Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Νικηφόρος Βλεμμύδης – Συλλογισμοὶ περὶ τῆς ἐκπορεύσεως τοῦ ἁγίου πνεύματος

Νικηφόρος Βλεμμύδης

Υποθετικοί συλλογισμοί για την εκπόρευση του Αγίου Πνεύματος

Λογικά επιχειρήματα που καταδεικνύουν ότι το Άγιο Πνεύμα εκπορεύεται αποκλειστικά από τον Πατέρα και όχι από τον Υιό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Νικηφόρος Βλεμμύδης

—

Κεφάλαιο 1 από 3

Ὑποθετικοὶ συλλογισμοὶ Νικηφόρου φιλοσόφου μοναχοῦ, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον ἐκ μόνου τοῦ Πατρὸς ἐκπορεύεται καὶ οὐκ ἐκ τοῦ Υἱοῦ. Εἴπερ ἐστὶν ὁ Πατὴρ πατὴρ μόνος τοῦ Υἱοῦ, πάντως ὁ αὐτός ἐστι καὶ Πνεύματος προβολεὺς μόνος· ἀλλὰ μὴν ὁ αὐτός ἐστι πατὴρ τοῦ Υἱοῦ· ὁ αὐτὸς ἄρα μόνος ἐστὶ καὶ τοῦ Πνεύματος προβολεὺς καὶ οὐχ ὁ Υἱός.

Εἴπερ ἐκ τοῦ αὐτοῦ καὶ ἑνὸς αἰτίου, δηλαδὴ τοῦ Πατρός, ἔστι καὶ ἡ γέννησις καὶ ἡ ἐκπόρευσις, ἔστι δὲ ἡ μὲν ἐκπόρευσις ἡ τοῦ Πατρὸς ἐντελής, μάτην ἄρ’ ἔσται ἡ ἐκ τοῦ Υἱοῦ, ἐπεὶ ἐντελὴς ἡ ἐκ τοῦ Πατρός.

Εἴπερ ἐστὶν ἡ γέννησις τοῦ Υἱοῦ ἐκ τοῦ Πατρός, ἔσται καὶ ἡ ἐκπόρευσις τοῦ ἁγίου Πνεύματος ἐκ τοῦ Πατρός· ἀλλὰ μὴν ἡ γέννησις τοῦ Υἱοῦ ἐκ τοῦ Πατρός ἐστι, καὶ ἡ ἐκπόρευσις ἄρα τοῦ ἁγίου Πνεύματος ἔσται ἐκ τοῦ Πατρὸς καὶ οὐκ ἐκ τοῦ Υἱοῦ.

Εἴπερ ἐκπορεύεται τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς καὶ ἐκ τοῦ Υἱοῦ, πάντως σύνθετον ἔσται· ἀλλὰ μὴν σύνθετον οὐκ ἔστιν· οὐκ ἄρα ἐκπορεύεται τὸ Πνεῦμα τὸ ἅγιον ἐξ ἀμφοτέρων ἀλλ’ ἐκ τοῦ Πατρὸς μόνου. Εἴπερ εἰσὶν ὁ Υἱὸς καὶ τὸ Πνεῦμα ἐξ ἑνὸς αἰτίου τοῦ Πατρός, προβάλλεται δὲ ὁ Υἱὸς τὸ Πνεῦμα, καὶ τὸ Πνεῦμα προβαλεῖται τὸν Υἱόν, καὶ λοιπὸν ἔσται αἴτιον ἅμα καὶ αἰτιατόν· οὐκ ἄρα ἐκπορεύεται τὸ Πνεῦμα τὸ ἅγιον ἐκ τοῦ Πατρὸς καὶ ἐκ τοῦ Υἱοῦ, ἀλλ’ ἐκ τοῦ Πατρὸς μόνου.