶ τῆς ἐκπορεύσεως τοῦ ἁγίου πνεύματος

Νικηφόρος Βλεμμύδης

Συλλογισμοί κατά της αρνήσεως του «διά του Υιού»

Σειρά επιχειρημάτων που καταδεικνύουν τα θεολογικά άτοπα τα οποία προκύπτουν εάν θεωρηθεί ότι το Άγιο Πνεύμα δεν προέρχεται διά του Υιού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 1 από 2

Τοῦ αὐτοῦ. Εἰ μὴ διὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, τρία μὲν ἔσται ἡ Τριάς, ἓν δὲ οὐκέτι. Εἰ μὴ διὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, ἢ κατ’ ἐπιφάνειαν τῷ Υἱῷ συναφθήσεται, ἢ οὐδόλως συνέσται. Εἰ μὴ διὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, οὐδὲ διὰ τοῦ Υἱοῦ φανεροῦται· πῶς γὰρ παρὰ τοῦ Πατρὸς οὐσιωθέν, οὐ παρ’ αὐτὰ πεφανέρωται;

Εἰ μὴ διὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, ἔσται διὰ τοῦ Πνεύματος ὁ Υἱός· ἀλλὰ μὴν τοῦτο οὐκ ἔστι, τὸ ἕτερον ἄρα. Εἰ μὴ διὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, οὐκέτι ὁ τὸν Υἱὸν σχὼν καὶ τὸ Πνεῦμα ἔσχηκεν ἀλλὰ τὸν Πατέρα μόνον, ὥσπερ καὶ τὸ ἀνάπαλιν· ὁ τὸ Πνεῦμα λαβὼν οὐκέτι καὶ τὸν Υἱόν.

Εἰ μὴ διὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, οὐκέτι περιχώρησις ἐσεῖται τῶν ὑποστάσεων, ἰδίᾳ μόνον καὶ καθ’ ἑαυτὰς νοουμένων. Εἰ μὴ διὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, οὐκέτι οἱ προφῆται περὶ τοῦ Υἱοῦ προειπόντες Πνεύματι ἁγίῳ προεῖπον ἀλλὰ Υἱῷ, τοῦτο δὲ οὐκ ἔστιν.

Εἰ μὴ διὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, οὐκέτι λεχθήσεται ὅλως, ἀλλὰ μὴν τοῦτο, κἀκεῖνο ἄρα. Εἰ μὴ διὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, πῶς καρπὸς καὶ θησαυρὸς καὶ ὡς μύρου ὀσμὴ καὶ ὡς φῶς ἀκτῖνος λεχθήσεται; ἦ γὰρ ἂν καὶ ὁ Υἱὸς ταὐτὰ τοῦ Πνεύματος λεχθήσεται.

Εἰ μὴ διὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, ὅπου μὲν ὁ Υἱός, ἔσται καὶ ὁ Πατήρ, οὐ μὴν τὸ Πνεῦμα· καὶ ὅπου τὸ Πνεῦμα, καὶ ὁ Πατήρ, οὐ μὴν ὁ Υἱός, καὶ οὐκέτι συμφωνία ἔσται ἐν τῇ Τριάδι. Εἰ μὴ διὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, τόπῳ περιγραφήσεται ἡ Τριάς· αἱ γὰρ ὑποστάσεις τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος, μὴ ἑτέρας διὰ τῆς ἑτέρας προϊούσης, τόπον τινὰ οὐ περιλήψονται ἐν ᾧ θατέρα ἐσεῖται, ἀλλὰ παρὰ μέρος ἀντιλήψονται τούτου.

Εἰ μὴ διὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, ἑτέρας καὶ ἄμφω οὐσίας εἰσίν· εἴ γε καὶ διάφοροι αἱ ὑπάρξεις αὐτῶν, ἡ μὲν γεννητική, ἡ δὲ ἐκπορευτική. Εἰ μὴ διὰ τοῦ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἐν Πνεύματι ἁγίῳ ὁ Υἱὸς εἰργάζετο ἃ εἰργάζετο, ἀλλ’ οἰκείῳ πνεύματι· τοῦτο δὲ εἰ μὲν πνεῦμα ἅγιον, τοῦτ’ ἂν εἴη τὸ Πνεῦμα τὸ ἅγιον, καὶ οὐχ ἕτερον· εἰ δὲ ἕτερον, ἰδοὺ δύο πνεύματα.